Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
279. οἳ Τιτῆνες καλέονται ὅτι τοὺς περὶ Κρόνον θεοὺς ὑποταρταρίους προσαγορεύει. πρὸς τὸ “ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι” (Il. 1, 399), ὅτι οὐ τοὺς περὶ Κρόνον λέγει Ὀλυμπίους.
284. οὕτως Λεκτόν ὀξυτόνως, ὡς φυτόν· οὕτως γὰρ ὁ τόπος καλεῖται. ἡ διπλῆ δὲ ὅτι ἰδίως εἴρηκεν, ἀντὶ τοῦ Ἴδης εἰς Λεκτόν· καὶ “Ἴδην δʼ ἵκανε πολυπίδακα Γάργαρον” (Il. 8, 47)· καὶ ἐν Ὀδυσσείᾳ (8, 363) τὸ ὅμοιον· “ἡ δʼ ἄρα Κύπρον ἵκανε φιλομμειδὴς Ἀφροδίτη ἐς Πάφον.” ἡ γὰρ Κύπρος εἰς Πάφον.
Λεκτὸν ἀκρωτήριον τῆς Ἴδης, κεκλημένον ἀπὸ τοῦ ἐν αὐτῷ κατακλιθῆναι Δία καὶ Ἥραν. τρία δὲ τὰ πάντα ἀκρωτήρια τῆς Ἴδης, Λεκτὸν, Γάργαρον, Φαλάκρη. ἀφορᾷ δὲ τὸ Λεκτὸν ἐπὶ τὸ Αἰγαῖον πέλαγος.
285. * ὑπεσείετο Ἀρίσταρχος ὑπό, εἶτα σείετο, Ἰακῶς. οὕτως καὶ Ζηνόδοτος καὶ Ἀριστοφάνης.
288. ἠέρος αἰθέῤ ἵκανεν ὅτι καθʼ Ὅμηρον ἀὴρ ὁ ἀπὸ γῆς μέχρι νεφῶν τόπος· ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος αἰθὴρ, καὶ ὁμωνύμως τῷ στερεμνίῳ οὐρανός. διὸ τὰ νέφη λέγει πύλας οὐρανοῦ.
290. ἐναλίγκιος κατὰ τὴν καθέδραν· ὁ γὰρ ὄρνις οὐ καθέζεται.
291. χαλκίδα κικλήσκουσι θεοὶ, ἄνδρες δὲ κύμινδιν ὁ κύμινδις οἰκεῖ μὲν ὄρη, ἔστι δὲ μέλας, χαλκίζων τὴν χροιὰν, καὶ μέγεθος ὅσον ἱέραξ ὁ φασσοφόνος, ὥς φησιν Ἀριστοτέλης (H. A. 9, 12). παρὰ δέ τισι θηλυκῶς λέγεται ἡ κύμινδις. εὐεπίφορον εἰς ὕπνον τὸ ὄρνεον. κύμινδις δὲ λέγεται διὰ τὸ ἀεὶ τὴν κεφαλὴν ὑπὸ τοὺς κλάδους κρύπτειν.
295. *οἷον γράφεται καὶ οἷος.
[*](4. μάρτυροι—μάρτυρος Lehrsius] starchus, ut refert Etym. M. p. μάρτυρος—μάρτυρι. 539, 20: v. Lehrs. Aristarch. p.)[*](6. Κρεῖος] Hoc nomen tribus 285 et Thes. vol. 4 p. 1975. modis scribitur, Κρεῖος Κρῖος Κριός, 7. * Κοῖος] κύων quorum postremum probavit Ari- 26. ὁ] *ἡ)*πρῶτόν περ οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ πρώτιστον.
Ἥραν τρεφομένην παρὰ τοῖς γονεῦσιν εἷς τῶν Γιγάντων Εὐρυμέδων βιασάμενος ἔγκυον ἐποίησεν· ἡ δὲ Προμηθέα ἐγέννησεν. Ζεὺς δὲ ὕστερον γήμας τὴν ἀδελφὴν, καὶ γνοὺς τὰ γενόμενα, τὸν μὲν Εὐρυμέδοντα κατεταρτάρωσε, τὸν δὲ Προμηθέα προφάσει τοῦ πυρὸς δεσμοῖς ἀνήρτησεν. ἡ ἱστορία παρὰ Εὐφορίωνι.