Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
290. ἐναλίγκιος κατὰ τὴν καθέδραν· ὁ γὰρ ὄρνις οὐ καθέζεται.
291. χαλκίδα κικλήσκουσι θεοὶ, ἄνδρες δὲ κύμινδιν ὁ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιὰν, καὶ μέγεθος ὅσον ἱέραξ ὁ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης (H. A. 9, 12). παρὰ δέ τισι θηλυκῶς λέγεται ἡ κύμινδις. εὐεπίφορον εἰς ὕπνον τὸ ὄρνεον. κύμινδις δὲ λέγεται διὰ τὸ ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτειν.
295. *οἷον γράφεται καὶ οἷος.
[*](4. μάρτυροι—μάρτυρος Lehrsius] starchus, ut refert Etym. M. p. μάρτυρος—μάρτυρι. 539, 20: v. Lehrs. Aristarch. p.)[*](6. Κρεῖος] Hoc nomen tribus 285 et Thes. vol. 4 p. 1975. modis scribitur, Κρεῖος Κρῖος Κριός, 7. * Κοῖος] κύων quorum postremum probavit Ari- 26. ὁ] *ἡ)*πρῶτόν περ οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ πρώτιστον.
Ἥραν τρεφομένην παρὰ τοῖς γονεῦσιν εἷς τῶν Γιγάντων Εὐρυμέδων βιασάμενος ἔγκυον ἐποίησεν· ἡ δὲ Προμηθέα ἐγέννησεν. Ζεὺς δὲ ὕστερον γήμας τὴν ἀδελφὴν, καὶ γνοὺς τὰ γενόμενα, τὸν μὲν Εὐρυμέδοντα κατεταρτάρωσε, τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς δεσμοῖς ἀνήρτησεν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.
299. *τῶν κʼ ἐπιβαίης Ζηνόδοτος καὶ Ἀριστοφάνης ἔξω τοῦ κε συνδέσμου, τῶν ἐπιβαίης.
δύναται καὶ πευστικῶς ὁ στίχος ἀναγινώσκεσθαι, οὐ μὴν ὑποστικτέον διὰ πευστικὴν ὑπόκρισιν.
303. *οἵ με σφοῖσι γρ. οἵ μʼ ἐν σφοῖσι.
304, 305, 306. τοὺς εἶμʼ ὀψομένη ἀθετοῦνται στίχοι γ', καὶ ἀστερίσκοι παράκεινται, ὅτι πρὸς μὲν Ἀφροδίτην δεόντως λέγονται (200), πρὸς δὲ τὸν Δία οὐκέτι· οὐ γὰρ προσεδεῖτο προφάσεως, ἔχουσα τὸν κεστὸν ἱμάντα. καὶ τάχʼ ἂν συνεφώρμησεν αὐτῇ· οὐ δεῖ οὖν παρακινδυνεύειν.
*ἠθετοῦντο παρὰ Ζηνοδότῳ.
307. ἕν ἐστι τὸ πρυμνωρείῃ, ὡσπερεὶ ἐν ἀκροπόλει.
309. τὴν σεῦ περισπαστέον· ἔστι γὰρ ἀντιδιαστολή.
310. *μετέπειτα Ζηνόδοτος καὶ Ἀριστοφάνης μετόπισθε.
315. οὐ γὰρ πώποτέ μʼ ὧδε ὅτι ἐξαρκεῖ τὸ κεφαλαιωδῶς εἰπεῖν· τὸ δὲ ἐξ ὀνόματος ἐπιφέρειν ἐνέκοπτε μᾶλλον ἢ ἔπειθεν.
316. περιπροχυθείς περισσῶς χυθείς. ὁ δὲ Ἰξίων γράφει περιπλεχθείς.
317. οὐδʼ ὁπότʼ ἠρασάμην κοινὸν ἄνωθεν νοεῖται ἐπὶ πάντων τὸ οὐδέποτε οὕτως ἠράσθην· διὸ καὶ ἕκαστον τῶν λεγομένων αὐτὸ καθʼ ἑαυτὸ κόμμα ἐστί· διόπερ αἱ στιγμαὶ ἐν αἰτήματι τίθενται. ἀπὸ τούτου δὲ ἕως τοῦ “οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος” (327) ἀθετοῦνται στίχοι ιά, ὅτι ἄκαιρος ἡ ἀπαρίθμησις τῶν ὀνομάτων· μᾶλλον γὰρ ἀλλοτριοῖ τὴν Ἥραν ἢ προσάγεται. καὶ ὁ ἐπειγόμενος συγκοιμηθῆναι διὰ τὴν τοῦ κεστοῦ δύναμιν πολυλογεῖ. καὶ Ἀριστοφάνης προηθέτει.
Ἰξιονίης ἀλόχοιο τῆς Ἰξίονος γυναικὸς Δίας. ἦν δὲ αὕτη θυγάτηρ Δηϊονέως· μετὰ δὲ τὸ φθαρῆναι αὐτὴν ὑπὸ Διὸς ὕστερον Ἰξίονι ἐζεύχθη.
[*](11. Conf. ad v. 202. 27. αἰτήματι] Idem vol. 1 p.)[*](14. προφάσεως Bekkerus] προε- 404, 12. ράσεως 33. Δηϊονέως Heynius] ἰηονέως)319. Δανάης Δανάη Ἀκρισίου θυγάτηρ, ἣ Διὶ συγκοιμηθεῖσα Περσέα ἐγέννησε. χρωμένῳ γὰρ, φασὶ, τῷ Ἀκρισίῳ περὶ γενέσεως ἀρρένων παίδων ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς αὐτοῦ καὶ αὐτὸν κτεῖναι· δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, κατὰ γῆς θάλαμον χαλκοῦν κατασκευάσας τὴν Δανάην ἐφρούρει. αὐτὴ δὲ, ὥς φησι Πίνδαρος καὶ ἄλλοι τινὲς, ἐφθάρη ὑπὸ τοῦ πατραδέλφου αὐτῆς Προίτου, ὅθεν αὐτοῖς καὶ στάσις ἐκινήθη. ὡς δὲ ἔνιοί φασιν ὁ Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰς τὸν Δανάης ῥυεὶς κόλπον συνῆλθεν. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν. διασωθέντων δὲ τούτων εἰς έριφον τὴν νῆσον, μίαν τῶν Κυκλάδων, συνέβη ἀνατραφῆναι τὸν παῖδα παρὰ Πολυδέκτῃ ἢ, ὡς ἔνιοί φασιν, ὑπὸ Δίκτυος τοῦ ἀδελφοῦ Πολυδέκτου. φυγόντος δὲ ὕστερον Ἀκρισίου τὴν Ἀργείων βασιλείαν παρέλαβε Περσεύς.
322. * Ἀρίσταρχος Μίνων σὺν τῷ ν, Ζηνόδοτος χωρὶς τοῦ ν. Ῥαδάμανθυν ἐπεὶ ἐμάνη περὶ τὰ ῥόδα τὰ ὑπὸ τοῦ ταύρου προϊέμενα ἡ Εὐρώπη, Ῥαδάμανθυν ἐκάλεσε τὸν παῖδα.
323. Ἀλκμήνης Ἀλκμήνης τῆς Ἠλεκτρύονος καὶ Ἀναξοῦς τῆς Ἀγκαίου ἠράσθη Ἀμφιτρύων, ὃς ἀνελὼν Ἠλεκτρύονα βοῶν ἀμφισβητήσεως χάριν ἐξ Ἄργους ἔφυγεν εἰς Θήβας· σὺν αὐτῷ δὲ καὶ Ἀλκμήνη. ὑποδεχθέντες δὲ ἀσμένως ὑπὸ τῶν βασιλευόντων τῆς πόλεως Κρέοντος καὶ Ἡνιόχης τιμῆς ἐτύγχανον μεγίστης. οὐ βουλομένης δὲ Ἀλκμήνης γαμηθῆναι, εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν αὐτῆς ἀναιρεθῶσι Τηλεβόαι, κατηγωνίσατο αὐτοὺς Ἀμφιτρύων, προσλαβόμενος συμμάχους Βοιωτοὺς καὶ Λοκροὺς, ἔτι δὲ Φωκεῖς, ἐνιαυτὸν προσεδρεύσας. ὡς δὲ ὑποστρέψας ἀπὸ τῆς στρατείας ἦγε τοὺς γάμους ἑαυτοῦ τε καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ ἐρασθείς αὐτῆς ὁ Ζεὺς καὶ εἰκασθεὶς Ἀμφιτρύωνι ἐμίγη καὶ υἱὸν ἐποίησεν· ὁμοίως δὲ καὶ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. ἤδη δʼ ἐκείνης τὸν ἑπταμηνιαῖον [*](4. *κτεῖναι—τοῦτο—γῆς] κτείνει 23. Ἡνιόχης—ἀναιρεθῶσι supra ) —τούτῳ—γῆν rasuram literis minusculis.) [*](7. *αὐτοῖς] αὐτοὺς 25. *κατηγωνίσατο] διʼ ὃ κατηγω-) [*](12. συνέβη ante μίαν collocat A. νίσατο) [*](*ἀνατραφῆναι] ἀναστραφῆναι 27. ὑποστρέψας] ἐπιστρέψας) [*](22. *ὑποδεχθέντες] ὑποδεχθέντων 30. *ἥδη— ἑπτα] om. in lacuna.)
324. ῥ Ἡρακλῆα κρατερόφρονα φασὶ Δία συγκοιμώμενον Ἀλκμήνῃ πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας· ὅθεν ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν τριέσπερον Ἡρακλέα ἐποίησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
*ὅτι ἔχει τι Ὁμηρικόν· πρὸς γὰρ τὸ δεύτερον πρότερον ἀπήντηκε.
325. Σεμέλης Σεμέλης τῆς Κάδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς Ἥρας κρύφα συνηυνάζετο. ἡ δὲ ἐξαπατηθεῖσα ὑπὸ Ἡρας, ἐπινεύσαντος αὐτῇ Διὸς πᾶν τὸ αἰτηθὲν ποιῆσαι, αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος ἀνανεῦσαι παραγίνεται εἰς τὸν θάλαμον αὐτῆς ἐφʼ ἅρματος, ἀστραπὰς καὶ βροντὰς ὁμοῦ καὶ κεραυνὸν ἀφιείς. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλειπούσης, ἑξαμηνιαῖον τὸ βρέφος ἐξαμβλωθὲν ἐκ τοῦ πυρὸς ἁρπάσας ἐνέρραψε τῷ μηρῷ. ἡ ἱστορία παρʼ Εὐριπίδῃ ἐν Βάκχαις.
328. σέο ὀρθοτονητέον· ἀντιδιαστολὴ γὰρ πρὸς ἄλλα πρόσωπα. ἡ δὲ χρῆσις ἐγκλίνει.
330. τελεία στιγμὴ μετὰ τὸ Κρονίδη· προσαγορευτικὴ γάρ ἐστιν ἡ περίοδος. ἡ δὲ ἑξῆς ἀνάγνωσις ἀμφίβολος· ἤτοι γὰρ καθʼ αὑτὸ ἀναγνωστέον ποῖον τὸν μῦθον ἔειπες, εἶτα ἀφʼ ἑτέρας ἀρχῆς εἰ νῦν ἐν φιλότητι, ἵνα ὑποστίζωμεν κορυφῇσι καὶ ἅπαντα, στίζωμεν δὲ μετὰ τὸ πῶς κʼ ἔοι, εἶτα ἀπʼ ἄλλης ἀρχῆς εἴ τις νῶϊ θεῶν αἰειγενετάων, καὶ ὑποστίζωμεν ἀθρήσειε, πεφράδοι, ἵνʼ ᾖ ἀπόδοσις οὐκ ἂν ἔγωγε τεὸν πρὸς δῶμα. οὕτως δὲ ἔσονται ἀνταποδοτικαὶ περίοδοι ἀμφότεραι ὀρθαὶ, τοιαῦται. εἰ νῦν ἐπὶ τῆς Ἵδης κοιμηθῆναι βούλει, πῶς ἂν εἴη, οἷον πῶς ἂν ἐνδέχοιτο; ἡ δὲ ἑτέρα, εἴ τις ἴδοι τῶν θεῶν καὶ τοῖς ἄλλοις εἴποι, οὐκ ἂν ἔλθοιμι εἰς τὸν σὸν οἶκον. ἢ ἀνεστραμμένας αὐτὰς ποιητέον, συνάπτοντα οὕτως, ποῖον τὸν μῦθον ἔειπες, εἰ νῦν ἐν φιλότητι λιλαίεαι.
ἔστι δὲ στιγμὴ ἐν κορυφῇσι καὶ ἅπαντα, εἶτα καθʼ ἑαυτὸ ἀπορούσης τῆς θεοῦ πῶς κʼ ἔοι, πῶς ἂν τοῦτο ἐνδέχοιτο. ἢ καὶ [*](1. * Ἰφικλῆς] ἵφικλος 24. ἵνʼ ᾖ ἀπόδοσις Bekk.] ἦν ἡ) [*](6, * ἡ—Φερεκύδει] om. ἀνάγνωσις.) [*](22. ἵνα Bekk.] ἡμεῖς 32. ἣ Bekkerus] εἰ) [*](στίζωμεν Bekk.] στίζομεν)
338. ἔστιν τοι θάλαμος ὅτι ἐκ Διὸς καὶ Ηρας καθʼ Ὀμηρον ὁ Ἥφαιστος. καὶ νῦν μὲν ἴσως τις ἐρεῖ ἀμφιβολίαν εἶναι· ἐν Ὀδυσσείᾳ δὲ αὐτὸ σαφῶς λέγει ὁ Ἥφαιστος. ὁ δὲ Ἡσίοδος ἐκ μόνης Ἥρας.