Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

316. περιπροχυθείς περισσῶς χυθείς. ὁ δὲ Ἰξίων γράφει περιπλεχθείς.

317. οὐδʼ ὁπότʼ ἠρασάμην κοινὸν ἄνωθεν νοεῖται ἐπὶ πάντων τὸ οὐδέποτε οὕτως ἠράσθην· διὸ καὶ ἕκαστον τῶν λεγομένων αὐτὸ καθʼ ἑαυτὸ κόμμα ἐστί· διόπερ αἱ στιγμαὶ ἐν αἰτήματι τίθενται. ἀπὸ τούτου δὲ ἕως τοῦ “οὐδʼ ὁπότε Λητοῦς ἐρικυδέος” (327) ἀθετοῦνται στίχοι ιά, ὅτι ἄκαιρος ἡ ἀπαρίθμησις τῶν ὀνομάτων· μᾶλλον γὰρ ἀλλοτριοῖ τὴν Ἥραν ἢ προσάγεται. καὶ ὁ ἐπειγόμενος συγκοιμηθῆναι διὰ τὴν τοῦ κεστοῦ δύναμιν πολυλογεῖ. καὶ Ἀριστοφάνης προηθέτει.

Ἰξιονίης ἀλόχοιο τῆς Ἰξίονος γυναικὸς Δίας. ἦν δὲ αὕτη θυγάτηρ Δηϊονέως· μετὰ δὲ τὸ φθαρῆναι αὐτὴν ὑπὸ Διὸς ὕστερον Ἰξίονι ἐζεύχθη.

[*](11. Conf. ad v. 202. 27. αἰτήματι] Idem vol. 1 p.)[*](14. προφάσεως Bekkerus] προε- 404, 12. ράσεως 33. Δηϊονέως Heynius] ἰηονέως)
50

319. Δανάης Δανάη Ἀκρισίου θυγάτηρ, ἣ Διὶ συγκοιμηθεῖσα Περσέα ἐγέννησε. χρωμένῳ γὰρ, φασὶ, τῷ Ἀκρισίῳ περὶ γενέσεως ἀρρένων παίδων ὁ θεὸς ἔφη γενέσθαι παῖδα ἐκ τῆς θυγατρὸς αὐτοῦ καὶ αὐτὸν κτεῖναι· δείσας δὲ ὁ Ἀκρίσιος τοῦτο, κατὰ γῆς θάλαμον χαλκοῦν κατασκευάσας τὴν Δανάην ἐφρούρει. αὐτὴ δὲ, ὥς φησι Πίνδαρος καὶ ἄλλοι τινὲς, ἐφθάρη ὑπὸ τοῦ πατραδέλφου αὐτῆς Προίτου, ὅθεν αὐτοῖς καὶ στάσις ἐκινήθη. ὡς δὲ ἔνιοί φασιν ὁ Ζεὺς μεταμορφωθεὶς εἰς χρυσὸν καὶ διὰ τῆς ὀροφῆς εἰς τὸν Δανάης ῥυεὶς κόλπον συνῆλθεν. αἰσθόμενος δὲ Ἀκρίσιος ὕστερον ἐξ αὐτῆς γεγεννημένον Περσέα, μὴ πιστεύσας ὑπὸ Διὸς ἐφθάρθαι τὴν θυγατέρα μετὰ τοῦ παιδὸς εἰς λάρνακα βαλὼν ἔρριψεν εἰς θάλασσαν. διασωθέντων δὲ τούτων εἰς έριφον τὴν νῆσον, μίαν τῶν Κυκλάδων, συνέβη ἀνατραφῆναι τὸν παῖδα παρὰ Πολυδέκτῃ ἢ, ὡς ἔνιοί φασιν, ὑπὸ Δίκτυος τοῦ ἀδελφοῦ Πολυδέκτου. φυγόντος δὲ ὕστερον Ἀκρισίου τὴν Ἀργείων βασιλείαν παρέλαβε Περσεύς.

322. * Ἀρίσταρχος Μίνων σὺν τῷ ν, Ζηνόδοτος χωρὶς τοῦ ν. Ῥαδάμανθυν ἐπεὶ ἐμάνη περὶ τὰ ῥόδα τὰ ὑπὸ τοῦ ταύρου προϊέμενα ἡ Εὐρώπη, Ῥαδάμανθυν ἐκάλεσε τὸν παῖδα.

323. Ἀλκμήνης Ἀλκμήνης τῆς Ἠλεκτρύονος καὶ Ἀναξοῦς τῆς Ἀγκαίου ἠράσθη Ἀμφιτρύων, ὃς ἀνελὼν Ἠλεκτρύονα βοῶν ἀμφισβητήσεως χάριν ἐξ Ἄργους ἔφυγεν εἰς Θήβας· σὺν αὐτῷ δὲ καὶ Ἀλκμήνη. ὑποδεχθέντες δὲ ἀσμένως ὑπὸ τῶν βασιλευόντων τῆς πόλεως Κρέοντος καὶ Ἡνιόχης τιμῆς ἐτύγχανον μεγίστης. οὐ βουλομένης δὲ Ἀλκμήνης γαμηθῆναι, εἰ μὴ οἱ φονεῖς τῶν ἀδελφῶν αὐτῆς ἀναιρεθῶσι Τηλεβόαι, κατηγωνίσατο αὐτοὺς Ἀμφιτρύων, προσλαβόμενος συμμάχους Βοιωτοὺς καὶ Λοκροὺς, ἔτι δὲ Φωκεῖς, ἐνιαυτὸν προσεδρεύσας. ὡς δὲ ὑποστρέψας ἀπὸ τῆς στρατείας ἦγε τοὺς γάμους ἑαυτοῦ τε καὶ Ἀλκμήνης, τῇ αὐτῇ νυκτὶ ἐρασθείς αὐτῆς ὁ Ζεὺς καὶ εἰκασθεὶς Ἀμφιτρύωνι ἐμίγη καὶ υἱὸν ἐποίησεν· ὁμοίως δὲ καὶ Ἀμφιτρύων τῇ αὐτῇ νυκτί. ἤδη δʼ ἐκείνης τὸν ἑπταμηνιαῖον [*](4. *κτεῖναι—τοῦτο—γῆς] κτείνει 23. Ἡνιόχης—ἀναιρεθῶσι supra ) —τούτῳ—γῆν rasuram literis minusculis.) [*](7. *αὐτοῖς] αὐτοὺς 25. *κατηγωνίσατο] διʼ ὃ κατηγω-) [*](12. συνέβη ante μίαν collocat A. νίσατο) [*](*ἀνατραφῆναι] ἀναστραφῆναι 27. ὑποστρέψας] ἐπιστρέψας) [*](22. *ὑποδεχθέντες] ὑποδεχθέντων 30. *ἥδη— ἑπτα] om. in lacuna.)

51
χρόνον τῆς μίξεως ἐχούσης, γεννᾶται Ἡροκλῆς μὲν ἐκ Διὸς, Ἰφικλῆς δὲ ἐξ Ἀμφιτρύωνος.

324. ῥ Ἡρακλῆα κρατερόφρονα φασὶ Δία συγκοιμώμενον Ἀλκμήνῃ πεῖσαι τὸν Ἥλιον μὴ ἀνατεῖλαι ἐπὶ τρεῖς ἡμέρας· ὅθεν ἐπὶ τρεῖς νύκτας συγκοιμηθεὶς αὐτῇ ὁ Ζεὺς τὸν τριέσπερον Ἡρακλέα ἐποίησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.

*ὅτι ἔχει τι Ὁμηρικόν· πρὸς γὰρ τὸ δεύτερον πρότερον ἀπήντηκε.

325. Σεμέλης Σεμέλης τῆς Κάδμου θυγατρὸς Ζεὺς ἐρασθεὶς Ἥρας κρύφα συνηυνάζετο. ἡ δὲ ἐξαπατηθεῖσα ὑπὸ Ἡρας, ἐπινεύσαντος αὐτῇ Διὸς πᾶν τὸ αἰτηθὲν ποιῆσαι, αἰτεῖται τοιοῦτον αὐτὸν ἐλθεῖν οἷος ἦλθε μνηστευόμενος Ἥραν. Ζεὺς δὲ μὴ δυνάμενος ἀνανεῦσαι παραγίνεται εἰς τὸν θάλαμον αὐτῆς ἐφʼ ἅρματος, ἀστραπὰς καὶ βροντὰς ὁμοῦ καὶ κεραυνὸν ἀφιείς. Σεμέλης δὲ διὰ τὸν φόβον ἐκλειπούσης, ἑξαμηνιαῖον τὸ βρέφος ἐξαμβλωθὲν ἐκ τοῦ πυρὸς ἁρπάσας ἐνέρραψε τῷ μηρῷ. ἡ ἱστορία παρʼ Εὐριπίδῃ ἐν Βάκχαις.