Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

328. σέο ὀρθοτονητέον· ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. ἡ δὲ χρῆσις ἐγκλίνει.

330. τελεία στιγμὴ μετὰ τὸ Κρονίδη· προσαγορευτικὴ γάρ ἐστιν ἡ περίοδος. ἡ δὲ ἑξῆς ἀνάγνωσις ἀμφίβολος· ἤτοι γὰρ καθʼ αὑτὸ ἀναγνωστέον ποῖον τὸν μῦθον ἔειπες, εἶτα ἀφʼ ἑτέρας ἀρχῆς εἰ νῦν ἐν φιλότητι, ἵνα ὑποστίζωμεν κορυφῇσι καὶ ἅπαντα, στίζωμεν δὲ μετὰ τὸ πῶς κʼ ἔοι, εἶτα ἀπʼ ἄλλης ἀρχῆς εἴ τις νῶϊ θεῶν αἰειγενετάων, καὶ ὑποστίζωμεν ἀθρήσειε, πεφράδοι, ἵνʼ ᾖ ἀπόδοσις οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα. οὕτως δὲ ἔσονται ἀνταποδοτικαὶ περίοδοι ἀμφότεραι ὀρθαὶ, τοιαῦται. εἰ νῦν ἐπὶ τῆς Ἵδης κοιμηθῆναι βούλει, πῶς ἂν εἴη, οἷον πῶς ἂν ἐνδέχοιτο; ἡ δὲ ἑτέρα, εἴ τις ἴδοι τῶν θεῶν καὶ τοῖς ἄλλοις εἴποι, οὐκ ἂν ἔλθοιμι εἰς τὸν σὸν οἶκον. ἢ ἀνεστραμμένας αὐτὰς ποιητέον, συνάπτοντα οὕτως, ποῖον τὸν μῦθον ἔειπες, εἰ νῦν ἐν φιλότητι λιλαίεαι.

ἔστι δὲ στιγμὴ ἐν κορυφῇσι καὶ ἅπαντα, εἶτα καθʼ ἑαυτὸ ἀπορούσης τῆς θεοῦ πῶς κʼ ἔοι, πῶς ἂν τοῦτο ἐνδέχοιτο. ἢ καὶ [*](1. * Ἰφικλῆς] ἵφικλος 24. ἵνʼ ᾖ ἀπόδοσις Bekk.] ἦν ἡ) [*](6, * ἡ—Φερεκύδει] om. ἀνάγνωσις.) [*](22. ἵνα Bekk.] ἡμεῖς 32. ἣ Bekkerus] εἰ) [*](στίζωμεν Bekk.] στίζομεν)

52
τοῦτο αὐτὸ τοῖς ἑξῆς συναπτέον, πῶς κʼ ἔοι εἴ τις νῶϊ θεῶν, ἕως τοῦ πεφράδοι, εἶτα ἀφʼ ἑτέρας ἀρχῆς, οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα νεοίμην.

338. ἔστιν τοι θάλαμος ὅτι ἐκ Διὸς καὶ Ηρας καθʼ Ὀμηρον ὁ Ἥφαιστος. καὶ νῦν μὲν ἴσως τις ἐρεῖ ἀμφιβολίαν εἶναι· ἐν Ὀδυσσείᾳ δὲ αὐτὸ σαφῶς λέγει ὁ Ἥφαιστος. ὁ δὲ Ἡσίοδος ἐκ μόνης Ἥρας.

340. * Ζηνόδοτος καὶ Ἀριστοφάνης ἐπεί νύ τοι εὔαδεν εὐνῆ.

εὔαδεν εὐνή τὸ εὔαδεν ὁ Ἀσκαλωνίτης ψιλοῖ, λέγων ὡς ὅτι τὰ δασυνόμενα ἐν τῇ ἐπενθέσει τοῦ υ ψιλοῦται, ὡς ὅλος οὖλος· οὕτως οὖν καὶ τὸ ἕαδεν εὔαδεν γένοιτο ψιλούμενον. ἐγὼ δὲ προσίεμαι τὴν συνήθη ἀνάγνωσιν δασύνουσαν τὸ α, ψιλοῦσαν δὲ τὴν ευ δίφθογγον καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν, ὡς εἰ ἴδιον συνθέτων λέξεων τὸ καὶ κατὰ μέσον δασύνεσθαι, οἴδαμεν δὲ καὶ τὸ ἄδε ῥῆμα συνεχῶς παρὰ τῷ ποιητῇ (“ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων Il. 12, 80), εἰκότως ἂν φήσαιμεν ὅτι τὸ εὖ ἐπίρρημα προσῆλθε, καὶ οὕτως ἐφυλάχθη τοῦ ῥήματος ἡ δασεῖα ὡς ἐν λέξει συνθέτῳ· τὸ μέντοι ἕαδε διαίρεσίς ἐστι τοῦ ἧδε.

348. λωτόν εἶδος χόρτου ἑλείου· διὸ καὶ ἑρσήεντα, ὅ ἐστι δροσώδη.

349. ἔεργε οὕτως Ἀρίσταρχος, ἔεργε τὸν Δία καὶ τὴν Ἥραν. ἐν δέ τισιν ὑψόσʼ ἄειρε καὶ ὑψόσʼ ἔερπε διὰ τοῦ π· ἐν δὲ τῇ Χίᾳ ὑψόσʼ ἵκανε. Ζηνόδοτος πυκνὸν καὶ μαλακὸν, ἵνʼ ἀπὸ χθονὸς ἀγκαζέσθην.

351. στιλπναί ὁμοίως τῷ ἰσχναί· τὰ γὰρ εἰς νος δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου τριγενῆ ὀξύνεσθαι θέλει, πρυμνός ἰσχνός πυκνός. ἐναντιοῦται τὸ λίχνος· τὸ γὰρ λάγνος ἔννοιαν ἔχει συνθέσεως.

*ἀπέπιπτον Ζηνόδοτος ἐπέπιπτον.

ὁ Ἀσκαλωνίτης ἀξιοῖ παροξύνειν τὸ ἔερσαι ὁμοίως τῷ εὐτέρπαι· καὶ γὰρ τὸ ἑνικὸν ἐέρση ἐστί (“μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση” Od. 5, 467), τὰ δὲ εἰς η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικὰ, Ελένη Ἑλέναι· οὕτως εἰ ἐέρση, καὶ [*](8. εὐνῆ] Sic A, sine iota ad- μαι. scripto. εὐνήν Bekkerus. 20. οὕτως Ἀρίσταρχος ἔεργε] Hoc) [*](11. προσίεμαι τὴν scripsi pro etiam in marg. inter. πρὸς τήν. Frequens in his scholiis 28. ἐπέπιπτον] *ἀνεπιπτον formula est ἐγὼ δὲ συγκατατίθε-)

53
ἐέρσαι. ἠλιθίως πάνυ· οὐ γὰρ ἐνόησεν ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ α εἰς η πρὸ τέλους ἔσχε τὸν τόνον, ὁμοίως τῷ ἄελλα ἀέλλη, οὕτως ἔερσα καὶ ἐέρση· εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται, ἀπολήψεται τοῦ ἔερσα προπαροξυνομένου τὸν τόνον.