Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

154. *νεφεληγερέταο βραχὺ διασταλτέον πρὸς τὸ σαφέστερον.

155. οὐδὲ σφῶιν ἰδών ἐνθάδε ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία· τρίτου γάρ ἐστι προσώπου, διʼ ὃ τὸν δε σύνδεσμον ὀξυτονητέον. ὁμοίως οὖν ἀναγνωστέον τῷ “καί σφωϊν δὸς ἄγειν” (Il. 1, 338).

*ὅτι τὸ ἐναντίον ὑπακοῦσαι δεῖ, ἀλλʼ ἀπεδέξατο.

158. *ὅτι οὐκ ἔστιν ἐπίθετον τὸ ταχεῖα, ἀλλʼ ἀντὶ τοῦ ταχέως.

βάσκ’ ἴθι Ἶρι ταχεῖα εἴρηται ἐν τῇ (144) ὅτι ἀμφίβολός ἐστιν ἡ μεταξὺ τούτων διάστασις· ἡ μὲν γὰρ συνήθεια συνάπτει, ὁ δὲ λόγος χωρίζει.

159. προπερισπαστέον τὸ ἀγγεῖλαι· ἔστι γὰρ ἀπαρέμφατον ἀντὶ προστακτικοῦ κείμενον, διὰ τὸ ἐπιφερόμενον “μηδὲ ψευδάγγελος εἶναι.” οὐκ ἀναγκαῖον γὰρ διὰ τὸ ἄνωχθι προστακτικῶς ἀναγινώσκειν. καὶ ἔστιν ὅμοιον τῷ “τῆ δὲ τόδε κρήδεμνον ὑπὸ στέρνοισι τανύσσαι” (Od. 5, 346)· καὶ ἐνθάδε γὰρ ἀπαρέμφατόν ἐστιν.

161. *ἔρχεσθαι μετά γράφεται καὶ ἔρχεσθʼ ἢ μετά.

*τι ἁφʼ ἑαυτοῦ ὁ Ζεὺς τὴν θάλασσαν δῖαν εἴρηκεν.

162. εἰ δέ μοι τὸν δέ ὀξυτονητέον· ἔστι γὰρ νῦν ἡ μοι ἐγκλιτικὴ καὶ ἀπόλυτος.

165. ἐπεί εὑ φημί καὶ ἐπὶ τούτου ἐγκλιτική ἐστιν ἡ ἀντωνυμία καὶ ἀπόλυτος· διὸ τὸν ἐπεί σύνδεσμον ὀξυτονητέον ὁμοφώνως τῷ “καί εὑ κράτος ἐστὶ μέγιστον” (Il. 24, 293).

166, 167. καὶ γενεῆς πρότερος ἀθετοῦνται ἀμφότεροι, καὶ ἀστερίσκοι παράκεινται, ὅτι τοὺς ὕστερον λεγομένους ὑπὸ τῆς Ἴριδος διʼ ἐπιείκειαν ἐνθάδε τις μετενήνοχεν· ἀναρμόστως γὰρ ὁ Ζεὺς, ὥσπερ δεδοικώς καὶ συλλυθῆναι βουλόμενος, εἰξάτω μοι, φησὶ, καθόσον εἰμὶ προγενέστερος· τὰ γὰρ τοιαῦτα τῶν δεομένων· “καί μοι ὑποστήτω ὅσον βασιλεύτερός εἰμι ἡδʼ ὅσον γενεῇ προγενέστερος” (Il. 9, 160).

169. *ὅτι Ζηνόδοτος γράφει ἐξ δαίων. ἁρμόζει δὲ μᾶλλον κατʼ Ἰδαίων· κατάβασιν γὰρ δηλοῖ.

170. *ὅτι διέσταλκε νιφάδα καὶ χάλαζαν.

171. ψυχρὴ ὑπαὶ ῥιπῆς τὸ ψυχρή ἑκατέρῳ δύναται προσδίδοσθαι· ἤτοι γὰρ ψυχρὴ ὑπὸ βορέου, ἢ πτῆται ὑπὸ βορέου.

[*](28. εἰξάτω μοι Bekkerus] εἴξατό σοι)
69

176. * κέλεται γρ. κέλευε.

178. *ὅτι πτῶσις ἤλλακται, εἰ δὲ αὐτῷ ἀντὶ τοῦ εἰ δὲ αὐτοῦ τοῖς ἔπεσι· τὸ γὰρ οἷ αὐτῷ ἐστι.

179. *καὶ κεῖνος ἐκ πλήρους τὸν σύνδεσμον Ἀρίσταρχος. *πολεμίζων Ζηνόδοτοσ διὰ τοῦ ζ.

183. ὅτι τὸ στυγέουσιν ἀπὸ μιᾶς ἀρχῆς ἐν διαφορᾷ μετάγεται, νῦν μὲν δεδίασιν, ὅταν δὲ εἴπῃ “ σμερδαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ” (Il. 20, 65), ἀντὶ τοῦ μισοῦσιν· “κατὰ δʼ ἔστυγε μῦθον ἀκούσας” (Il. 17, 694). κατεστύγνασεν, ἀπὸ τῆς κἄτι τὸ πρόσωπον στυγνότητος.

*οἱ ἀστερίσκοι, ὅτι ἐντεῦθεν μετάκεινται ἄνω, οὐχ ὑγιῶς.

187. τρεῖς γάρ τʼ ἐκ Κρόνου διὰ τῶν δύο κ γράφοντος Ἀριστάρχου ἐκ Κρόνου, οὐ κατεπείγει διαστέλλειν, ὥς τινες ἀξιοῦσιν, ἐπὶ τὸ εἰμέν. μὴ κειμένης γὰρ τῆς προθέσεως ὁμολογοῦμεν ὡς ἀμφίβολος ἦν ἡ προφορά συναπτομένη, νῦν δὲ οὐ κατεπείγει.

*οὕτως Ἀρίσταρχος διὰ τῶν δύο κ.

Ῥέα οἱ μὲν ἐκτείνουσι τὸ α, ἐπὶ δὲ τοῦ ἐπιρρήματος συστέλλουσιν· οἱ δέ φασι δεῖν συστέλλειν, ἵνα δάκτυλος γένηται, ὡς τὸ “πὺξ ἀγαθὸν Πολυδεύκεα’(Il. 3, 237) “ἀνδρόμεα κρέα” (Od. 9. 347) “εἴσατο τεύχεα.”

189. φυσικὴ φαίνεται διάταξις γεγενημένη. ὁ μὲν γὰρ τὸ ζῆν παρεχόμενος Ζεὺς ὠνόμασται, ὁ δὲ τὴν ὑγρὰν οὐσίαν ἀπὸ τῆς πόσεως Ποσειδῶν, Ἅιθης δὲ ὁ θάνατος παρὰ τὸ σκοτεινὸν καὶ ἀειδὲς τῆς τῶν ἀνθρώπων ἀπωλείας.

τριχθὰ δὲ πάντα δέδασται καὶ ἔμπροσθεν περὶ τούτου εἴρηται ἱκανῶς, ὅτε ἐλέγομεν περὶ τοῦ (18) “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω,” ἀκριβέστερον δὲ καὶ νῦν. διὰ γὰρ τούτων ὁ ποιητὴς τὴν κοσμικὴν αἰνίττεται φύσιν, Δία μὲν τὸν ἀνωτάτω ὑποτιθέμενος διάπυρον ἀέρα, Ἥραν δὲ τὸν δεύτερον· καὶ ταύτην φησὶν ὑπὸ Ὠκεανοῦ τεθράφθαι, ἐπειδὴ ἐκ τῆς τῶν ὑγρῶν ἀναθυμιάσεως γίνεται ὁ ἀήρ. [*](5. διὰ τοῦ ζ] Nam alii πολε- 16. δύο κ] β κ. μίξων. 18. δεῖν Vill.] δεῖ) [*](6. ὅτι delet Cobetus. 25. * Πορφυρίου praefixum in) [*](9. ἀπὸ τῆς—στυγνότητος] Haec aliis. aliena esse monet Lehrsius. 29. Post δεύτερον in A decem) [*](12. κ] κκ, ut saepe post δύο duae fere vocabula sunt erasa. litterae scribuntur pro una. 30. *τῶν ὑγρῶν] τῶν om.)

70
ἄκμονας δὲ γῆν καὶ θάλασσαν λέγει, χρυσοῦν δὲ δεσμὸν τὸ αἰθέριον πῦρ, ὅτι ἐν τῷ ἀνωτάτω μέρει συνῆπται αὐτῷ ὁ ἀήρ. καὶ ῥιπτόμενον τὸν Ἥφαιστον εἰς θάλασσαν, παρόσον μεταβάλλει εἰς ἄλληλα τὰ στοιχεῖα, πῦρ μὲν εἰς ἀέρα, ἀὴρ δὲ εἰς ὕδωρ. χαλκεύοντα δὲ ἐν Ὠκεανῷ, ὅτι τὰ στερρὰ τῆς διὰ ὕδατος καὶ πυρὸς ἐργασίας τυγχάνει. καὶ Ἡσίοδος Οὐρανὸν μὲν λέγει τὴν ἐκπύρωσιν, Κρόνον δὲ τὸν ἄνωθεν κρουνηδὸν ἐπιφερόμενον ὄμβρον, Ῥέαν δὲ τὴν ἐπιρρεομένην ὕδασι γῆν, ἐκτομὴν δὲ Οὐρανοῦ τὴν τοῦ πυρώδους ἐξ ὑγρῶν σβέσιν, λίθον δὲ καταπινόμενον ὑπὸ Κρόνου, ἐπειδήπερ ἡ μεταβολὴ τῶν ὑγρῶν εἰς στερρότητα πήγνυται· κρύπτεσθαι δὲ τὸν Δία διὰ τὸ τὸ ζῆν ἐπικρατεῖν τῷ τῷ χειμῶνι τοὺς καρποὺς ἀφανίζεσθαι πλεοναζόντων τῶν ὑγρῶν.

*ὅτι τὸ πάντα κατὰ παρολκὴν, ὡς “οἱ δʼ ἐννέα πάντες ἀνέσταν” (II. 7. 161).

190. * ἐπὶ τὸ αἰεί βραχὺ διασταλτέον.

192. *εὐρύν ὅτι Ζηνόδοτος αἰπύν. τοῦτο δὲ ὄρους ἐπίθετον.

193. πῶς δέ φησιν “γαῖα δʼ ἔτι ξυνὴ καὶ μακρὸς Ὄλυμπος;” Κράτης ἐν δευτέρῳ Ὁμηρικῶν καὶ Στησίμβροτος πάντα οὕτως δέδασται.

κοινὴ ὅλων τῶν στοιχείων ἡ γῆ, καθότι ἐν αὐτῇ εὑρίσκεται καὶ τὰ λοιπὰ τρία στοιχεῖα· τὸ γὰρ ὕδωρ αὐτῇ συνεσφαίρωται, καὶ πυρὸς ἀναδόσεις περὶ αὐτὴν γίγνονται, ὥσπερ κατὰ τὴν Αἴτνην ἐν Σικελίᾳ καὶ περὶ τοὺς Ἡψαίστου κρητῆρας, ὁμοίως δὲ καὶ περὶ Κράγον Λυκίας καὶ ὅσα τοιαῦτα. ὁμοίως δὲ καὶ ὁ ἀὴρ περὶ αὐτήν ἐστι. καλῶς δὲ καὶ τὸν Ὄλυμπον κοινόν φησιν, ἐπεὶ καὶ ὁ Ὄλυμπος τὴν γένεσιν ἐκ τῶν τεσσάρων κέκτηται στοιχείων. ἡ διπλῆ δὲ ὅτι συναφὴς τῇ γῇ Ὄλυμπος ὡς ἂν ὄρος. τὸ δὲ ὅμοιον πεποίηκε καὶ ἐν Ὀδυσσείᾳ “ναιετάω δʼ Ἰθάκην εὐδείελον, ἐν δʼ ὄρος αὐτῇ” (Od. 9 21)· κεχώρικε γὰρ τὸ ὄρος τῆς Ἰθάκης, οὐχ ὡς μὴ ὂν ἐπʼ αὐτῆς, καθάπερ καὶ τὸν Ὄλυμπον ἐπίγειον ὄντα τῆς γῆς· εἰ γὰρ ὁ αὐτὸς τῷ οὐρανῷ ἡ μέρος ἐπουράνιον, οὐκ ἂν κοινὸς, ἀλλʼ ἴδιος τοῦ Διός.

[*](5. στερρὰ] στερεὰ 16. ὄροῦς] ὄῥ)[*](6. * Ὄὐρανὸν μὲν] μἐν οὐρανὸν 23. Κράγον Usenerus] κέραγον)[*](8. *ὕδασι γῆν] ὕδασιν, omisso 25. Ὄλυμπος Wachsmuth. de Cratete Mallota p. 45] οὐρανὸς)[*](11. *τῷ τῷ] τὸ τῷ 28. ναιετάω] ναίετʼ ἀνα)[*](12. *τῶν] om.)
71