Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

45. * ὥς Ἀριστοφάνης ὅς ποτε διὰ τοῦ ο γράφει.

ὥς ποτʼ ἐπηπείλησεν] ὅτι ταῦτα ἀναφέρεται ἐπʼ ἐκεῖνα “ἔλπομαι εὐχόμενος Διί” (Il. 8, 526) καὶ “μνημοσύνη τις ἔπειτα πυρὸς δηΐοιο γενέσθω, ὡς πυρὶ νῆας” (ib. 181). ἐξάκουστα δὲ ἐγίνετο παρὰ τοῖς πολεμίοις, ὡς καὶ τὰ περὶ Ὀθρυονέα (Il. 13, 364).

48. * κεῖνος τώς ἐν ἄλλῳ κεῖνός γʼ ὥς.

ἄμεινον, ὡς καὶ ὁ Ἀσκαλωνίτης φησὶ, τὸ τὼς εἶναι ὁμοίως τῷ “τὼς δέ σʼ ἀπεχθήρω” (Il. 3, 415).

54. *παρατεκτήναιτο ἡ παρά περιττή.

58. * γνοίης Ἀριστοφάνης χωρὶς τοῦ σ γνοίη.

νωλεμές ὅτι Ὁμηρικὸν τὸ ἔθος ὥστε ἔξωθεν τὸ τίς προσλαμβάνειν ἀντὶ τοῦ γνοίη τις ἄν. εἴωθε γὰρ καὶ μὴ ὑποκειμένου προσώπου πρὸς ὃ γίνεται ὁ λόγος, οὕτως χρῆσθαι· “οὐδέ κε φαίης” (Il. 3, 392) ἀντὶ τοῦ φαίη τις ἄν.

60. ἐπιμίξ Ἀρίσταρχος ὡς κουρίξ· καὶ εἴπομεν ὅτι τὰ εἰς ῑξ ἐπιρρήματα ὀξύνεται, σημειωσάμενοι τό πέριξ βαρυνόμενον.

62. εἴ τι νόος ῥέξει ἄλλοι νόος γʼ ἔρξει. τινὲς δὲ γράφουσι νόος δʼ ἔρξει.

[*](6. Hoc et proximum scholion 20. ὁ addidit Bekkerus. ordine inverso in A. 24. νωλεμές] Obelus praefixus,)[*](11. τῆ ἀγωνίᾳ καὶ τῷ— παλμῷ recte in textu diple. Heynius] τῆς ἀγωνίας καὶ τοῦ— 30. ἄλλοι—ἔρξει] Verba haec in marg. inter. scripta recte hic in- παλμοῦ)[*](19. γ᾿ ὥς] γε seruit Vill., ut docet δέ particula.)
37

63. * βεβλημένον ὅτι πάλιν συλληπτικῶς· οὐ γὰρ πάντες ἐβέβληντο.

67. διήλλαττον αἱ Ἀριστάρχου, οἷς ἔπι καὶ ᾗ ἔπι. οἷς ἔπι, τῇ τάφρῳ καὶ τῷ τείχει.

69. *μέλλει ὅτι ἀντὶ τοῦ ἔοικεν.

72. οὕτως αἱ Ἀριστάρχου ὅτε διὰ τοῦ ε, καὶ ἔστιν ἀκόλουθον τῷ “ᾔδεα γὰρ ὅτε πρόφρων” τὸ “εἶδα δὲ νῦν ὅτε.”

73. κυδάνει βαρυτονητέον ὁμοίως τῷ “οἰδάνει ἐν στήθεσσι νόον” (Il. 9, 554).

75. ἡ ὑποστιγμὴ ἀμφίβολος· ἤτοι γὰρ ἐπὶ τὸ εἰρύαται ἢ ἐπὶ τὸ θαλάσσης· καὶ ἀμφότεραι λόγον ἔχουσι. μᾶλλον δὲ κατὰ τὸ τέλος τοῦ στίχου· οὐ γὰρ ἐγγὺς τῆς θαλάσσης, ἀλλʼ εἰς αὐτὴν τὴν θάλασσαν ἑλκύσαι συμβουλεύει. ἐζήτηται δὲ πῶς ὁ Ἀγαμέμνων οὕτως ἀστρατήγως φυγεῖν προστάσσει τοῖς Ἕλλησι λέγων νῆες ὅσαι πρῶται. ῥητέον οὖν ὅτι ἑ Ἀγαμέμνων γινώσκων αὐτοὺς μὴ φευξομένους διὰ τὴν οἰκείαν ἀρετὴν, καὶ ὅτι οὐδὲ λαθεῖν ἠδύναντο τοὺς πολεμίους, ἐπιτρέπει αὐτοῖς φεύγειν, ἵνα μὴ δόξῃ παρὰ δύναμιν κατέχων αὐτοὺς ἕνεκεν τοῦ καθʼ ἑαυτὸν χρησίμου αἴτιος γενέσθαι τοῦ πάντας ἀπολέσθαι, τοὐναντίον δὲ εὔνοιαν ἑαυτῷ πορίσηται διὰ τὸ πᾶν ὁτιοῦν αἱρεῖσθαι ποιεῖν καὶ ὑπομένειν καὶ τὴν ἐκ τῆς φυγῆς ἀδοξίαν ἕνεκεν τῆς ἐκείνων σωτηρίας.

78. νὺξ ἀβρότη ὅτι ἤτοι κατὰ παράλειψιν τοῦ μ ἀντὶ τοῦ ἀμβρότη, οἷον ἀθάνατος· ἢ ἀβρότη, καθʼ ἣν βροτοὶ οὐ φοιτῶσιν. ἢν καὶ τῇ ἐὰν ὅλως καὶ διʼ αὐτῆς.

81. *ἠὲ ἁλώῃ ἐλλείπει τὸ ἢ μείνας ἁλώῃ.

84. οὐλόμενε τι τινὲς ἀποδεδώκασιν οὐλόμενε δεινέ· οὐ γὰρ ἂν λέγοι τῷ Ἀγαμέμνονι ὁ Ὀδυσσεὺς ὀλέθρου ἄξιε. οὐ δυσωπητέον μέντοι γε, ἀλλʼ εἰς τὴν ἐνεστῶσαν περίστασιν ἀτενιστέον· ἐπ᾿ ὠφελείᾳ γὰρ λέγει τοῦ Ἀγαμέμνονος καὶ τῶν ἄλλων συμμάχων. διὸ καὶ ἐπιφέρει “ὦ Ὀδυσεῦ, μάλα πώς με καθίκεο θυμὸν ἐνιπῇ ἀργαλέῃ” (104).

89. * καλλείψειν αἱ Ζηνοδότου ἐκπέρσειν, οὐ καλλείψειν. καὶ παρίστησιν ἦθος.

[*](13. ἐζήτηται] *Πορφυρίου prae- 17. *αὐτοῖς] αὐτοὺς fixum. 19. *τοῦ] τοὺς)[*](16. *ὅτι] om.)
38

91. *ὃν οὔ κεν ἀνήρ γε—ἄγοιτο ὃν οὐχ ἕτερος εἴποι.

92. * οὕτως ἐπίσταιτο.

95. νῦν δὲ σεῦ ὠνοσάμην ἀθετεῖται, ὅτι εἰ μὲν ἀπεδέχετο αὐτὸν κατά τι, νῦν δὲ μόνον ἐμέμφετο, ἐνεχώρει καὶ τὸ ἐν ἄλλῳ τόπῳ δεόντως φέρεσθαι. Ζηνόδοτος δὲ γράφει νῦν δέ σε ὠνοσάμην πάγχυ φρένας. καὶ Ἀριστοφάνης δὲ προηθέτει.

τὸ οἷον ἔειπες ἤτοι καθʼ αὑτὸ νοητέον, ἵνʼ ᾖ θαυμαστικὸς ὁ λόγος, ἢ τοῖς ἄνω συναπτέον, ἵνʼ ᾖ ὁ λόγος, νῦν δὲ παντελῶς ἐμεμψάμην σε οἷον εἴρηκας.

110. ἐγγὺς ἀνήρ ἐζήτηται διὰ τί νῦν Διομήδης συμβουλεύει καὶ οὐ Νέστωρ. ῥητέον δὲ ὅτι τὸ μὲν γῆρας ἐν τοῖς δεινοῖς ἐστὶν ἐπισχετικὸν, ἡ δὲ νεότης θαρσαλεωτέρα. ἄλλως τε καὶ Διομήδης ἐν τῇ προτέρᾳ συμβουλῇ θαυμασθεὶς νῦν μᾶλλον τεθάρρηκε, καὶ προήρπακε τῶν πρεσβυτέρων τοὺς λόγους.