Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

203. * Ῥείης διὰ τοῦ ᾱ Ῥείας αἱ Ἀριστάρχου. οὕτως καὶ Ἀριστοφάνης.

205-207. τοὺς εἶμʼ ὀψομένη ὅτι νῦν καλῶς λέγονται, ἐν δὲ τοῖς κάτω πρὸς τὸν Δία (303) οὐκέτι.

206. * ὅτι παραλλήλως δηρόν καὶ χρόνον.

208. κείνω κείνων σὺν τῷ ν Ἀριστοφάνης καὶ Ζηνόδοτος. Ἀρίσταρχος δὲ ὁμηρικώτερόν φησιν εἶναι, εἰ κείνους παραπείσασα τὴν ψυχήν· ἐγχωρεῖν δὲ καὶ μετὰ τοῦ ν, εἰ κείνων τὸ κῆρ πείσασα. οὐ δεῖ δὲ ξενίζεσθαι ἐπὶ ταῖς τῶν πτώσεων ἐναλλαγαῖς.

209. εἰς εὐνὴν ἀνέσαιμι ὁμωθῆναι ὅτι τὸ ὁμωθῆναι οὐκ ἔστιν ὁμοιωθῆναι, ἀλλʼ ὁμόσε ἐλθεῖν φιλότητι. δασυντέον δὲ τὸ ο, ὡς χρυσωθῆναι δὲ ἀναγνωστέον.

[*](5. οὕτως addidit Lehrsius. 21. οἵ μʼ ἐν] οἵ με: sed in marg.)[*](14. ἢ] καὶ Friedl. adscriptum οἵ μʼ ἐν σφοῖσι, quod)[*](16. δός μοι νῦν] δὸς νύν μοι νῦν recepi. Conf. ad v. 303.)
44

213. Ζηνὸς γὰρ τοῦ ἀρίστου ἀθετεῖται, ὅτι ἐκλύει τὴν χάριν, εἰ ἕνεκα τοῦ Διὸς δίδωσι καὶ οὐκ αὐτῆς. προηθέτει δὲ καὶ Ἀριστοφάνης.

214. ἦ καὶ ἀπὸ στήθεσφιν ὅτι κεστὸς ἐκ παρεπομένου ὁ ποικίλος, ἀπὸ τοῦ διὰ τὰς ῥαφὰς κεκεντῆσθαι, ἐμπεποικιλμένης τῆς φιλότητος καὶ ἱμέρου καἰ ὀαριστύος. καὶ οὐκ ἔστι κύριον ὄνομα, ὡς ἔνιοι τῶν ἀρχαίων· διὸ καὶ ἐπʼ ἄλλου λέγει “ ἄγχε δέ μιν πολύκεστος ἱμάς” (II. 3, 371).

216. * ἐν δʼ ὀαριστύς ἔν τισι τῶν ὑπομνημάτων ἡδʼ ὀαριστύς.

216, 217. ἐν δʼ ὀαριστὺς πάρφασις συναπτέον ἀμφότερα τὰ ὀνόματα· τὴν γὰρ παραλογιστικὴν ὁμιλίαν διʼ ἀμφοτέρων δηλοῖ.

218. *τόν ῥά οἱ ὅτι πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ αὐτῆς ταῖς χερσίν.

219. τῆ νῦν τοῦτον ἱμάντα ὅτι τὸ κατὰ τὸ στῆθος κόλπωμα τοῦ πέπλου κόλπον εἶπε, καὶ ὅτι τὸ τῆ λάβε ἐστίν.

221. ἄπρηκτόν γε νέεσθαι τουτέστι πορεύεσθαι· οὕτως Ἀρίσταρχος. Δημήτριος δὲ γενέεσθαι ἀντὶ τοῦ γενήσεσθαι, βιαίως πάνυ· οὐδὲ γὰρ τὸ πυθέσθαι πυθέεσθαι γίνεται οὐδὲ τὸ λαβέσθαι λαβέεσθαι, ἵνα καὶ τὸ γενέσθαι γενέεσθαι γένηται.

223. μειδήσασα ὅτι ἐπὶ τῇ φήμῃ οἰωνισαμένη ἐμείδησε· προείρηκε γὰρ “οὐκ ἔσῃ ἄπρακτος.” καὶ ἐν Ὀδυσσείᾳ (18, 112) τὸ ὅμοιον· “Ζεύς τοι δοίη, ξεῖνε, ὅττι μάλιστʼ ἐθέλεις· ὣς ἄρʼ ἔφη, χαῖρεν δὲ κληδόνι δῖος Ὀδυσσεύς.”

* Ἀρίσταρχος μέσῳ, ἄλλοι δὲ ἑῷ.

225. * ὅτι ὅρος ὁ Ὄλυμπος· τὸ γὰρ ῥίον ἰδίως ἐπʼ ὅρους τάσσεται.

226. Πιερίην ὅτι Μακεδονικὸς Ὄλυμπος, θεῶν οἰκητήριον· ἡ γὰρ Πιερία τούτου ἀκρώρεια, καὶ Ἠμαθία τὸ πρότερον ἡ Μακεδονία ἐκαλεῖτο. παράκειται δὲ καὶ ἡ Θράκη. καὶ ἐν Ὀδυσσείᾳ (5, 50) ἐπὶ τοῦ Ἑρμοῦ “Πιερίην δʼ ἐπιβὰς ἐξ αἰθέρος ἔμπεσε πόντῳ.”

Μακεδὼν ὁ Διὸς καὶ Αἰθρίας, κατασχὼν τὴν χώραν οὖσαν τῆς Θράκης, ἀφʼ ἑαυτοῦ Μακεδονίαν προσηγόρευσεν γήμας δὲ μίαν τῶν [*](7. ἀρχαίων] νεωτέρων Villois. 31. Διὸς καὶ Αἰθρίας] *Δίωνος καὶ Proleg. p. xxi; nam fuit haec Αἰθυίας. Διὸς καὶ Θυίας Lobeck. Callimachi opinio, ut tradit schol. Aglaoph. p. 325. 32. * Μακεδονίαν] om.)

45
ἐγχωρίων τεκνοῦται δύο παῖδας Πίερον καὶ Ἄμαθον, ἀφ᾿ ὧν δύο πόλεις Πιερία καὶ Ἀμαθία ἐν Μακεδονίᾳ. ἡ ἱστορία παρὰ Μαρσύᾳ. νῦν δὲ Ἠμαθίην καταχρηστικῶς ὅλην τὴν Μακεδονίαν φασίν. Πιερίαν δὲ ὅρος Μακεδονίας, ἱερὸν Μουσῶν.

227. * σεύατ᾿ ἐφʼ ἱπποπόλων ἐν ἄλλῳ ἔσσυτʼ ἐφʼ ἱπποπόλων.

229. ἐξ Ἀθόω Ἄθως ὄρος ἐν Θρᾴκῃ μέγα τε καὶ ὑψηλὸν, ἐξέχον εἰς θάλασσαν, τὸν ἰσθμὸν ἔχον Χερσόνησον σταδίων δώδεκα. τοῦτον Ξέρξης ἀγανακτήσας, ὁ Περσῶν βασιλεὺς, ὅτι πρὸς αὐτὸν νῆες αὐτοῦ διεφθάρησαν, διακόψας θάλασσαν ἐποίησεν. ἡ ἱστορία παρὰ Ἡροδότῳ (7, 23).

* Ζηνόδοτος καὶ Ἀριστοφάνης ἐς πόντον ἐβήσετο· καὶ μήποτε ἄμεινον.

230. Λῆμνον δʼ εἰσαφίκανε διὰ ποίαν αἰτίαν ἐν τῇ Λήμνῳ μάλιστα ὁ Ύπνος διατρίβει; ῥητέον οὖν ὅτι Λήμνου μὲν ἦν δεσπότης Ἥφαιστος, γυνὴ δὲ τούτον Χάρις· Πασιθέας δὲ τῆς Χάριτος ἀδελφῆς ἐρωτικῶς ἔχων ὁ Ὕπνος ἐκεῖ διέτριβεν. ταύτην οὖν αὐτῷ ἐπαγγέλλεται γυναῖκα δώσειν Ἥρα. δύναται δὲ καὶ φυσικώτερον λυθῆναι, ὅτι οἰνοφόρος ἡ Λῆμνος, καθὼς λέγει “νῆες δʼ ἐκ Λήμνοιο παρέστασαν οἶνον ἄγουσαι” (Il. 7, 467)· τοῖς δὲ πολυποτοῦσι μάλιστα ὁ ὕπνος παρέπεται.

235. * ἐγὼ δέ κέ τοι ἰδέω χάριν Ἀρίσταρχος χάριν εἰδέω· αἱ δὲ δημώδεις εἰδέω χάριν.

πείθευ ἐγὼ δέ κέ τοι ὅτι ἰδίως ἐγὼ δʼ αὖ σοι εἰδέω χάριν. ἔδει δὲ ἤτοι εἰδείην, ἵν᾿ ᾖ τὸ ῥῆμα ἠλλαγμένον, ἢ ἐκ περισσοῦ νοουμένου τοῦ κε ἐγὼ δέ σοι εἴσομαι χάριν.

236. κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινώ οὕτως ὑπʼ ὀφρύσιν ἡ Ἀριστάρχου καὶ Ἀριστοφάνους, ἵνα ᾖ τὰ ὑπὸ ταῖς ὀφρύσι. Ζηνόδοτος ἐπʼ ὀφρύσι. συναπτέον δὲ τοὺς δύο στίχους ἄνευ πάσης διαστολῆς.