Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
241. τῷ κεν ἐπίσχοιες οὕτως τὴν γραφὴν παρατίθεται ὁ Ἡρωδιανὸς ἐν τῷ ιζ΄ τῆς καθόλου, καὶ λέγει ἀπὸ τοῦ ἐπίσχοις πλεονασμὸν εἶναι τοῦ ε, ἢ συστολὴν τοῦ ἐπισχοίης.
ἐπίσχοιες τῷ ἐπίσχοιμι ἀκόλουθόν ἐστι τὸ ἐπίσχοις, τῷ δὲ ἐπισχοίης τὸ ἐπισχοίην· καὶ ἴσως ἔδει οὕτως ἔχειν, παρεφθάρη δὲ ὑπὸ τῶν μεταχαρακτηρισάντων· τῷ δὲ χαρακτῆρι γενόμενον ὅμοιον τῷ ἰοίην καὶ ἀγαγοίην παρὰ Σαπφοῖ καὶ τῷ πεπαγοίην παρʼ Εὐπόλιδι, εἰκότως ἐβαρυτονήθη τὸ ἐπισχοίης, γενόμενον ἐπίσχοιες ὡς Αἰολικόν. οὕτω καὶ Ἀλέξανδρος ὁ Κοτιαεὺς ἐν τῷ ί τῶν παντοδαπῶν.
242. *ὅτι νήδυμος σὺν τῷ ν.
246. Ὠκεανοῦ, ὅσπερ γένεσις πάντεσσι ἐπεὶ ἐξ ὑδάτων αἱ αὐξήσεις ὑπάρχουσιν. πῶς Ἡσιοδου (Th. 216) πάντων πρῶτον εἰπόντος γεγενῆσθαι τὸ Χάος, Ὅμηρός φησιν Ὠκεανόν ῥητέον οὖν ὅτι ἕκαστος μὲν εἴρηκεν ὡς ἐβούλετο, Ὅμηρος δὲ φιλοσοφώτερον· τὸ γὰρ ὕδωρ πάντων ἡ ζωὴ, καὶ προέχει τῶν τεσσάρων στοιχείων, ὅθεν καὶ Πίνδαρος ἄριστον αὐτό φησιν.
249. *ἄλλο τεή οὕτως κατʼ εὐθεῖαν, ἄλλο τεή, καὶ Ἀρίσταρχος καὶ Ἡρωδιανός.
Ἀρίσταρχος ἐλλείπειν φησὶ τὴν κατά, καὶ ἐκδέχεται τὴν ἀντωνυμίαν εὐθείας πτώσεως, καὶ κατʼ ἄλλο ἡ σὴ ἐσωφρόνισεν ἐντολὴ, ὥστε εἶναι ἡ τεή. Παρμενίσκος δὲ ἐκδέχεται ἐπίρρημα τὸ ἄλλοτε, καὶ δασύνει τὸ η, καὶ περισπᾷ ἐπὶ δοτικῆς πτώσεως, ἵνα ὑπάρχη, ὁ Ζεὺς τῇ ᾖ με ἐσωφρόνισεν ἐντολῇ. Ἀλεξίων δὲ προκρίνει τὴν Ἀριστάρχου· φησὶ γὰρ ἀπὸ τοῦ τ ἀρκτέον. καὶ ἡμῖν δὲ δοκεῖ· πρὸς γὰρ τὴν Ἥραν ἡ ἀπότασίς ἐστιν. αὐτὸς γοῦν ἐπεξηγεῖται αὐτό· [*](3. ἐπίσχοιες] Sic A in lemmate 4. ἐπίσχοις—ὲ Bekkerus] ἐπί- scholii: in marg. interiore οὗ σχοι—σ. ἠρωδιανὸς ἐπίσχυες. Antiqua scrip- 6 et 10. ἐπίσχοιες] Sic hic tura fuit ΕΠΙΣΧΟΙΕΣ. qua ἐπισχοίης quoque A. significari intellexit Alexander 9. καὶ τῷ Bekkerus] καὶ τὸ Cotiaensis: non intellexerant alii 12. ὅτι addidit Villoisonus quum ἐπίσχιες scriberent, ab- 19. καὶ et καὶ Ἡρωδιανός delet surdam commenti literae ε ἐπένθε- Schmidt. Did. p. 153. σιν. De quo errorum genere post 24. ἴνα ὑπάρχῃ, ὁ Ζεὺς Vili.] ἴνα alios dixit Cobetus Mnem. novae ὁ Ζεὺς ὑπάρχει (ὑπάρχῃ Bekkerus))
255. Κόωνδʼ εἰς τὴν Κῶν νῆσον. γράφεται δὲ σὺν τῷ ν κατʼ αἰτιατικήν.
καί μιν ἔπειτα Κόωνδʼ ἔνιοι διὰ τῶν δύο οο γράφουσι Κόον· καὶ Καλλίστρατος ἐν τοῖς διορθωτικοῖς.
Ἡρακλῆς ἀνακομιζόμενος μετὰ τὸ πορθῆσαι Τροίαν γενόμενός τε κατὰ τὸ Αἰγαῖον πέλαγος, βουλήσει Ἥρας σφοδρῷ συνεσχέθη χειμῶνι· κατασυρεὶς δὲ εἰς Κῶ τὴν Μεροπίδα ἐκωλύθη ἐπιβῆναι τῆς νήσου ὑπὸ Εὐρυπύλου τοῦ Ποσειδῶνος, βασιλεύοντος αὐτῆς. βιασάμενος δὲ καὶ ὡς λῃστὴς ἐπιβὰς ἀνεῖλε τὸν Εὐρύπυλον καὶ τοὺς παῖδας αὐτοῦ, μιγεὶς δὲ τῇ θυγατρὶ αὐτοῦ Χαλκιόπῃ Θεσσαλὸν ἐγέννησεν. ἡ ἱστορία παρὰ Φερεκύδει.
256. χαλέπαινεν ῥιπτάζων ἀντιστροφή ἐστιν ἀντὶ τοῦ χαλεπαίνων ἐρρίπταζε. συναπτέον οὖν, καὶ μή τις ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκοι τὸ ῥιπτάζων.
258. καί κέ μʼ ἄῖστον καὶ ἂν ἰδών με ἀνιστόρητον καὶ ἀφανῆ ἐποίησεν, βαλὼν ἀπὸ τοῦ οὐρανοῦ εἰς τὴν θάλασσαν.