Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Νέστορα δʼ οὐκ ἔλαθεν ἰαχή σφόδρα συνετῶς εἰσάγεται ὁ Νέστωρ μὴ νικώμενος ὑπὸ μέθης τὸν λογισμόν. δηλοῖ δὲ ὡς οὐδὲ ἡ χρεία τῶν ἡδέων κατὰ τὴν δίαιταν τοῖς σπουδαίοις ἐμποδὼν πρὸς ἐπίσκεψιν γίνεται. ἐζήτηται δὲ πῶς ὁ Νέστωρ ἐπὶ τοσοῦτον πίνει χρόνον, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων τῆς Λ. καὶ ῥητέον ὅτι οὐ τοσοῦτον χρόνον ἔπινεν, ἀλλʼ Ὅμηρος κατὰ παρέκβασιν ἀπαγγείλας τὰς πράξεις, βουληθείς τε ἐπὶ τὸν Νέστορα μεταβῆναι, πάλιν ἀπὸ ταύτης τῆς πράξεως ἤρξατο ἀφʼ ἧσπερ αὐτὸν καὶ κατέλιπε ποιοῦντα.

στικτέον κατὰ τὸ τέλος τοῦ στίχου· ὁ γὰρ λόγος, Νέστορα δὲ καίπερ πίνοντα ὅμως οὐκ ἔλαθεν ἡ βοή· πρὸς ἄλλοις γὰρ ἡ τοῦ πίνοντος ψυχή. ἀπρεπὲς δέ τινες οἰηθέντες εἶναι καὶ οὐ κατὰ πρεσβύτην τὸ πίνειν, ἐπὶ τὸ ἰαχή στίξαντες τὰ ἑξῆς συνάπτουσι, πίνοντά περ ἔμπης ἀλλʼ Ἀσκληπιάδην. πρὸς δὲ τῷ μὴ εἶναι Ὁμηρικὸν τὸ ὑπερβατὸν, καὶ τὸ περὶ τοῦ Μαχάονος ἄτοπον, περὶ οὗ καὶ τὴν ἀρχὴν ἐζητεῖτο εἰ δεόντως τετρωμένος οἷνον προσεφέρετο. βελτίων οὖν ἡ συνήθης ἀνάγνωσις.

σημαίνει καὶ τὸ ἐκ προαιρέσεως μαθόντα παραπέμψασθαι, ὡς τὸ “καὶ τότʼ ἐγὼ Κίρκης λαθόμην” ἐν Ὀδυσσείᾳ (12, 226).

3. τὸ ἔσται τοῦ γενήσεται διαφέρει· τὸ μὲν γὰρ ἐπὶ τοῦ ὑπάρχοντος, ὡς “ἔσται γέρων ὅδε, “τὸ δὲ ἐπὶ τοῦ μὴ ὄντος, ὡς τὸ “γενήσεται παῖς.”

5. πῖνε ἀντὶ τοῦ πῖθι, ὡς τὸ “διεφαίνετο χῶρος πιπτόντων (Il. 10, 199) ἀντὶ τοῦ πεσόντων.

7. βρότον ὅτι οὐ πᾶν αἷμα βρότος, ἀλλὰ τὸ ἀπὸ βροτοῦ πεφο- νευμένου. τὴν δὲ πρόθεσιν ἀναστρεπτέον· τὸ γὰρ ἑξῆς ἐστὶν ἀπολούσῃ.

8. ὅτι τὸ τάχα ἀντὶ τοῦ ταχέως, καὶ ὅτι περιωπὴ τόπος ἐξ οὗ περιόψεταί τις πάντα. καὶ τὸν Ἀγαμέμνονα (Il. 10, 11) νοητέον προεληλυθέναι ἐπί τινα τοιοῦτον τόπον, ἵνα ἴδῃ τὰ τῶν Τρώων πυρά.

[*](2. σφόδρα] *Πορφυρίου. σφόδρα 22. *ὅδε] ὧδε)[*](6. *χρόνον] om. *τοῦ] om.)[*](8. *τε] δὲ)[*](* ὡς τὸ] om.)[*](15. τῷ Bekkerus] τὸ 25. *ἀντὶ] ἀλλʼ ἀντὶ)
34

11. ὁ δʼ ἔχʼ ἀσπίδα πατρὸς ἑοῖο πιθανῶς ὁ νέος εἰσῆκται κεχρη- μένος τῇ χρυσῇ ἀσπίδι· προείρηκε γὰρ περὶ αὐτῆς ὁ ποιητὴς, ἀλλʼ ἐφομαρτεῖτον καὶ σπεύδετον, ὄφρα λάβοιμεν ἀσπίδα Νεστορέην, τῆς νῦν κλέος οὐρανὸν ἵκει, πᾶσαν χρυσείην ἔμεναι, κανόνας τε καὶ αὐτήν” (Il. 8, 191).

13. ὅτι οὐ κατὰ τὸ ἀκριβὲς ἐκτὸς τῆς κλισίας ἔστη, ἀλλ᾿ ἐπὶ τὴν περιωπὴν προῆλθεν.

15. ἐρέριπτο ἔστι ῥῆμα ἐρίπτω, σημαῖνον τὸ πίπτω· “ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἢ ἀχερωίς” (Il. 13, 389). σημαίνει δὲ καὶ τὸ καταβάλλω· “ῥεῖʼ ὄχθας βαθείας ποσσὶν ἐρίπτων” (Il. 15, 356) ἀντὶ τοῦ καταρίπτων καὶ καταβάλλων. οὗ γίνεται παθητικὸν ἐρίπτομαι ἀντὶ τοῦ καταβάλλομαι, καὶ ἤριμμαι παρακείμενος, καὶ ἠρίμμην ὑπερσυντέλικος, ἤριψο ἤριπτο, καὶ Ἀττικὸς διπλασιασμὸς ἐρήριπτο, καὶ κατὰ συστολὴν ἐρέριπτο.

16. *πορφύρῃ ἐν τῇ Ζηνοδότου πορφύρει διὰ τῆς εῑ. ὡς δʼ ὅτε πορφύρῃ ὅτι πορφύρῃ μελανίζῃ. εἴωθε δὲ, ὅταν ἀρχὴν λαμβάνῃ κινήματος ἡ θάλασσα, μελανίζειν· διὸ μεταφέρει ἐπὶ τοὺς κατὰ ψυχὴν μεριμνῶντας καὶ ταρασσομένους. καὶ ὅτι κωφῷ λέγει τῷ ἀφώνῳ καὶ μηδέπω καχλάζοντι καὶ ἀποτελοῦντι ἠχήν· μηδέπω γὰρ ἀνέμου εὐκρινοῦς ὄντος τὸ κῦμα ἠρεμεῖ.

18. *οὕτως οὐδʼ ἄρα τε, διὰ τοῦ τε, αἱ Ἀριστάρχου.

20. δαϊζόμενος κατὰ θυμόν διχῆ μεριζόμενος τῷ σκέμματι τὸν λογισμὸν, τουτέστιν ἐπὶ πολλὰ τὸν λογισμὸν μεταφέρων καὶ διασκοπούμενος.

21. διχθάδιʼ τὸ πλῆρές ἐστι διχθάδια, ὥσπερ καὶ Ἀρίσταρχε βούλεται. διὸ τὴν χθᾱ συλλαβὴν ὀξυτονητέον. παραιτητέον δὲ τοὺς βουλομένους εἶναι “διχθαδίῃ μεθʼ ὅμιλον” καὶ τὴν δῑ συλλαβὴν ὀξύνοντας.

25. λάκε ὅτι οἱ μὲν ἠλλάχθαι τὸν χρόνον, οἱ δὲ ἀντὶ τοῦ ἔληκε, ἐνδείᾳ τοῦ ε (“ὡς ἄνωρον κραδίην ἔχεις” Il. 21, 441) καὶ Ἰωνικῇ [*](8. ἐρίπτω—ἐρίπτων—ἐρίπτομαι] ο ἔνᾶχρ (uno ductu) ση Recta scriptura est ἐρείπω. β λε (i. e. βούλεται] δὲ) [*](16. μελανίζῃ Vill.] μελανίζει νῦν ἀντὶ τοῦ ἐλελήκει) [*](27. διχθαδίῃ] διχθαδίην ἢ ἔληκε] ἴληκε) [*](30. ὡς ἄνωρον κραδίην ἔχεις] Haec) [*](29. ὅτι addidit Vill. In marg. aliena, ut monet Friedl. inter.)

35
συστολῇ τοῦ η εἰς ᾱ λάκε. ὠνοματοπεποίηται δέ. ὅθεν καὶ ἡ λακίς.

28, *ὅτι συλληπτικῶς εἴρηκε βεβλήατο καὶ ἐπὶ τῶν οὐτασμένων.

32. προπαροξυτονητέον τὸ πρύμνῃσιν· Κράτης μέντοι προπερισπᾷ, ἀκούων ἐπὶ ταῖς ἐσχάταις, πλανηθεὶς ἐκ τοῦ “τὰς γὰρ πρώτας πεδίονδε εἴρυσαν.” ἀγνοεῖ δὲ ὅτι ὁ ποιητὴς ὡς ἐπὶ τὸ πολὺ τὸ πρυμνὸν οὐ τίθησιν ἐπὶ διεστῶτος σώματος, ἀλλʼ ἐπὶ ἡνωμένου· “πρυμνὸν ὑπὲρ θέναρος” (Il. 5, 339)· “τοῦ δʼ ἀπὸ μὲν γλῶσσαν πρυμνὴν τάμε” (ib. 292)· “πρυμνὴν ἐκτάμνοντες” (Il. 12, 149).

35. προκρόσσας ἔρυσαν οτι προκρόσσας τὰς κλιμακηδὸν νενεωλκημένας ἑτέρας πρὸ ἑτέρων, ὥστε θεατροειδὲς φαίνεσθαι τὸ νεώλκιον· κρόσσαι γὰρ αἱ κλίμακες.

36. *μακρόν διχῶς αἱ Ἀριστάρχου, μακρόν καὶ πολλόν. Ζηνόδοτος καὶ Ἀριστοφάνης πολλόν.

ὅσσον συνεέργαθον ἄκραι ὅσον ἦν διάστημα, ὅσον συνέκλειον καὶ συνεδέσμουν αἱ τοῦ Ἑλλησπόντου ἄκραι, τὸ Ῥοίτειον καὶ τὸ Σίγειον.

37. ὀψείοντες τὸ ὀψείοντες ὁμοίως τῷ “οἱ δὲ κακκείοντες” (Il. 1, 606). ἡ δὲ παραγωγὴ αὕτη ἡ διὰ τοῦ εῑω γίνεται ἀπὸ ἐνεστώτων καὶ μελλόντων, ὀκνῶ ὀκνείω, ῥιγείω θαλπείω πολεμησείω βρωσείω.

κλίνεται δὲ ἕως παρατατικοῦ, ἀπὸ δὲ παρακειμένου οὐκέτι· ἔνθεν καὶ τοῦ “Διὸς δʼ ἐτελείετο βουλή (ib. 5) τοὺς ἑξῆς χρόνους οὐκ οἴδαμεν. ἔχει δὲ δηλούμενον τὰ τοιαῦτα τῶν ῥημάτων τοιοῦτον, ὡς αὐτοῦ τοῦ πράγματος ἐπιθυμητικῶς ἔχειν, καὶ τὸ κακκείοντες κοιμητικῶς ἔχειν. οὕτως οὖν καὶ τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες.

ὀψείοντες ὅτι Ζηνόδοτος γράφει ὀψαΐοντες. εἴτε δὲ μετὰ πολὺν χρόνον πορευόμενοι ἤθελεν ἀκούειν, εἴτε μετὰ πολὺν χρόνον ἀκούοντες, ψεῦδος· εὐθέως γὰρ ἀκούσαντες ὥρμησαν. καὶ τὸ ὀψά ἀνελλήνιστον. οὕτω γὰρ εἴωθε λέγειν, “ὀψὲ δὲ δὴ μετέειπε” (Il. 7, 399). ἔστι δὲ τὸ ὀψείοντες ὀπτικῶς ἔχοντες.

ὀψείοντες Ἀρίσταρχός φησι Ζηνόδοτον γράφειν ὀψαΐοντες. ὁ δʼ ἐπιθέτης Πτολεμαῖος τῷ ῥʼ οἵγ᾿ οὐ ψαύοντες· καὶ λόγον φησὶν ἔχειν τὴν γραφήν.

38. ἔγχει ἐρειδόμενοι ὅτι οὐχ ἑνὶ πάντες ἐρειδόμενοι, καὶ ὅτι [*](1. τοῦ ῆ] τοῦ ῑ 11. πρὸ Lehrsius] πρὸς) [*](3. καὶ ἐπὶ Lehrsius] καὶ om. 16. * Ῥοίτειον καὶ τὸ Σίγειον] ῥύτιον Conf. schol. v. 63 et 128. καὶ τὸ σίγιον)

36
ἀθρόοι ἐπὶ τῶν τριῶν· ἀρχὴ γάρ ἐστι πληθυντικοῦ ἀριθμοῦ τὰ τρία.

κίον ἀθρόοι Ἀρίσταρχος δασύνει, φάσκων ὅτι ἀρχὴ πλήθους ὁ τρεῖς ἀριθμός· εἰσὶ δὲ οἳ ἐψίλωσαν. ἄμεινον δὲ πείθεσθαι τῷ Ἀριστάρχῳ.

40. πτῆξε δὲ θυμόν οὕτως διὰ τοῦ τ αἱ Ἀριστάρχου, πτῆξεν, εἰς πτοίαν ἤγαγεν· οὕτως καὶ Ἀριστοφάνης. ὁ δὲ Σιδώνιος πῆξε, ἐν οἵῳ τρόπῳ καὶ ἐν τῷ βίῳ φαμὲν πεπηγέναι τινὰ τῷ φόβῳ. παρὰ δὲ Ζηνοδότῳ ἐγέγραπτο ἑταίρων ἀντὶ τοῦ Ἀχαιῶν. ἀθετεῖται ὅτι καὶ ἐκ τῶν προειρημένων νοοῦμεν ὅτι Νέστωρ ἐστὶν ὁ γεραιός. καὶ τὸ πτῆξε ἄκυρον· ἐπὶ γὰρ τῶν ἀπολελυμένων τῇ ἀγωνίᾳ καὶ τῷ τῆς ψυχῆς παλμῷ ἁρμόζει.

44. * δείδω ἐν τῇ Ἀριστοφάνους δείδια.