Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

453. *μακρὰ βιβάσθων γρ. μακρὸν ἀΰσας.

456. *οὕτως κόμισε, χωρὶς τοῦ ν.

[*](13. ἔσχεν Cobetus] ἔσχον est οὐκ ἔχει ἀπέμεσσεν, ἀλλʼ ἀπέμασ-)[*](17. πᾶσα θάλασσα] πᾶσαι θάλασ- σεν, ὥστε' οὖν τὸ σχόλιον πρὸς τὸ πρῶτον γέγραπται. In marg. inter.)[*](19. In margine huius acholii breviter ἀρισ ἐπέμεσσεν. ab alius librarii manu annotatum 22. ἵνʼ ᾖ] ἵνα μὴ Bekk.)
57

463. λικριφὶς ἀΐξας ὅτι δὶς κέχρηται τᾕ λέξει, νῦν καὶ ἐν Ὀδυσσείᾳ (19, 451). σημαίνει δὲ πλάγιος ὁρμήσας, ἀπὸ τοῦ λέχριος, κατὰ κοινωνίαν τῶν συμφώνων.

λικριφίς Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ “ἀλλήλοισιν ἔφυν ἐπαμοιβαδίς” (Od. 5, 481)· καὶ οὕτως ἐπεκράτησεν ἡ ἀνάγνωσις.

465. ἐν συνεοχμῷ ἐν τῇ συναφῇ τοῦ ἰνίου, ἐν τῷ συνδέσμῳ. ἀστράγαλον δέ φησι τὸν σπόνδυλον τὸν ἐν τῷ ἰνίῳ. εἴρηται δὲ ἀστράγαλος κατʼ ἀντίφρασιν· πολύστρεπτος γὰρ ὑπάρχει.

468. * ἡ κεφαλὴ προέλαβε τὰ κάτω πίπτοντα.

469. * ἀμύμονι Πουλυδάμαντι Ζηνόδοτος ἀμύμονα Πουλυδάμαντα.

472. * ἴσως λείπει δὲ τὸ δοκεῖ σοι.