Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

354. *ὅτι σὺν τῷ ν νήδυμος.

359. *κῶμα καλύψω ἐν ἄλλῳ κῶμʼ ἐκάλυψα.

364. Ἀργεῖοι ταῦτα καὶ τὰ ἑξῆς κατʼ ἐπερώτησιν ἀναγνωστέον.

366. ἀλλʼ ὁ μὲν οὕτω φησί ὅτι Ζηνόδοτος γράφει καὶ ἔλπεται. ἁρμόζει δὲ τῷ προσώπῳ τὸ εὔχεται, καυχᾶται.

371. * ὑποστικτέον κατὰ τὸ τέλος τοῦ στίχου· λείπει γὰρ τὸ εἰσίν.

372. τὸ παναίθῃσιν οἱ πλείους προπερισπῶσιν, Εὐφράνωρ δὲ βαρύνει. φιλεῖ δὲ τὰ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα, ὀξυνόμενα, συντιθέμενα καὶ μὴ γινόμενα κύρια, τοτὲ μὲν φυλάσσειν τὸν τόνον, ὅτε μετὰ προθέσεως συντίθεται, τοτὲ δὲ ἀναβιβάζειν, ὅτε οὐ μετὰ προθέσεως· ἐπιτομή ἀνοχή συνοχή· ἱστοδόκη δὲ καὶ καπνοδόκη λατύπη οἰνοχόη. εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετὰ προθέσεώς ἐστι, βαρυτονηθήσεται. τάχα δὲ καὶ παρώνυμόν ἐστι, καὶ πάλιν ὀφείλει βαρύνεσθαι· ὡς γὰρ παρὰ τὸ καλός ἐγένετο πάγκαλος καὶ παγκάλη, οὕτως καὶ παρὰ τὸ αἰθός πάναιθος, ὦ ἀκόλουθον τὸ παναίθη.

376. *ὃς δέ κ’ ἀνήρ λείπει τὸ ᾗ, ὃς ἂν ᾖ· διὸ ὑποστιγμὴ καὶ ἐπὶ τὸ μενέχαρμος.

*ἔχῃ Ἀρίσταρχος διὰ τῆς ει διφθόγγου, ἔχει.

ὃς δέ κʼ ἀνὴρ μενέχαρμος οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται, ὅτι γελοῖον μὴ τὰ ἁρμόζοντα ἀναλαμβάνειν, ἀλλὰ μείζονα εἰς ἐμποδισμὸν τῆς χρήσεως. Ζηνόδοτος δὲ προηθέτει.

ὀλίγον σάκος μικρὰν ἀσπίδα· ἔστι δὲ ποσότης ἀντὶ πηλικότητος.