Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

474. * αὐτῷ γὰρ γενεὴν ἄγχιστα ἐῴκει Ἀριστοφάνης αὐτᾤ γάρ ῥα φυὴν ἄγχιστα ἔοικεν.

*ἐν ἄλλῳ ἔοικεν.

477. *πρὸς τὸ “ὃε Χλρύσην ἀμφιβέβηκας” (Il. 1, 37), ὅ ἐστιν ὑπερμαχεῖς.

483. *ἵνα μή τι ἐν ἄλλῳ ἔγχει ἐμῷ μή τοί τι.

485. ὅτι ἀντιπέφρακε τὸν γνωτὸν τῷ κασιγνήτῳ σαφῶς· ἔστι γὰρ ἀδελφός. Ζηνόδοτος δὲ ἐνὶ μεγάροισιν ἀρῆς, ὡς ἐκεῖ “ἐμεῖο δὲ δῆσεν ἀρἥςʼ (lI. 18,100).

499. ὁ δὲ φἥ κώδειαν ἀνασχών ὁ μὲν Ζηνόδοτος καὶ τὸν δέ καὶ τὸν φή ἐγκλίνει, ἵνα τὸ φή ταυτὸν ὑπάρχῃ) τῷ ὡς καὶ τὸ μεταλαμβανόμενον τοιοῦτον ᾖ, ὁ δὲ ὡς κώδειαν ἀνασχὼν πέφραδέ τε Τρώεσσιν. ὁ δὲ Ἀρίσταρχος ἐκδεξάμενος τὸ ἔφη ῥἥμα ὁμοίως τᾥ ἔβη, δοκεῖ ἀθετεῖν τὸν δεύτερον στίχον. ὅπερ οὐκ ἀναγκαῖον· ποιητικὸν γὰρ ἔθος τὸ πολλάκις τὸ αὐτὸ ἐπαναλαμβάνεσθαι. πρὸς δὲ τὸν Ζηνόδοτον ὑγιὥς ἀποφαίνεται ἐκεῖνο, ὅτι ὁ ποιητὴς οὐδέποτε οἶδε τὸ φή ἀντὶ τοῦ ὡς, οἱ δὲ μετʼ αὐτὸν, ὥσπερ Ἀντίμαχος καὶ οἱ περὶ Καλλίμαχον.

Ἀρίσταρχος τὸ φῆ ῥῆμα ἐκδέχεται, καὶ ἀθετεῖ τὸν ἑξῆς. δύναται δὲ καὶ δισσολογία εἶναι, ὡς τὸ “τοῖσι δὲ καὶ μετέειπε γέρων ἥρως Ἐχένηος, ὅ σφιν ἐϋφρονέων ἀγορήσατο” (Od. 7, 155. 158) καὶ “ἔπος τʼ ἔφατʼ ἐκ τʼ ὀνόμαζεν” ἢ τὸ πέφραδε διεσήμαινεν.

[*](6. ἰνίου —ἰνίῳ] ἡνίου—ἡνίῳ 16. ὅ Bekkerus] ο (i.e. ὅτι) 33. Ἐχένηος] om.)
58

*ὅτι ἔξωθεν ἀκουστέον τὸ ὡς, ἵνʼ ᾖ ὡς κώδειαν.

κώδειά ἐστιν ἡ κεφαλὴ τῆς μήκωνος· φαντάζει δὲ ἡ ἐπʼ ἄκρου τοῦ δόρατος ἐμπεπαρμένη κεφαλὴ τὴν ἐπὶ καυλῷ κώδειαν. στικτέον δὲ ἐπὶ τὸ ἀνασχών· ἐὰν γὰρ συνάπτωμεν, ἐπὶ τὴν ἀπεκδοχὴν ἐνεχθησόμεθα καθʼ ἣν τὸ φῆ ἀντὶ τοῦ ὡς κεῖται.

500. πέφραδέ τε Τρώεσσι ὅτι ἀναγνόντες τινὲς φη κώδειαν ὑφʼ ἓν, ἵνʼ ᾖ ὡς κώδειαν, προσεπέταξαν τὸν ἠθετημένον. οὐδέποτε δὲ Ὅμηρος τὸ φῆ ἀντὶ τοῦ ὡς τέταχεν. ἴσως δὲ καὶ Ἀντίμαχος ἐντεῦθεν ἐπλανήθη “φη γεράνοισιν” εἰπών. δεῖ δὲ ἔξωθεν προσλαμβάνειν τὸ ὡς, καὶ ἀθετεῖν τὸν στίχον· ταυτολογίαν γὰρ περιέχει.

505. * σὺν νηυσί Ζηνόδοτος καὶ Ἀριστοφάνης ἐν νηυσί.