Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

397. *ὤρετο ἔν τισι τῶν ὑπομνημάτων ὤρορε, καὶ ἔστιν ὄμοιον τῷ “ὤρορ’ ἐπαΐξας (Il. 2, 146).

398. * τόσσον γε οὕτως διὰ τοῦ ν, τόσσον γε.

400. *ὅσση ἔξω τοῦ τ αἱ Ἀριστάρχου· οὕτως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης.

ἀφʼ ἑτέρας ἀρχῆς ταῦτα. Ἀρίσταρχος δὲ χωρὶς τοῦ τ γράφων, όσση ἄρα Τρώων, πάντως τοῖς ἄνω συνάπτει, ἵνʼ ᾖ ὁ λόγος ἀνταποδοτικὸς ἀνεστραμμένος· οὐ τοσοῦτον βοᾷ τὰ εἰρημένα ὅση τῶν Τρώων καὶ Ἀχαιῶν ἔπλετο φωνή.

402. * Αἴαντος ὅτι ἡ πρόθεσις παρεῖται καὶ πτῶσις ἤλλακται, ἀντὶ τοῦ ἐπʼ Αἴαντα.

405. ὅτι καὶ τὰ ξίφη καὶ τὰς ἀσπίδας ἐκ τελαμώνων ἀνῆπτον· διὸ δύο.

406. χώσατο ὅτι χώσατο νῦν συνεχύθη, καὶ ὅτι οὐκ ἄτρωτος ὁ Αἴας καθʼ Ὄμηρον· εἰ γὰρ μὴ οἱ τελαμῶνες ἐσκέπαζον, ἐτρώθη ἄν.

412. στῆθος βεβλήκει οὕτως ἔξω τοῦ ν, βεβλήκει, καὶ ἄνευ τοῦ ε· Ζηνόδοτος καὶ Ἀριστοφάνης σὺν τῷ ν, βεβλήκειν.