Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

309. * δεινὴν, ἀμφιδάσειαν διασταλτέον καθʼ ἕν· ἔμφασις γὰρ μᾶλλον.

ἀμφιδάσειαν πανταχόθεν τετριμμένην. οἱ μὲν ἀμφίμαλλον, οἱ δὲ κύκλῳ δασεῖαν, διὰ τοὺς θυσάνους. ὑφʼ ἓν δὲ τὸ ὄνομα.

τρίτη ἀπὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ χαλκοβάρεια. ὅτι δὲ οὐχ, ὡς οἴεται ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων, σύνθετόν ἐστιν, ἀλλὰ παρασύνθετον, εἴρηται ἡμῖν ἐν τῷ περὶ τοῦ ἠριγένεια.

310. Ἥφαιστος Διὶ δῶκε ὅτι σαφῶς Διὶ ἐσκεύασται ἡ αἰγὶς, καὶ οὐκ ἔστιν Ἀθηνᾶς, καθὼς οἱ νεώτεροι ποιηταὶ λέγουσιν.

316. *χρόα λευκὸν ὅτι ἀντὶ τοῦ χροὸς λευκοῦ. ἐπαυρεῖν ἐπιτυχεῖν. ὡς ἐπὶ πᾶν δὲ λευκόχροες οἱ παλαιοί.

317. λιλαιόμενα ἐφιέμενα, ἐπιθυμοῦντα τῶν ἐφʼ σὓς ἐβάλλετο ἐν τῇ διὰ μέσου γῇ ἐπήγνυτο. ἔστι δὲ λῶ λαίω ὡς κερῶ κεραίω, εἶτα λιλαίω.

320. κατενῶπα Ἀρίσταρχος ὡς κατὰ δῶμα, ἀπʼ εὐθείας τῆς ὣψ, ἥτις αἰτιατικὴν ἔχει τὴν ὦπα. ὁ δὲ Ἀλεξίων καὶ οἱ πλείους ὡς κατέναντα, οἷς καὶ βέλτιον πείθεσθαι, ἵνα ᾖ ἀπὸ τοῦ κατενώπια κατὰ συγκοπὴν κατένωπα, ὡς μηρία μῆρα, σιτία σῖτα. ἔνεστι μέντοι βοηθῆσαι καὶ τῷ Ἀριστάρχῳ οὕτως, ὡς ἐνωπή ἡ πρόσοψις (“ὡσεί τι κακὸν ῥέζουσαν ἐνωπῇ Il. 5, 374), παρʼ ἥν ἐστιν αἰτιατικὴ ἐνωπήν. ὃν οὖν τρόπον τὴν ἰωκὴν ἰῶκα εἶπε μεταπλάσας, οὕτως καὶ τὴν ἐνωπὴν ἐνῶπα προπερισπωμένως. ὑποστιγμὴ δὲ κατὰ τὸ [*](1. μύκην Bekk.] μυκῆν Zenod. p. 131.) [*](3. μύξαν (ex Arato)] μοῖραν 14. κύκλῳ δασεῖαν Schaeferus ad) [*](8. βιβῶν] Haec aliorum scrip— Greg. p. 890] κυκλοδάσειαν. tura est: Aristarchus βιβάς hic ut 25. In marg. inter. Ἀρίσταρχος alibi scripserat. V. Duentzer. προπερισπᾷ κατενῶπα)

77
τέλος τοῦ στίχου καὶ σεῖσ’, τοῦ δέ περιττεύοντος, τοῖσι δὲ θυμόν.

330. τὸν μὲν οιωτῶν ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντηκεν· ὁ γὰρ Ἀρκεσίλαός ἐστι Βοιωτός.

*γρ. καρτεροθύμων.

333. ὅτι τὸ Ὀϊλεύς σὺν τῷ ο, καὶ ὅτι πρὸς τὸ πρότερον ἀπήντηκε παρὰ τὸ ἔθος, καὶ ἐξ ὀνόματος ἐπανέλαβεν.

335. ἐν Φυλάκῃ αὕτη πόλις Θεσσαλίας. βαρυτόνως δὲ ἀναγνωστέον ὡς Ἰθάκη, ὡς πρὸς ἀντιδιαστολὴν τοῦ δεσμωτηρίου.

336. *ὅτι γνωτὸς ὁ ἀδελφὸς, καὶ Ἐρίωπις ὄνομα κύριον.

338. Σφήλοιο ὡς φίλοιο. ἔστι δὲ καὶ κανὼν ὡς τὰ εἰς λος δισύλλαβα, τῷ η παραληγόμενα, κύρια ὄντα βαρύνεσθαι θέλει, Τῆλος Μῆλος Βῆλος· οὕτως οὖν καὶ Σφῆλος. τὰ μέντοι προσηγορικὰ ὀξυτονεῖται, πηλός χηλός, καὶ βαρύνεται, ὡς δῆλος τὸ ἐπιθετικὸν καὶ ἧλος καὶ ζῆλος, περὶ ὧν εἰρήσεται ἡμῖν ἐν τοῖς περὶ καθολικῆς προσῳδίας.

339. Μηκιστῆ ὁμοίως τῷ “ἔνθʼ αὖτ’ ἀγγελίην ἔπι Τυδῆ στεῖλαν Ἀχαιοί” (Il. 4, 384). καὶ ἤτοι ἀπεκόπη ἡ Μηκιστῆα αἰτιατικὴ, ἢ Δωρικῶς κέκλιται, ὅπερ μοι δοκεῖ.

343. ὄφρʼ οἱ τοὺς ἕως οὗ αὐτοὶ τούτους ἐσκύλευον, ἀφαιρούμενοι αὐτῶν τὰ ᾑμαγμένα ὅπλα.

346. Ἕκτωρ δὲ Τρώεσσιν ἐκέκλετο ἡ συνήθεια συνάπτει καὶ τὸ νηυσὶν ἐπισσεύεσθαι, ἵνα ἡ μετάβασις ᾖ ἀπὸ τοῦ διηγηματικοῦ ἐπὶ τὸ μιμητικόν· “ὃν δʼ ἂν ἐγὼν ἀπάνευθε” (Il. 8, 10).

347. νηυσὶν ἐπισσεύεσθαι ὅτι Ζηνόδοτος γράφει ἐπισσεύεσθον. συγχεῖται δὲ τὸ δυϊκὸν κατὰ πλειόνων τασσόμενον.

350. * λελάχωσι ἀντὶ τοῦ λαχεῖν ποιήσουσιν.

351. ἀλλὰ κύνες ἐρύουσι ἡ διπλῆ, ὅτι ἐνεστῶτι ἀντὶ μέλλοντος κέχρηται, ἐρύουσιν ἀντὶ τοῦ ἐρύσουσι. τρίτη δὲ ἀπὸ τέλους ἡ ὀξεῖ ἐπὶ τὸ ἐρύουσι. εἴρηται δὲ περὶ τῆς προσῳδίας ἐν τῇ A (454).

356. ποσσὶν ὅτι Ζηνόδοτος γράφει χερσίν. εὐλογώτερον δὲ μὴ κατακύπτειν τὸν θεὸν, ἀλλὰ τοῖς ποσὶ συγχεῖν.

[*](15. ἦλος] ἧλος 22. Scholion in fine, ut videtur,)[*](19. δοκεῖ] καὶ ἄμεινον addidit defectum: v. Friedl. Nic. p. 237. Bekkerus.)
78

359. ἐπεκτέταται τὸ ᾗσιν· ἀντὶ γὰρ τοῦ ᾗ ἐστὶν ὑποτακτικοῦ, ὅπερ ἡ συνήθεια λέγει μετὰ προθέσεως ἀφῇ. διὸ καὶ μετὰ τοῦ ι γράφεται καὶ δασύνεται· ἀπὸ γὰρ τοῦ ἵημι δασυνομένου κέκλιται.

360. τῶν τετηρημένων ἐστὶ καὶ αὕτη ἡ στιγμὴ ἐπὶ τοῦ ὀκτωκαιδεκάτου χρόνου· ὀλίγαι δʼ εἰσὶ παῤ Ὁμήρῳ τοιαῦται.

361. *στικτέον ἐπὶ τὸ ἐρίτιμον· λείπει δὲ τὸ ἦν.