Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

340. * Ζηνόδοτος καὶ Ἀριστοφάνης ἐπεί νύ τοι εὔαδεν εὐνῆ.

εὔαδεν εὐνή τὸ εὔαδεν ὁ Ἀσκαλωνίτης ψιλοῖ, λέγων ὡς ὅτι τὰ δασυνόμενα ἐν τῇ ἐπενθέσει τοῦ υ ψιλοῦται, ὡς ὅλος οὖλος· οὕτως οὖν καὶ τὸ ἕαδεν εὔαδεν γένοιτο ψιλούμενον. ἐγὼ δὲ προσίεμαι τὴν συνήθη ἀνάγνωσιν δασύνουσαν τὸ α, ψιλοῦσαν δὲ τὴν ευ δίφθογγον καὶ ἔχομεν ἐκεῖνο εἰπεῖν, ὡς εἰ ἴδιον συνθέτων λέξεων τὸ καὶ κατὰ μέσον δασύνεσθαι, οἴδαμεν δὲ καὶ τὸ ἄδε ῥῆμα συνεχῶς παρὰ τῷ ποιητῇ (“ἅδε δʼ Ἕκτορι μῦθος ἀπήμων Il. 12, 80), εἰκότως ἂν φήσαιμεν ὅτι τὸ εὖ ἐπίρρημα προσῆλθε, καὶ οὕτως ἐφυλάχθη τοῦ ῥήματος ἡ δασεῖα ὡς ἐν λέξει συνθέτῳ· τὸ μέντοι ἕαδε διαίρεσίς ἐστι τοῦ ἧδε.

348. λωτόν εἶδος χόρτου ἑλείου· διὸ καὶ ἑρσήεντα, ὅ ἐστι δροσώδη.

349. ἔεργε οὕτως Ἀρίσταρχος, ἔεργε τὸν Δία καὶ τὴν Ἥραν. ἐν δέ τισιν ὑψόσʼ ἄειρε καὶ ὑψόσʼ ἔερπε διὰ τοῦ π· ἐν δὲ τῇ Χίᾳ ὑψόσʼ ἵκανε. Ζηνόδοτος πυκνὸν καὶ μαλακὸν, ἵνʼ ἀπὸ χθονὸς ἀγκαζέσθην.

351. στιλπναί ὁμοίως τῷ ἰσχναί· τὰ γὰρ εἰς νος δισύλλαβα μετʼ ἐπιπλοκῆς συμφώνου τριγενῆ ὀξύνεσθαι θέλει, πρυμνός ἰσχνός πυκνός. ἐναντιοῦται τὸ λίχνος· τὸ γὰρ λάγνος ἔννοιαν ἔχει συνθέσεως.

*ἀπέπιπτον Ζηνόδοτος ἐπέπιπτον.

ὁ Ἀσκαλωνίτης ἀξιοῖ παροξύνειν τὸ ἔερσαι ὁμοίως τῷ εὐτέρπαι· καὶ γὰρ τὸ ἑνικὸν ἐέρση ἐστί (“μή μʼ ἄμυδις στίβη τε κακὴ καὶ θῆλυς ἐέρση” Od. 5, 467), τὰ δὲ εἰς η λήγοντα θηλυκὰ μονογενῆ ὁμότονα ἔχει τὰ πληθυντικὰ, Ελένη Ἑλέναι· οὕτως εἰ ἐέρση, καὶ [*](8. εὐνῆ] Sic A, sine iota ad- μαι. scripto. εὐνήν Bekkerus. 20. οὕτως Ἀρίσταρχος ἔεργε] Hoc) [*](11. προσίεμαι τὴν scripsi pro etiam in marg. inter. πρὸς τήν. Frequens in his scholiis 28. ἐπέπιπτον] *ἀνεπιπτον formula est ἐγὼ δὲ συγκατατίθε-)

53
ἐέρσαι. ἠλιθίως πάνυ· οὐ γὰρ ἐνόησεν ὅτι τὸ ἑνικὸν διὰ τὴν μετάληψιν τοῦ α εἰς η πρὸ τέλους ἔσχε τὸν τόνον, ὁμοίως τῷ ἄελλα ἀέλλη, οὕτως ἔερσα καὶ ἐέρση· εἰ δὲ τὸ πληθυντικὸν οὐκέτι ἀντιθέσεως ἔχεται, ἀπολήψεται τοῦ ἔερσα προπαροξυνομένου τὸν τόνον.

354. *ὅτι σὺν τῷ ν νήδυμος.

359. *κῶμα καλύψω ἐν ἄλλῳ κῶμʼ ἐκάλυψα.

364. Ἀργεῖοι ταῦτα καὶ τὰ ἑξῆς κατʼ ἐπερώτησιν ἀναγνωστέον.

366. ἀλλʼ ὁ μὲν οὕτω φησί ὅτι Ζηνόδοτος γράφει καὶ ἔλπεται. ἁρμόζει δὲ τῷ προσώπῳ τὸ εὔχεται, καυχᾶται.

371. * ὑποστικτέον κατὰ τὸ τέλος τοῦ στίχου· λείπει γὰρ τὸ εἰσίν.

372. τὸ παναίθῃσιν οἱ πλείους προπερισπῶσιν, Εὐφράνωρ δὲ βαρύνει. φιλεῖ δὲ τὰ εἰς η λήγοντα θηλυκὰ δισύλλαβα, ὀξυνόμενα, συντιθέμενα καὶ μὴ γινόμενα κύρια, τοτὲ μὲν φυλάσσειν τὸν τόνον, ὅτε μετὰ προθέσεως συντίθεται, τοτὲ δὲ ἀναβιβάζειν, ὅτε οὐ μετὰ προθέσεως· ἐπιτομή ἀνοχή συνοχή· ἱστοδόκη δὲ καὶ καπνοδόκη λατύπη οἰνοχόη. εἴπερ οὖν καὶ τὸ παναίθη οὐ μετὰ προθέσεώς ἐστι, βαρυτονηθήσεται. τάχα δὲ καὶ παρώνυμόν ἐστι, καὶ πάλιν ὀφείλει βαρύνεσθαι· ὡς γὰρ παρὰ τὸ καλός ἐγένετο πάγκαλος καὶ παγκάλη, οὕτως καὶ παρὰ τὸ αἰθός πάναιθος, ὦ ἀκόλουθον τὸ παναίθη.

376. *ὃς δέ κ’ ἀνήρ λείπει τὸ ᾗ, ὃς ἂν ᾖ· διὸ ὑποστιγμὴ καὶ ἐπὶ τὸ μενέχαρμος.

*ἔχῃ Ἀρίσταρχος διὰ τῆς ει διφθόγγου, ἔχει.

ὃς δέ κʼ ἀνὴρ μενέχαρμος οὗτος καὶ ὁ ἑξῆς ἀθετοῦνται, ὅτι γελοῖον μὴ τὰ ἁρμόζοντα ἀναλαμβάνειν, ἀλλὰ μείζονα εἰς ἐμποδισμὸν τῆς χρήσεως. Ζηνόδοτος δὲ προηθέτει.

ὀλίγον σάκος μικρὰν ἀσπίδα· ἔστι δὲ ποσότης ἀντὶ πηλικότητος.

379. *ὅτι συλληπτικῶς εἴρηκεν οὐτασμένων τινῶν καὶ βεβλημένων.

382. ἐσθλὰ μὲν ἐσθλός ὅτι οὗτος ὁ στίχος τοὺς προκειμένους ἀναιρεῖ· βελτίονα μὲν γὰρ τῇ κατασκευῇ ἐνδέχεται ἀναλαμβάνειν, μείζονα δὲ οὔ. ἔνια δὲ τῶν ὑπομνημάτων δῶκεν ἀντὶ τοῦ δόσκεν· καὶ ἔστιν εὐφραδέστερον.

[*](2. τόνον Vill.] τόπον 22. τὸ Friedl.] τῷ)[*](20. αἰθός Lehrsius] αἶθος μενέχαρμος Bekkerus] ὤμῳ)[*](21. ἄν] ἐὰν)
54

*οὕτως Ἀρίσταρχος δόσκεν.

387. δάϊ ὁ Ἀσκαλωνίτης βαρύνει ὡς Θέτι· οἱ δὲ πλείους ὡς φλεβί ὀξύνουσιν, οἷς συγκατατίθεμαι. εἰ μὲν γὰρ ἦν ἡ εὐθεῖα, ὡς οἴεται ὁ Ἀσκαλωνίτης, δάϊς ὡς Θέτις βαρυνομένη, καὶ ὡς “πάντα Θέτι καλλιπλοκάμῳ” (Il. 18, 407), οὕτως δάϊ, πρῶτον ἐκτείνεσθαι δεήσει τὸ ι, δεύτερον ἐκεῖνο ὁρῶμεν ἐναντιούμενον· τὰ γὰρ εἰς ις λήγοντα καθαρὸν θηλυκὰ, τῷ α παραληγόμενα, οὐ φιλεῖ βαρύνεσθαι, τοὐναντίον δὲ ὀξύνεσθαι—ὁ δὲ λόγος ἐπὶ τῶν Ἑλληνικῶν, ἵνα μή τις τὸ Ξόϊς ἢ Σάϊς ἀντιθῇ, κείμενα παρʼ Ἠροδότῳ—, οἷον Θηβαΐς Δαναΐς Λαίς Θαίς. οὕτως ἄρα δαΐς, χωρὶς εἰ μὴ λέγοι τις τοῦτο βεβαρυτονῆσθαι πρὸς ἀντιδιαστολὴν τοῦ ὀξυνομένου, ὥσπερ καὶ τὸ ἀκρίς. ἄμεινόν ἐστιν ἐκεῖνο λέγειν ὡς ὅτι εἴτε ἀπὸ τῆς δάϊς βαρυνομένης εἴτε ὀξυνομένης ἡ προκειμένη ἐστὶ δοτικὴ, ὀφείλει ὀξύνεσθαι τῷ τὰς εἰς ι συνεσταλμένον ληγούσας δοτικὰς καὶ μὴ συναλειφθείσας ἐπʼ ὀνομάτων ἀρσενικάς τε καὶ θηλυκὰς ὀξύνεσθαι, μηνί χηνί· ταύτῃ καὶ λιτί. οὕτως καὶ ἡ δαΐ, εἴτε ἀποκέκοπται εἴτε συγκέκοπται, ὀξυτονηθήσεται.

ὅτι βαρύνεται ἡ εὐθεῖα δαϊς διδασκόμεθα ἐκ τῆς παρὰ Καλλιμάχῳ αἰτιατικῆς “ἐς δάϊν ὁπλισμὸν ἵππειον·” ἡ γὰρ τοιαύτη αἰτιατικὴ βαρυνομένην αἰτεῖ εὐθεῖαν. καὶ τὸ δῆϊς συνομολογεῖ τῷ τόνῳ· τραπέντος γὰρ τοῦ α εἰς η καὶ τοῦ ι πλεονάσαντος ἐγένετο.

389. *οὕτως διὰ τοῦ α γραπτέον τάνυσ σαν.

391. * ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησεν.

394. οὔτε θαλάσσης κῦμα τόσον ὅτι Ζηνόδοτος τούτων τῶν ὁμοιώσεων τὴν πρώτην τρίτην τέταχεν. ὁ δὲ Ὅμηρος τὰ ἐπιτα τικώτερα ὕστερα λέγει· πάντων δὲ ἐπιτατικώτερον ἀνέμου φορὰ, ἥτις καὶ τὰ ἄλλα κινεῖ, θάλασσαν καὶ πῦρ.

396. τόσσος γε Ἀρίσταρχος φυλάσσει τὴν ὀξεῖαν ἐπὶ τῆς τοσ συλλαβῆς, ὁ δὲ Τυραννίων τοσσός γε ἀνέγνω, τὴν σος συλλαβὴν ὀξύνων, οὐκ εὗ· ὁ γὰρ γέ οὐκ ἀλλάσσει τὸν τόνον τῶν πρὸ ἑαυτοῦ λέξεων. εἰ δέ τις λέγοι ἐπέκτασιν εἶναι, μὴ σύνδεσμον, ἴστω ὅτι τὸ [*](3. φλεβί Lobeckius] φλεαί 14. τῷ Bekk.] τὸ ὀξύνουσιν Bekkerus] ὀξύνοντες. 18. Καλλιμάχῳ] Callimaci ver-) [*](7. τῷ] εἵτʼ ἄλλῳ εἴτε καὶ τῷ sus fuit ἐς δάϊν ὁπλισμόν θʼ ἵππιον Lehrsius. ἐρχομένων : v. grammaticos ab-) [*](9. Ξόῖς] Non legitur apud Schneidero indicatos ad fr. 243 p. Herodotum. Idem error supra 482. ad 11, 677. 26. ὕστερα addidit Friedl.)

55
ἐναντίον χωρήσει· ἡ γὰρ διὰ τοῦ γέ ἐπέκτασις τρίτην ἀπὸ τέλους ἐποίει τὴν ὀξεῖαν, ἔγωγε ἔμοιγε.

βρόμος κυρίως ὁ τοῦ πυρὸς ἦχος· ὅθεν καὶ τὸν Διόνὐσον, ὄντα ἔφορον τοῦ πυρὸς, καὶ αὐτὸν Βρόμιον καλοῦσιν, ἀντὶ τοῦ τὸν ἐπὶ τοῦ πυρός. ἐν οἷς οἱ ποιηταὶ καὶ τὸν μῦθον ἔπλασαν ὅτι ἐκ Διὸς καὶ Σεμέλης ὣν ἐβλήθη τῷ κεραυνῷ, καὶ ὅτι πυρογενής ἐστιν.

397. *ὤρετο ἔν τισι τῶν ὑπομνημάτων ὤρορε, καὶ ἔστιν ὄμοιον τῷ “ὤρορ’ ἐπαΐξας (Il. 2, 146).

398. * τόσσον γε οὕτως διὰ τοῦ ν, τόσσον γε.