Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

413. στρόμβον δʼ ὣς ὡς ῥόμβον περιφερῆ· λέγει δὲ τὸν καλούμενον βέμβικα. δίκην οὖν στρόμβου ἐποίησεν αὐτὸν στρέφεσθαι, σφοδρῶς πλήξας.

414. *πληγῆς γράφεται ῥιπῆς.

416. ἐξ αὐτῆς· τὸν δʼ οὔπερ ἔχει θράσος ὅτι τὸ ἀντικείμενον δεῖ ὑπακούειν, ἀλλὰ δέος. Ἀριστοφάνης δὲ τὸν δʼ οὔτινʼ ἔχει θράσος ὅστις ἴδηται.

418. *ὧκα Ἀρίσταρχος ὠκύ.

[*](22. βεβλήκει κα, Vill.] βεβλήκειν βεβλήκειν, Zenodotum et Aristo- καὶ. Correctum .ex marg. inter. phanem ἐβεβλήκει scripsisse videri ubi οὕτως ἀριξ βεβλήκει. monet, quae perversa sunt in)[*](23. σὺν τῷ ν βεβλήκειν] σὺν τῷ ε annotatione scholiastae. ἐβεβλήκει Cobetus, qui Aristarchum 25. βέμβικα] βέμβηκα)
56

ὅτι ὠκύ γραπτέον, εἴτε ἐπιθετικῶς εἴτε κατὰ μεσότητα ἀντὶ τοῦ ὠκέως, ὡς “ὀξὺ δὲ κωκύσασα” (Il. 18, 71). ἡ δὲ Μασσαλιωτικὴ καὶ ἡ Χία ὦκα.

419. ἀσπὶς ἑάφθη ἐπικατήφθη δὲ αὐτῷ ἡ ἀσπὶς, ὅ ἐστιν ἐπικατηνέχθη αὐτῷ. τὸ δὲ ἑάφθη ἀπὸ τοῦ ἕπω, εἵφθη ἥφθη ἑάφθη.

421. ὅτι τὸ ἰάχοντες ὡς ὀρέγοντες· ὅθεν βαρυτονεῖν δεῖ ἰάχων ὡς ὀρέγων.

424. οὐτάσαι οὐδὲ βαλεῖν ἡ διπλῆ, ὅτι διαστέλλει τὸ οὐτάσαι καὶ βαλεῖν.

*ἄριστοι ἐν ἄλλῳ περίβησαν ἅπαντεσ.