Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

363. * βέλτιον μετὰ τὸ νηπιέῃσιν ὑποστικτέον.

365. Ἀρίσταρχος δασύνει, ἀπὸ τῆς ἕσεως τῶν βελῶν· οἱ δὲ περὶ τὸν Κράτητα ψιλῶς, ἀπὸ τῆς ἰάσεως· καὶ οὕτως ἐπείσθησαν οἱ γραμματικοὶ πρὸς διάφορον ἐτυμολογίαν διαφόρως ἀναγινώσκειν. ἀγνοοῦσι δὲ ὅτι ὁ χαρακτὴρ μάχεται· ἀεὶ γὰρ τὸ η πρὸ φωνήεντος ψιλοῦται, ἠώς ἤϊα. ταύτῃ καὶ τὸ “ἥτε ξείνων θέμις ἐστί” (Od. 9, 268) δασύνεται, τὸ δὲ ἠΰτε ψιλοῦται· καὶ τὸ ἕως δασύνεται, τὸ δὲ ἠώς ψιλοῦται· καὶ τὸ ἥλιος δασύνεται, τὸ δὲ ἠέλιος ἐψιλώθη. ὥστε εἴτε ἐκ τοῦ ἥϊος δασυνομένου ἐστὶν εἴτε ἐκ τοῦ ψιλουμένου, μόνως ψιλωτέον.

376. * ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ ὑπὸ Τρώων.

377. ὣς ἔφατʼ εὐχομενος, μέγα δʼ ἔκτυπε ὅτι Ζηνόδοτος γράφει μέγα δʼ ἔκλυε. οὐχ ὑπήκουσε δὲ αὐτοῖς ὥστε πεισθῆναι, ἀλλὰ κατʼ αὐτῶν ἐγένετο.

382. νηὸς ὑπὲρ τοίχων οὐκ ἀναγκαῖόν ἐστιν ἀναστρέφειν τὴν πρόθεσιν, ἀλλὰ συντάσσειν τῇ τοίχων γενικῇ.

385. ἵππους δʼ εἰσελάσαντες πρὸς τὴν ἰδιότητα τῆς μάχης, ὅτι οἱ μὲν ἐπιβεβηκότες ταῖς πρύμναις τῶν νεῶν, οἱ δὲ ἀποστρέψαντες τὰ ἅρματα ἐπὶ τῶν δίφρων, ἵνʼ ᾖ ἀπʼ ἴσου. βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ εἰσελάσαντες πρὸς τὸ σαφέστερον.

389. ναύμαχα οὕτως ὡς θαύματα. ἐξαιρέτως δὲ τὰ παρὰ ῥῆμα οὐδέτερα σύνθετα μονογενῆ, εἰς ον περατούμενα, προπαροξύνεται, χαρτότομον χειρόγραφον ἀκρατόφορον· οὕτως “ναύμαχον ἐν παλάμῃσιν” (677), ἵνα εἶδος δόρατος νοηθῇ ἐν διαφόρῳ μεγέθει.

391. * ὅτι ἅπαξ ἐνταῦθα ἐν τῇ Ἰλιάδι τὸ λόγοις.

[*](12. ἥτε Bekkerus] ἤϊε. 32. ὅτι addidit Cobetus. Sic)[*](13. τὸ δὲ ἠΰτε Lehrsius] τὸ δἐ ἡώς ὅτι ἅπαξ ἐνταῦθα ad v. 410 et)[*](21. ἐγένετο] ἡ βροντή vel τὸ τέρας alibi. addit Friedl.)
79

394. *ἔν τισιν ἀκέσματʼ· οὕτως δὲ καὶ Ἀρίσταρχος. διχῶς οὖν.

φάρμακʼ ἀκήματʼ τὸ πλῆρες, φάρμακα, εἶτα ἀκήματα· παρὰ γὰρ τὸ ἀκέσασθαι τὸ ἀκήματα ἐσχημάτισται· εἴρηται δὲ ἡμῖν ἐν ἑτέροις διότι καὶ ἡ ἄκεσις καὶ τὸ “ἀκεσταί τοι φρένες ἐσθλῶν” (Il. 13, 115). τὸ ε ἔχει κατὰ τὴν παραλήγουσαν.

395. * ὅτι ἐλλείπει ἡ ἐπί, ἐπὶ τεῖχος.

398. *ἔπος ηὔδα οὕτως Ἀρίσταρχος, ἔπος ηὔδα.

403. οἱ ὅτι οὕτως εἴρηκεν, αὐτῷ τὸν θυμὸν ὀρίνω, ἀντὶ τοῦ εἰ αὐτοῦ τὸν θυμὸν ὀρίναιμι.

405. τὸν μὲν ἄρʼ ὣς εἰπόντα πόδες φέρον ὅτι οἱ πόδες αὐτὸν ἔφερον, οὐκ αὐτὸς τοὺς πόδας. ἡ δὲ ἀναφορὰ πρὸς Ζηνόδοτον γράφοντα (Il. 6, 511) “ῥίμφʼ ἑὰ γοῦνα φέρει.”

407. παυροτέρους περ ἐόντας ὅτι σαφῶς οἱ Τρῶες ἐλάττονες συνίστανται τῶν Ἑλλήνων, καὶ τῶν ἐπικούρων ἐξεληλυθότων.

409. * οὐδὲ νέεσσιν ἐν ἄλλῳ ἠδὲ νέεσσιν.

410. στάθμη ἐργαλεῖον τεκτονικὸν, ἡ καὶ κατευθυντηρία λεγομένη· ἐξιθύνει δὲ ἴσον ποιεῖ, ἐξορθοῖ· τούτῳ δὲ κανονίζεται τὰ ξύλα. ἔστι δὲ σχοινίον λεπτὸν ἐρυθρῷ ἢ μέλανι χρώματι βεβαμμένον.

412. εὖ εἰδῇ σοφίης ἔμπειρος ᾖ τεκτονικῆς· τὸ γὰρ παλαιὸν πᾶς τεχνίτης σοφὸς ὠνομάζετο συγκεχυμένῳ ὀνόματι. ὕστερον δὲ Πυθαγόρας τοῦτο μεμψάμενος σοφὸν μὲν μόνον τὸ θεῖον εἶπεν ὀνομάζεσθαι, καὶ φιλοσοφίαν μόνην τὴν ἔχουσαν τὸ τέλειον καὶ ἄπταιστον.

εὖ εἰδὼς σοφίης * ὅτι ἅπαξ ἐνταῦθα σοφίαν ὠνόμασε τὴν τεκτονικὴν τέχνην.

414. ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ὅτι ἐκ τούτου διεσκεύασται ὁ τῆς τειχομαχίας στίχος (Il. 12, 175) “ἄλλοι δʼ ἀμφʼ ἄλλῃσι μάχην ἐμάχοντο πύλῃσι.”

417. Ἀρίσταρχος χωρὶς τοῦ σ γράφει νῆα· προεῖπε γὰρ “τὼ δὲ περὶ μιᾶς νηὸς ἔχον πόνον.”

* Ἄρίσταρχος νῆα, ἄλλοι δὲ νῆας.

419. λυτίοιο ὅτι οὗτος ὁ Κλυτίος ἐστὶν ἀδελφὸς Πριάμου· [*](1. διχῶς οὖν Cobetus] χ οὖν. Idem 19. βεβαμμένον (*κεχρισμένον)] compendium vol. 1 p. 409, 23, sed βεβαμμένῳ loco alieno. 21. *ἦ] om.)

80
“Λαομέδων δʼ ἄρα Τιθωνὸν τέκετο Πρίαμόν τε Λάμπον τε Κλυτίον τε” (Il. 20, 238).

Καλήτωρ ἀνεψιὸς Ἕκτορος· ἔστι δὲ καὶ ἕτερος Κλυτίος ὁμώνυμος· “καὶ Δόλοπα Κλυτίδην” (Il. 11, 302).