Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

169. ὅτι Ζηνόδοτος γράφει θύρας ἐπιθεῖσα φαεινάς, ἵνα συναφὴς ὁ λόγος γένηται· ὁ δὲ Ὅμηρος ἄλλας ἀρχᾶς λαμβάνει, ἵνα μὴ ἀσαφὴς ἡ περίοδος γένηται ἤτοι ὑστεροπερίοδος.

170. ἀμβροσίῃ ὅτι ἐκ τούτου τοῦ τόπου πλανηθέντες τινὲς διέλαβον τὴν ἀμβροσίαν εἶναι ὑγρὰν τροφήν.

171. κάθηρεν τρίτην ἀπὸ τέλους ἔχει τὴν ὀξεῖαν, ἀπὸ θέματος τοῦ καθαίρω. ὡς οὖν ἀπὸ τοῦ μεγαίρω ἐμέγηρε καὶ ποιητικῶς “μέγηρε γάρ οἱ τότʼ Ἀπόλλων” (Il. 23, 865), οὕτως ἐκάθηρε κάθηρε.

172. δασυντέον τὸ ἑδανῷ· τὸ γὰρ ἡδὺ βούλεται σημᾶναι. γίνεται δέ τινα ἀπὸ ῥημάτων διὰ τοῦ ανος παραγόμενα ὀξύτονα, ἅπερ τὴν τρίτην ἀπὸ τέλους ἔχει βραχεῖαν, ἢ αὐτόθεν ἀπὸ τῶν ῥημάτων μετειληφότα, ὡς ἀπὸ τοῦ ἄγω ἀγανός, στέγω στεγανός, ἢ ἐκ τῆς μακρᾶς τῆς κατὰ τὰ ῥήματα εἰς βραχεῖαν μεθιστάμενα, ὡς παρὰ τὸ ἵκω ἱκανός καὶ παρὰ τὸ πείθω πιθανός, τρώγω τραγανός, εἴδω ἰδανός “τὰς ἰδανὰς χάριτας” ὁ Καλλίμαχος. οὕτως οὖν καὶ παρὰ τὸ ἥδω τὸ ἑδανός γένοιτʼ ἂν, τοῦ η εἰς τὸ ε τραπέντος· διὸ δασυντέον [*](7. ἑωυτήν] Idem error Zeno- 20. διέλαβον] ὑπέλαβον Friedl. doti ad 1, 271. 32. τὰς] τὰς σὰς apud Herodian.) [*](10. ὅπως] Corrige ὅππως. περὶ μον. λέξ. p. 7, 22.)

42
τὴν λέξιν. μὴ ἄρα ἐπιζητείτωσαν πόθεν τὸ ε ἐγένετο· ὁ γὰρ χαρακτὴρ, ὡς ἔφαμεν, τὴν βραχεῖαν ἀσπάζεται.

ὅτι μύρον μὲν οὐκ ὀνομάζει, τεθυμιαμένον δὲ ἔλαιον τὸ μύρον λέγει, ὥστε εἰδέναι μὲν τὴν χρῆσιν, τὸ δὲ ὄνομα μή. λέγει δέ που (Il. 23, 172) καὶ “ῥοδόεντι δὲ χρῖεν ἐλαίῳ” καὶ (Od. 18, 191) “κάλλεϊ μέν οἱ πρῶτα,“ μύρου τι γένος ὀνοματοποιήσας.

173. διασταλτέον κατὰ τὸ τέλος τοῦ στίχου, καὶ γραπτέον ὡς Ἀρίσταρχος κατὰ χαλκοβατὲς δῶ· ὁ γὰρ λόγος, οὗ κινουμένου κατὰ τὸν τοῦ Διὸς οἶκον ὁμοίως ἐπί τε γῆν καὶ οὐρανὸν ἡ ἀποφορά διικνεῖται.

*Ἀρίσταρχος κατὰ χαλκοβατές.

174. πρὸς τὰ περὶ τοῦ Ὀλύμπου, ὅτι οὐκ ἔστιν ὁ αὐτὸς τῷ οὐρανῷ οὐδὲ τόπος τοῦ οὐρανοῦ· ἀπʼ αὐτοῦ γάρ φησι τὴν ὀσμὴν τοῦ μύρου ὁμοίως καὶ εἰς οὐρανὸν ἀφικνεῖσθαι καὶ εἰς γῆν. τοῦτο δὲ ἐπὶ τῶν ἀνωτάτω τοῦ ὄρους κορυφῶν συμφωνήσει ἴσον διάστημα ἐπὶ γῆν καὶ οὐρανὸν λαμβάνειν.

175. ἤτοι ἐπὶ τὸ ἀλειψαμένη διασταλτέον βραχὺ, καὶ ἐπὶ τὸ πεξαμένη, πρὸς τὸ σαφές.

177. * Ζηνόδοτος καὶ Ἀριστοφάνης καλοὺς καὶ μεγάλους.

178. * ἑανὸν ἕσαθ᾿ ὅτι ἑανὸς ὁ αὐτὸς τῷ πέπλῳ, καὶ καθόλου πρὸς τὸν στολισμόν.

179. ἔξυσεν ἐκέρκισεν· ξύουσι γὰρ τὴν κρόκην πρὸς τὸ πυκνωθῆναι. οἱ δὲ ἐλέανεν, ἀπὸ μεταφορᾶς τῶν ξύλων. οἱ δὲ ἀντὶ τοῦ ἔγναψε μετὰ τὸ ὑφανθῆναι.

180. ὅτι κατὰ τὸ στῆθος ἐπερονῶντο, οὐχ ὡς ἡμεῖς κατὰ τὴν κατάκλειδα τοῦ μου.

181. * Ἀρίσταρχος ζώνῃ καὶ ἀραρυίῃ, ἄλλοι δὲ ξώνην καὶ ἀραρυῖαν.

183. τρίγληνα πολλῆς θέας ἄξια. τρίκοκκα, ἢ τριπρόσωπα· γλήνη γὰρ ἡ τοῦ ὀφθαλμοῦ κόρη. ἢ τρίκορα, ἔχοντα τρεῖς κόρας, τὰς Χάριτας. ἢ πολλῶν κοσμίων ἄξια· γλήνεα γὰρ τὰ κόσμια, ὡς καὶ ἀλλαχοῦ φησιν “ὃς γλήνεα πόλλʼ ἐκεχάνδει” (Il. 24, 192). τρίγληνα δὲ ὡς τρίπυλα· ὃν γὰρ τρόπον παρὰ τὸ πύλη ἐγένετο τρίπυλον, οὕτως καὶ παρὰ τὸ γλήνη τρίγληνον.

[*](17. Scholion in ine defectum: 27. καὶ ἀραρυίῃ addidit Vill. v. Friedl. Nic. p. 230. 30. ἢ addidit Bekkerus.)
43

τρίγληνα, μορόεντα ἡ διπλῆ, ὅτι τρίγληνα τρίκορα, ὡς τριῶν ζῳδίων ἐφʼ ἑκάτερον δεδημιουργημένων. μορόεντα δὲ πεπονημένα τῇ κατασκευῇ, ἀπὸ τοῦ μορῆσαι, ὅ ἐστι κακοπαθῆσαι.

μορόεντα οὕτως Ἀρίσταρχος ἀπὸ τοῦ μ ποιεῖται τὴν διαστολὴν, καὶ ὁ Ἀσκαλωνίτης. καὶ οὕτως ὁ λόγος ἔχει· τὰ γὰρ μετὰ πολλοῦ μόρου καὶ κακοπαθείας γινόμενα δηλοῖ. παραιτητέον δὲ τοὺς ἀπὸ τοῦ ᾱ τὴν διαστολὴν ποιουμένους, ἵνα τὸ ᾱ ἐπιτατικὸν ὑπάρχῃ μηδενὸς κατεπείγοντος.

185. * λευκὸν δʼ ἦν ἐν ἄλλῳ λαμπρὸν δʼ ἦν.

189. * τῶν ἄλλων ἀπάνευθε θεῶν μᾶλλον τοῖς ἐπάνω τοῦτο προσδοτέον.

195. * ἄνωγεν ἐν ἄλλῳ ἀνώγει.

196. εἰ δύναμαι τελέσαι γε ὅτι περιώρικε· τὸν γὰρ ἐπιδεχόμενον τελέσαι δυνατὸν εἶναι δεῖ, ἢ αὐτὸ τὸ πρᾶγμα δυνατὸν εἶναι πρὸς τελείωσιν.

198. * δὸς νῦν μοι ἐν ἄλλῳ δός μοι νῦν.

201. θεῶν γένεσιν θεῶν πατέρα, ἐπεὶ πρῶτον στοιχεῖόν τινες τῶν φυσικῶν εἶπον τὸ ὕδωρ καὶ ἐξ αὐτοῦ τὰ λοιπὰ τρία· ὅθεν καὶ ὁ Πίνδαρος ἄριστον εἶπε τὸ ὕδωρ. Τηθὺν δὲ τὴν γῆν φησὶν, οἱονεὶ τιθήνην τινὰ οὖσαν καὶ τροφὸν πάντων.

202. * οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ οἵ μʼ ἐν σφοῖσι.