Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

427. τῶν δʼ ἄλλων Ζηνόδοτος διὰ τοῦ τ, τῶν τʼ ἄλλων. διήλλαττον δὲ αἱ Ἀριστάρχου, ἀκήδεσἁν καὶ ἀκηδέσατο, ἀκηδέστως ἔσχεν.

434. Ξάνθου δινήεντος ὅτι μὴ προσυστήσας εἰ ὁ Σκάμανδρος· Ξάνθος καλεῖται, ὡς πρὸς εἰδότας κέχρηται τῷ ὀνόματι. ἰδίως δὲ τὸν μὲν σωματικὸν Ξάνθον Διὸς γενεαλογεῖ, τὸν δὲ ποταμὸν Ὡκεανοῦ,) λέγων “ ἐξ οὗπερ πάντες ποταμοὶ καὶ πᾶσα θάλασσα καὶ πᾶσαι κρῆναι καὶ φρείατα μακρὰ νάουσιν” (Il. 21, 196).

437. διὰ τοῦ ε αἱ Ἀριστάρχου καὶ αἱ πλείους, ἀπέμεσσεν· Ζηνοδότειος δέ ἐστιν ἡ διὰ τοῦ α, ἀπέμασσεν. βραχὺ δὲ διασταλτέον μετὰ τὸ γοῦνα, ἐπὶ τὰ γόνατα καθίσας ἤμει. γελοῖοι δὲ οἱ τοῖς ἑξῆς συνάπτοντες, ἐπὶ γοῦνα κελαινεφὲς αἷμʼ ἀπέμασσεν, ἵνʼ ᾖ ἐπὶ τὰ γόνατα κάθηται. γελοῖοι δὲ οἱ τοῖς φαινομένοις μαχόμενοι· σύνηθες γὰρ οὕτως λέγειν.

438. * τὲ δέ οἱ ὄσσε οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ κὰδ δέ οἱ ὅσσε.

439. *ὅτι βέλος τὸν βεβλημένον τόπον.

440. *νόσφιν ἐόντα γράφεται νόσφι κιόντα.

442. * ὅτι οἱ τοιοῦτοι τόποι ἐπλάνησαν τὸν Ζηνόδοτον ὥστε δέξασθαι χωρὶς τοῦ ο Ἰλῆος.