Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

428. *ὅτι ἀγῶνι τῷ ἀθροίσματι τῶν νεῶν, ὅ ἐστι τῷ ναυστάθμῳ.

431. Κυθήριον ἀπὸ Κυθήρων· Κύθηρα δὲ νησίδιον τῆς Λακωνικῆς, Ἀφροδίτης ἱερὸν, ἔνθεν καὶ Κυθέρειαν ὀνομάζουσι τὴν θεόν. τὸ ἑξῆς, Λυκόφρονα ἔβαλε κεφαλὴν ὑπὲρ οὔατος, τὰ δὲ ἄλλα ὡς διὰ μέσου διορθωτέον.

432. Κυθήροισι ὅτι ἐλλείπει ἡ ἐν· ἔστι γὰρ ἐν Κυθήροις. καὶ ὅτι ἀπόδειξις τοῦ συνεσταλμένως ἐκφέρειν τὸ κατέκτα· καὶ ἐν Ὀδυσσείᾳ (11, 409) “ἔκτα σὺν οὐλομένῃ ἀλόχῳ.”

437. ἄξιον ἀποδέξασθαι τὴν συνήθειαν μετὰ τὸ πέπον στίξασαν, καὶ μὴ μετὰ τὸν δή σύνδεσμον.

437, 438. *ὅτι παραλλήλως καὶ διδασκαλικῶς ἡ διαφορὰ τοῦ νῶϊν καὶ νῶϊ.

439. ἶσα φίλοισι τοκεῦσιν ὅτι Ζηνόδοτος γράφει ἶσα φίλοισι τέκεσσιν. οὐχ ἁρμόζει δὲ τοὺς περὶ τὸν Αἴαντα νέους ὄντας λέγειν τέκεσσιν· πρὶν γὰρ παιδοποιήσουσιν ἐστρατεύσαντο.

441. ὅτι τόξον λέγει οὐ τὸ σκεῦος τὸ πολεμικὸν, ἀλλὰ τὴν τοξικὴν τέχνην.

444. ἰοδόκον πιθανώτερον Ἀλεξίων παροξύνει, ὡς ξεινοδόκον, ἐπεὶ αὐτὴ ἡ φαρέτρα δέχεται καὶ ἔστιν ἐνεργητικόν. προπαροξυτόνως τινὲς τὸν δεχόμενον ἰοὺς, ξεινοδόκον δὲ τὸν ξενίζοντα παροξυτόνως, ἢ τὸν ξένους δοκεύοντα. καὶ Ἄτταλος δὲ παροξύνει.

445. Κλειτός ὄνομα κύριον· ὀξυντέον δὲ ὁμοίως τῷ ἐπιθέτῳ, ἐπειδὴ κόσμου ἐστὶ τὸ ἐπίθετον.

449—451. Ἕκτορι καὶ Τρώεσσι ἀθετοῦνται στίχοι γ' καὶ ἀστερίσκοι παράκεινται, ὅτι ἐπὶ Ἱπποθόου τοῦ ἐπικούρου ἁρμόζει ἐν τῇ P (291) “ Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος,” ἐπὶ δὲ τούτου, καθάπερ νῦν, οὐχ ἁρμόζει· οὐ γὰρ Ἕκτορι χαριζόμενος, ἀλλʼ ἑαυτῷ καὶ πατρί. καὶ τὰ τῆς πληγῆς ἀνακόλουθα· πῶς γὰρ ὁ ἀντίον ἡνιοχῶν ἐπὶ τὰ ὄπισθε κατὰ τὸν αὐχένα τύπτεται; ὕστερον δὲ ἐν τοῖς περὶ τοῦ ναυστάθμου [*](1. Πρίαμόν τε] πριάμοιο 28. Asteriscus cum obelo prae- 5. ὅ] om. Fixus.) 23. αὐτὴ Lehrsius] αὕτη[*]( 29 P])

81
ἀπολογεῖται· τὸν γὰρ ἡνίοχόν φησιν ἀπεστράφθαι πρὸς τὸ πεδίον καὶ τοὺς ἵππους, τὸν δὲ παραιβάτην πρὸς τὰς ναῦς ἐπὶ τοῦ δίφρου, ἵνα ἀπὸ τοῦ ἴσου γένηται ἡ μάχη. ἔστι δὲ καὶ ἀλλαγὴν πτώσεως νοῆσαι, ἀντὶ τοῦ αὐχένος ὄπισθεν.

450. *διχῶς Ἀρίσταρχος, καὶ ἱεμένῳ καὶ ἱεμένων.

459. * Ζηνόδοτος μάχης, ἄλλοι δὲ μάχην· καὶ Ἀριστοφάνης δὲ μάχην.

462. * ὅτι ἐνήλλακται ἡ πτῶσις, Τεῦκρον ἀντὶ τοῦ Τεύκρου.

463. ἐυστρεφέα οὐκ ἀναγκαῖον ἐκτείνειν τὸ α· ἀπήρτισε γὰρ εἰς μέρος λόγου ὁμοίως τῷ “ἀμφηρεφέα τε φαρέτρην” (Il. 1, 45).

464. ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι ἵτι πτώσεως γέγονεν ἐναλλαγὴ, δοτικὴ ἀντὶ γενικῆς, ἐρύοντι ἀντὶ τοῦ ἐρύοντος τὴν νευρὰν ἐπὶ τούτῳ.

467. *ὣ πόποι ἐν ἄλλῳ ὦ πέπον.

470. ἀμφότερα γράφεσθαί φησιν ὁ Ἀρίσταρχος, πρῴην καὶ πρώϊον, ταυτὸν δὲ ἐξ ἑκατέρου σημαίνεσθαι. εὕρομεν δὲ καὶ ἐΰστροφον γεγραμμένον, καὶ ἔχει τινὰ ἐπίτασιν.

ὅτι Ζηνόδοτος γράφει πρῴην· ἔμφασις δὲ γίνεται πλείονος χρόνου. τὸ δὲ πρώϊόν ἐστι πρωίας· καὶ γὰρ γέγονεν οὕτως· τῇ πρὸ ταύτης ἡμέρᾳ “ῥῆξε δέ οἱ νευρὴν, νάρκησε δέ” (Il. 8, 328), ὥστε εὔλογον τῇ ἑξῆς ἐκείνης πρωίας ἐνῆφθαι.

476. *ὅτι ἀσπουδί χωρὶς κακοπαθείας.

480. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ ὅτι πρότερον τὴν ἀσπίδα εἴληφεν, εἶτα τὴν περικεφαλαίαν· ὁ δὲ Ζηνόδοτος ἐνήλλαχεν ἐπὶ τῆς Ἀλεξάνδρου μονομαχίας (Il. 3, 334).

ὅτι οὐκ εἶχον κόρυθας οἱ τοξόται. καὶ ἐπὶ τῶν Λοκρῶν “οὐ γὰρ ἔχον κόρυθας χαλκήρεας” (Il. 13, 714).

488. νῆας ἀνὰ γλαφυράς βέλτιον τοῦτο τοῖς ἄνω συνάπτειν· προτρέπει γὰρ αὐτοὺς ἐπὶ τὰς ναῦς ὁρμᾶν.