Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

259. *οὕτως ἐν πάσαις, δμήτειρα. Ἀριστοφάνης καὶ Ζηνόδοτος μήτειρα.

265, 266. ὁ Ἀσκαλωνίτης βαρύνει τὸν η· ἄμεινον δὲ περισπᾶν. καὶ γὰρ εἰ διαπορεῖ, οὐκ ἀναγκαῖον ἐγκλίνειν αὐτόν· οὐ γὰρ ἕτερος αὐτῷ ἐπιφέρεται περισπώμενος ὡς ἐπὶ τοῦ “ἡ δολιχὴ νοῦσος ἦ Ἄρτεμις ἰοχέαιρα” (Od. 11, 172).

267. Χαρίτων μίαν ὁπλοτεράων ὅτι δύο γενέσεις Χαρίτων ὑποτίθεται, πρεσβυτέρας καὶ νεωτέρας· διὸ συγκριτικῶς λέγει ὁπλοτεράων.

271. * τὸ ἑξῆς ἐστὶν ὄμοσον ἦ μὲν ἐμοί· τὰ δὲ ἄλλα διὰ μέσου.

272. χειρὶ δὲ τῇ ἑτέρῃ ὅτι ἐπὶ δύο τῷ ἑτέρῳ χρῆται κατὰ δίαστολὴν, [*](5 et 7. Κόωνδʼ] κόων 21. ἐν πάσαις] Ἀρίσταρχος Co-) [*](5. σὺν τῷ ν] I. e. Κῶν, non Κῶ. betus.) [*](8. Καλλίστρατος] *Καλλίμαχος 22. μήτειρα] Memorat etiam Eu-) [*](11. Κῶ] *Κῶν stath. p. 983, 57, sed addit, ἀρέ-) [*](13. * καὶ ὡς] καὶ om. σκονται δὲ οἱ πλείους τῆ προτέρᾳ) [*](17. ἐρρίπταζε] ἐρίπταζεν γραφῇ.) [*](20. *βαλὼν] λαβὼν)

48
Ἑλληνικῶς. τὰ βαρύτατα δὲ τῶν στοιχείων ὄμνυσι, καθάπερ ἐν τῇ συνηθείᾳ λέγομεν ξηρὸν καὶ ὑγρόν.

274. μάρτυροι ὅτι Ζηνόδοτος μάρτυρες γράφει, ἀγνοῶν ὅτι μάρτυροι λέγειν δεῖ ἀκολούθως τῷ μάρτυρος. θεοὶ Κρόνον ἀμφὶς ἐόντες οἱ περὶ τὸν Κρόνον θεοί. λέγει δὲ τοὺς Τιτᾶνας· οὗτοι δέ εἰσιν οἱ Οὐρανοῦ παῖδες, Κρόνος, Κρεῖος, Ὑπερίων, Ἰαπετὸς, Κοῖος.

276. *Ζηνόδοτος καὶ Ἀριστοφάνης ἔξω τοῦ τε, ἧς αὐτὸς ἐέλδομαι.