Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

299. *τῶν κʼ ἐπιβαίης Ζηνόδοτος καὶ Ἀριστοφάνης ἔξω τοῦ κε συνδέσμου, τῶν ἐπιβαίης.

δύναται καὶ πευστικῶς ὁ στίχος ἀναγινώσκεσθαι, οὐ μὴν ὑποστικτέον διὰ πευστικὴν ὑπόκρισιν.

303. *οἵ με σφοῖσι γρ. οἵ μʼ ἐν σφοῖσι.

304, 305, 306. τοὺς εἶμʼ ὀψομένη ἀθετοῦνται στίχοι γ', καὶ ἀστερίσκοι παράκεινται, ὅτι πρὸς μὲν Ἀφροδίτην δεόντως λέγονται (200), πρὸς δὲ τὸν Δία οὐκέτι· οὐ γὰρ προσεδεῖτο προφάσεως, ἔχουσα τὸν κεστὸν ἱμάντα. καὶ τάχʼ ἂν συνεφώρμησεν αὐτῇ· οὐ δεῖ οὖν παρακινδυνεύειν.

*ἠθετοῦντο παρὰ Ζηνοδότῳ.

307. ἕν ἐστι τὸ πρυμνωρείῃ, ὡσπερεὶ ἐν ἀκροπόλει.

309. τὴν σεῦ περισπαστέον· ἔστι γὰρ ἀντιδιαστολή.

310. *μετέπειτα Ζηνόδοτος καὶ Ἀριστοφάνης μετόπισθε.

315. οὐ γὰρ πώποτέ μʼ ὧδε ὅτι ἐξαρκεῖ τὸ κεφαλαιωδῶς εἰπεῖν· τὸ δὲ ἐξ ὀνόματος ἐπιφέρειν ἐνέκοπτε μᾶλλον ἢ ἔπειθεν.