Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

194. τῷ ῥα καὶ οὔτι διὸ οὐκ ἂν κατὰ τὴν αὐτοῦ γνώμην βιώσομαι, ἀλλὰ κατὰ τὴν ἐμαυτοῦ. Δημήτριος δὲ ἀποβήσομαι, εἴξω· οὕτως ἔχειν καὶ τὸ “οὐ γάρ μοι δηρὸν βέῃ” (Il. 16, 852), οὐ προβήσῃ κατὰ τὸ ζῆν πολὺν χρόνον.

196. χερσὶ δὲ μή τί με ὁ νοῦς, μηδὲ ὡς χερσὶ κακὸν ὄντα εἰς δέος ἀγέτω· ἢ ὡς κακὸν ὄντα εἰς τὸν διὰ χειρῶν ἀγέτω πόλεμον· ἢ ὡς χερσὶν ὑπερέχων.

197. κέρδιον εἴη Ἀρίσταρχος βέλτερον εἴη· οἱ δὲ εἰκαιότεροι γράφουσι κέρδιον εἴη· Ἀριστοφάνης κάλλιον εἴη.

199. οἵ ἑθεν ἡ ἕθεν νῦν ἀπόλυτός ἐστι καὶ ἐγκλιτική· διὸ τὸ οἱ ἄρθρον ὀξυτονοῦμεν.

204. οἶσθʼ ὡς πρεσβυτέροισιν ὅτι τοῦτο παρʼ ἑαυτῆς προσέθηκεν ἡ Ἶρις. καὶ τὰ ἐν τοῖς ἐπάνω οὖν οὐχ ὑπὸ Διὸς εἴρηται “καὶ γενεῇ πρότερος” (182).

207. *εἰδῇ Ζηνόδοτος διὰ τοῦ π εἴπῃ.

209. ὁμῇ περισπαστέον κατὰ δοτικὴν πτῶσιν, ὁμοίως ἐπιθετικῷ τῷ θερμῇ· καὶ γὰρ ὁμός αὐτοῦ τὸ ἀρσενικὸν ὁμοίως κατʼ ὀξεῖαν τάσιν (“οὐ γὰρ πάντων ἦεν ὁμὸς θρόος Il. 4, 437)· καὶ τὸ οὐδέτερον “ἦ μὰν ἀμφοτέροισιν ὁμὸν γένος” (Il. 13, 354). παράκειταί τε τὸ ἐπίρρημα τὸ εἰς ως λῆγον περισπώμενον ὡς θερμῶς· “ὁμῶς δέ τοι ἤπια οἶδεν” (Od. 13, 405).

211. *Ἀρίσταρχος νῦν μέν γε· ἄλλοι δὲ νῦν μέν κε.

212. ἄλλο δέ τοι ἐρέω ἀπὸ τούτου ἕως τοῦ “ἴστω τοῦθʼ ὅτι νῶϊν”(217) ἀθετοῦνται στίχοι ἓξ, ὅτι εὐτελῆ τὰ κατὰ τὴν σύνθεσιν καὶ τὰ κατὰ τὴν διάνοιαν. προειπὼν γὰρ “νεμεσσηθεὶς ὑποείξω, οἱονεὶ μεταμεληθεὶς ἐπιφέρει ἀπειλήσω. ὅ τε Ποσειδῶν ἐπίσταται ὅτι οὐκ εἰς τέλος φείσεται τῆς πόλεως, ἀλλʼ ὅσον μόνον ἕνεκα τοῦ τιμῆσαι τὸν Ἀχιλλέα ἐπαμύνει τοῖς Τρωσίν. τά τε τῶν θεῶν ὀνόματα μετενήνοχέ τις ἀπὸ τῆς θεομαχίας (Il. 21) συναθροίσας τῶν ἐναντιουμένων τοῖς βαρβάροις θεοῖς, οὐκέτι ἐπιστήσας ὡς οὔτε τῷ Ἑρμῇ οὔτε τῷ Ἡφαίστῳ ἔμελεν ἰδίᾳ τὰ τῆς πορθήσεως, ἀλλʼ ἕνεκα τῆς ἀντικαταστάσεως μόνον παρείληφεν αὐτούς.

214. Ἥρης Ἑρμείω τε τινὲς Ἥρης Ἡφαίστου τε καὶ Ἑρμείαο.

[*](2. *ἐμαυτοῦ] ἑαυτοῦ 23. Obelus praefixus.)[*](8. In marg. inter. Ἀρίσταρχος 31. Ἑρμῇ] ἑρμεῖ βέλτερον εἴη)
72

* Ἑρμείω Ἰωνικὴ γενικὴ παθοῦσα· εἰ γὰρ ὑγιὴς, ἔσται Ἑρμείεω ὡς Ἀτρείδεω.

215. πεφιδήσεται ἀπὸ τοῦ φείδω φιδῶ, ὡς πείθω πιθῶ, τεύχω τύχω· “τύχησε γὰρ ἐρχομένη νηῦς” (Od. 19, 291).

223. * ὅτι ἀφʼ ἑαυτοῦ ὁ Ζεὺς θάλασσαν δῖαν καλεῖ.

225. οἵπερ νέρτεροί εἰσιν ὅτι Ζηνόδοτος γράφει οἵπερ νέρτατοι. πρὸς οὐδὲν δὲ τὸ ὑπερθετικὸν μετάκειται· τοῦ γὰρ κατωτέρου κατώτερος οὐδείς ἐστιν. ἐνερτέρους δὲ καλεῖ καὶ οὐρανίωνας καὶ ὑποταρταρίους καὶ Τιτᾶνας τοὺς περὶ Κρόνον θεούς.

226. οἷ αὐτῷ ὁ Ἀσκαλωνίτης ἀξιοῖ ἐγκλιτικῶς ἀναγινώσκειν, ἐπεὶ ἀπὸ προσώπου ἐπὶ πρόσωπον ἡ ἀναφορὰ καὶ εἰς ἀπλῆν ἡ μετάληψις· ἀντὶ γὰρ τῆς αὐτῷ δισυλλάβου. ἄμεινον δὲ πείθεσθαι τοῖς περισπῶσι διὰ τὸ ἤδη διαστολὴν γεγενῆσθαι διὰ τῆς ἐμοί· τὸ γὰρ ἑξῆς τοιοῦτόν ἐστιν ἐμοὶ καὶ αὐτῷ ἔπλετο, ὥστε ἀπὸ κοινοῦ λαμβάνεσθαι τὸ ἔπλετο ῥῆμα. ὁμοίως δὲ καὶ ἐπʼ ἐκείνου κατʼ ὀρθὸν τόνον ἀνέγνωμεν τὴν οἷ “Μέντορ, μή σʼ ἐπέεσσι παραιπεπίθῃσιν Ὀδυσσεὺς μνηστήρεσσι μάχεσθαι, ἀμυνέμεναι δὲ οἷ αὐτῷ” (Od. 22, 213)· καὶ τὸ ἑξῆς ἐστὶ τοιοῦτον, μὴ πεισάτω σε Ὀδυσσεὺς ἡμῖν μάχεσθαι, αὐτῷ δὲ ἀμύνειν. καὶ καθόλου ἡ οἷ ὁπότε προηγεῖται τῆς αὐτός ἀντωνυμίας κατὰ δοτικὴν πτῶσιν, ὀρθοτονεῖσθαι θέλει, εἴτε εἰς ἀπλῆν εἴη ἡ μετάληψις εἴτε καὶ εἰς σύνθετον. διὸ μεμπτέον ἐκείνην τὴν ἀνάγνωσιν “ἀλλά οἱ αὐτῷ Ζεὺς ὀλέσσῃ” (Od. 4, 667)· ἐχρῆν γὰρ διὰ τὴν ἐπιφερομένην ἀντιδιαστολὴν κατʼ ὀρθὸν τόνον ἀναγινώσκεσθαι.

229. * λάβ’ αἰγίδα ὅτι τοῦ Διὸς ἡ αἰγὶς ὅπλον· Ἀπόλλωνι γοῦν δίδωσιν.

Κρόνος χρησμὸν λαβὼν ὅτι ὁ ἴδιος αὐτὸν τῆς βασιλείας μεταστήσει υἱὸς, τὰ γεννώμενα κατέπινεν. Ῥέα δὲ τεκοῦσα Δία Κρόνῳ μὲν λίθον ἀντʼ αὐτοῦ σπαργανώσασα ἔδωκε καταπιεῖν, τὸ δὲ παιδίον εἰς Κρήτην διακομίσασα ἔδωκε τρέφειν Θέμιδι καὶ Ἀμαλθείᾳ, ἢ ἦν αἴξ. ταύτην οἱ Τιτᾶνες ὁπότε θεάσαιντο, ἐφοβοῦντο. αὕτη δὲ τοὺς [*](3. *φιδῶ] om. 29. *μὲν λίθον ἀντʼ αὐτοῦ] μὲν) [*](7. κατώτερος Bekkerus] κατώ- αὑτοῦ λίθον) [*](30. *Ἀμαλθείᾳ] ἀμαλθία) [*](8. δὲ Bekkerus] δὲ καὶ 31. ὁπότε] ὁπόταν) [*](25. Hoc scholion legitur post *θεάσαιντο] ἐθεάσαντο scholia versus 187.)

73
ἑαυτῆς μαζοὺς ἐπέχουσα ἔτρεφε τὸ παιδίον. αὐξηθεὶς δὲ ὁ Ζεὺς μετέστησε τῆς βασιλείας τὸν πατέρα. πολεμούντων δὲ αὐτὸν τῶν Τιτάνων Θέμις συνεβούλευσε τῷ τῆς Ἀμαλθείας δέρματι σκεπαστηρίῳ χρήσασθαι· εἶναι γὰρ αὐτὴν ἀεὶ φόβητρον. πεισθεὶς δὲ ὁ Ζεὺς ἐποίησε καὶ τοὺς Τιτᾶνας ἐνίκησεν. ἐντεῦθεν αὐτόν φασιν αἰγίοχον προσαγορευθῆναι.

230. τῇ μάλʼ ἐπισσείων, φοβέειν ἥρωας Ἀχαιῶν ὅτι ἥρωας καλεῖ, καὶ οὐ μόνον τοὺς βασιλέας, ὡς Ἴστρος.

231. σοὶ δʼ αὐτῷ μελέτω ἀπὸ τούτου ἕως τοῦ (235) “ὥς κε καὶ αὖτις Ἀχαιοί” ἀθετοῦνται στίχοι πέντε, ὅτι ἄκαιροι οἱ λόγοι, ἐπὶ τοσοῦτον ἔγειρε τὸν Ἕκτορα ἕως ἐπὶ τὰς ναῦς φύγωσι· μετὰ δὲ ταῦτα ἐγὼ βουλεύσομαι ὡς δεῖ τοὺς φεύγοντας ἀναπνεῦσαι. καὶ ἄκαιρος ἡ πρόρρησις, καὶ οὐ κεχαρισμένη τῷ Ἀπόλλωνι.

*καὶ παρὰ Ἀριστοφάνει ἠθετοῦντο.

232. ὄφρ’ ἄν Ἀρίσταρχος τόφρʼ ἂν Ἀχαιοί, μετὰ τοῦ τ.

240. * οὕτως Ἀρίσταρχος διὰ τοῦ ε ἐσαγείρετο, παρατατικῶς. ἄλλοι δὲ ἐσαγείρατο διὰ τοῦ α.

241. ὀρθοτονητέον τὴν ἕ· μεταλαμβάνεται γὰρ εἰς σύνθετον τὴν ἑαυτόν. ἡ διπλῆ δὲ, ὅτι τὸ γινώσκων ἴσον ἐστὶ τῷ ἀναλεγόμενος καὶ ἀναμιμνησκόμενος τῆς ἑκάστου ὄψεως, οὐκ ἐκ προχείρου γινώσκων, ἀλλʼ οἷον ἀναγνωρίζων. καὶ κατʼ ὀρθὸν τόνον ἀναγνωστέον, ἀμφὶ ἓ γινώσκων· ἔστι γὰρ εἰς ἑκάτερον ἑαυτοῦ μέρος σκοπῶν.