Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

95. *ἔμφασιν ἔχει πλείονα τὸ κοῦροι χωριζόμενον τοῦ νέοι.

96. ἁμάς ἡμετέρας. τὸ ἁμάς ἐκτείνεται κατὰ τὸ τέλος, καίτοι Δώριον ἔχον τὴν πρὸ τέλους συλλαβὴν, ἐπεὶ ἑνικῷ παράκειται τῷ διὰ τοῦ η λεγομένῳ, ἁμὴν, ὅπερ ὁλόκληρον ἂν ἦν Δωρικὸν, εἴπερ εἰς αν κατέληγεν.

98. νῦν δὴ εἴδεται ἦμαρ νῦν ἀνεφάνη ἡ ἡμέρα. ἐν ᾖ ὑπὸ τῶν Τρώων ἀναιρεθήσεσθε.

[*](3. ὁμοίως] ὁμοιοτόνως Bekkerus. 17. φησιν Bekkerus] φησὶ μʼ)[*](6 ὁμοιοτόνως] ὁμοτόνως Vill. Ἀρίσταρχος Cobetus Mnem.)[*](7 παίξω Bekkerus] παίζω novae vol. 3 p. III] ἀριστίδης)[*](11 ἄφωνον Bekkerus] σύμφωνον 29. λεγομένῳ Bekkerus] ληγομένῳ)
8

102. φυζακινῇς ὁμοίως ἀναγνωστέον τῷ ἐαρινῆς. πῶς δʼ ἐσχημάτισται δεδήλωται ἐν τῷ περὶ παρωνύμων.

103. Ἀρίσταρχος βαρύνει τὸ θώων, καὶ ἐπείσθη ἡ παράδοσις· ὁ δὲ Πάμφιλος περισπᾷ, ἐπεῖ τὰ εἰς ες λήγοντα δισύλλαβα ὀνόματα ἐπὶ εὐθείας πληθυντικῆς ἔχει γενικὴν περισπωμένην. διὸ καὶ τὸ Τρώων καὶ δμώων καὶ παίδων ἀνεγίνωσκε περισπῶν, ἔτι δὲ καὶ τὸ πάντων καὶ λάων καὶ τίνων, περὶ ὧν λόγον ἔδωκαν καὶ οἱ πρὸ ἡμῶν καὶ ἡμεῖς.

θώων οἱ θῶες ζῷα ἄλκιμα καὶ εὐκίνητα· ἔνιοι δὲ παραπλήσια ὑαίνῃ. τὸ δὲ θώων ἔνιοι περισπῶσιν, ἵνʼ ὁμοτονῇ τῷ θηρῶν καὶ κυνῶν. οὕτως δὲ καὶ Ἀρίσταρχος προφέρεται, Διοκλῆς καὶ ὁ Θρᾷξ Διονύσιος ὡς βαρύνοντες τὴν λέξιν. Κάσιος δὲ ἀπολογούμενος ὑπὲρ τῆς βαρυτονήσεως φησὶν ὅτι τὰ μονοσύλλαβα, ὅταν μὲν ἔχῃ τὴν πληθυντικὴν ἐπὶ τῆς τελευταίας συλλαβῆς μετὰ συμφώνου λεγομένην, πάντως καὶ κατὰ τὴν γενικὴν περισπᾶται, οἷον θῆρες κύνες χῆνες, ὅταν δὲ ἀπὸ φωνήεντος ἀρχομένην, πάντως βαρυτονουμένην, οἷον Τρῶες δμῶες θῶες λᾶες. ἀντίκειται δὲ αὐτῷ τὸ παίδων καὶ πάντων. Χαῖρις δέ φησιν οὐκ εἶναι ἐν δισυλλάβοις ἀναλογίαν.

*οὕτως Ἀρίσταρχος, ἄλλοι δὲ παρδαλίων.

ἤϊα βρώματα, οὐ τὰ ἐν οἴκῳ δὲ ἐσθιόμενα, ἀλλὰ τὰ ἐν ὁδῷ καὶ πλῷ. “δεῦτε φίλοι ἤϊα φερώμεθα” (Od. 2, 410). Σιμωνίδης. καὶ [*](7. τίνων Bekkerus] τιμῶν λιν ἐπὶ τῆς δορῶς dici, perversa ab) [*](10. ὑαίνῃ] υἰαίνῃ librariis in pluribus scholiorum) [*](τῷ Bekkerus] τὸ locis. Recte Photius in Lexico) [*](11. προφέρεται Vill.] προφέρεσθαι πόρδαλιν οἱ ἕλοι Ἕλληνες, Ἀττικοὶ) [*](12. Κάσιος] Idem grammaticus πάρδαλιν. Ὅμηρος τὸ μἑν ζῷον διὰ memoratur in scholio codicis τοῦ ο, τὴν δορὰν δὲ διὰ τοῦ ᾶ, quae Townleiani ad 7, 235. ad verbum describens Eustathius) [*](16. βαρυτονουμένην Vill.] βαρυτο- p. 1251, 52. ἐν παλαιῷ ῥητορικῷ λεξικῷ (Aelii Dionysii, ut videtur νουμένης) [*](19. οὕτως] Id est πορδαλίων, ut Cobeto) se invenisse scribit. Hinc in textu legitur. Recte Apollo- in scholio Od. 4, 156 παρὰ τὸ ἄρχω nius Lex. Hom. πόρδαλις :—φαί- ἔρχαμος καὶ ὁρχαμος, ὡς παρδαλῆ νεται λέγων ἐπὶ τοῦ ζῷου διὰ τοῦ ὁ, ἡ δορὰ καὶ πάρδαλις τὸ ζῷον, recte ἐπὶ δὲ τῆς δορᾶς διὰ τοῦ ᾶ. Conf. Cobetus corrigit πόρδαλις τὸ ζῷον. schol. ad. 17, 20. 21, 573. 21. Σιμωνίδης] *Σιμωνίδης φησίν) [*](παρδαλίων Cobetus Mnem. nov. vel φησὶν ὁ Σιμωνίδης, quod qui vol. 1 p. 42] πορδαλίων. In marg. scripsit praecedentia verba pro exteriore huic versui adscriptum Simonideis habuit. Manifestum παρδ. Aristarchi haec erat sen. est excidisse verba Simonidis. tentia πόρδαλιν ἐπὶ τοῦ ζῴου, πάρδα-)

9
τὰ ἄχυρα δὲ ἤϊα λέγεται. “ὡς δʼ ἄνεμος ζαὴς ἠΐων θημῶνα τινάξει.” (Od. 5, 368). τάχα δὲ τὰ φερόμενα παρὰ τὸ ἰέναι· γενηθέντος γὰρ ἀνέμου δεῦρο κἀκεῖσε φέρεται.

107. Ἡρακλέων ἀξιοῖ στίζειν πόλιος, ἵνα, φησὶν, ἐμφαίνῃ τοιοῦτό τι· τί δὲ λέγω πόλιος; ἐπʼ αὐταῖς γὰρ ἤδη ταῖς ναυσὶ μάχονται. ἱκανὸν μέντοι βραχὺ διαστέλλειν.

*Ζηνόδοτος καὶ Ἀριστοφάνης νῦν δὲ ἑκὰς πόλιος.

110. * ὅτι ἐλλείπει ἡ περί· περὶ νηῶν.

115. ἀκεσταί εὐθεράπευτον, εὐίατοι. αἱ γὰρ τῶν ἀγαθῶν φρένες· ῥᾳδίως πρὸς τὸ κρεῖττον μετατίθενται, εὐθεράπευτοι οὖσαι. ἢ θερα- πευτικαί,

ὅτι ἀμφίβολον τὸ ἀκεώμεθα, πότερον ἰαθῶμεν ἢ ἀκεσώμεθα· ὃ καὶ ὑγιὲς, οἷον τὸ ἐλάττωμα ἰασώμεθα.

*ἀκεσταί τοι ἔν τισι τῶν ὑπομνημάτων διὰ τοῦ τε, ἀκεσταί τε.

118. *μαχησαίμην ἀντὶ τοῦ ἐγκαλέσαιμι.

127. καρτεραὶ, ἃς οὔτʼ ἄν κεν Ἄρης ὀνόσαιτο μετελθών πρὸς τὴν τοῦ χρόνου ἀλλαγήν· ἔστι γὰρ ἀντὶ τοῦ ὠνόσατο. καὶ ὅτι δὶς παρείληφε τὸν σύνδεσμον, ἄν καὶ κέν.

132. προπαροξυτονητέον τὸ ἱππόκομοι· ἡ γὰρ κόμη ἔγκειται, οὐ τὸ κομῶ· οὕτως οὖν ἀναγνωστέον, ὡς κυπαρισσόκομος καλλίκομος. τὰ δὲ ἀπὸ τῶν εἰς η ληγόντων θηλυκῶν συντιθέμενα καὶ μεταβάλλοντα τὸ τέλος εἰς τὴν εἰς ος κατάληξιν προπαροξύνεται, ἄφωνος ἄναυδος· οὕτως ἱππόκομος. τότε μέντοι παροξυτονητέον τὸ ἱππόκομος, ὅτε τὸ κομεῖν ἔγκειται· “Νεστορέας μὲν ἔπειθʼ ἵππους θεράποντε κομείτην” (Π. 8, 113).

φάλοισι συρίγγια ἐπὶ τῶν μετώπων εἰς ἃ καθίενται οἱ λόφοι, ὥστε τοὺς ἐκ τῶν κορύθων λόφους ψαύειν ἀλλήλων.

135. βραχὺ διασταλτέον ἐπὶ τὸ φρόνεον· τὸ γὰρ ἑξῆς, οἱ δʼ ἰθὺς φρόνεον μάχεσθαι, καὶ μέμασαν.

137. ὀλοοίτροχος λίθος περιφερὴς καὶ στρογγύλος, ὁ ἐν τῷ τρέχειν ὀλοὸς, ἐπεὶ καταφερόμενος πᾶν τὸ ἐμπῖπτον βλάπτει. Δημήτριος [*](2. *γὰρ] δὲ γὰρ. cod. Basil. ap. Valcken. ad Herodot.) [*](10. *ῥῃδίως] om. 5. 92, 9.) [*](21. ὡς addidit Lehrsius. 32. *βλάπτει—ὅλος] βλάπτῃ—ό) [*](31. Hoc scholion cum levi λόγος) [*](scripturae diversitate legitur in)

10
ὁ γονύπεσος δασύνει, ἵνʼ ᾖ ὅλος τροχοειδὴς καὶ κατὰ πᾶν μέρος ἀστήρικτος, τῷ δὲ τόνῳ ὡς κακότροπος· οὕτως δὲ καὶ Ἑρμαπίας καὶ Νκίας καὶ Ἀριστέας καὶ Ἀριστόνικος. Κωμανὸς δὲ καὶ Πτολεμαῖος ὁ Ἀσκαλωνίτης ψιλοῦσι καὶ παροξύνουσιν, ἀκούοντες τὸν ἐπὶ τὸ τρέχειν ὀλοὸν καὶ δεινόν. ἐπένθεσις δὲ τοῦ ῖ περιττή· καὶ γὰρ χωρὶς αὐτοῦ σώζεται τὸ μέτρον, καὶ ἔδει αὐτὸ ἀναλογῆσαι τῷ “Ἄτλαντος θυγάτηρ ὀλοόφρονος” (Od. 1, 52). Δημόκριτος δὲ τὸ κυλινδρικὸν σχῆμα ὀλοοίτροχον καλεῖ. καλῶς δὲ βάρβαρον καὶ ἄλογον ὁρμὴν ἀψύχῳ βάρει εἴκασε διὰ παντὸς τόπου κυλινδουμένῳ.

138. στεφάνης περικεφαλαίας, ἢ ὄρους ἐξοχῆς· νῦν δὲ λείας πέτρας.

140. ὕψι, ὡς οἴκοθι καὶ ἄγχι, ὥς φησι Πτολεμαῖος. τινὲς δὲ τοῦτο ὀξύνουσιν, ὑψί.

143. τὸ εἵως ἐνταῦθα κεῖται ἀντὶ τοῦ τέως, διόπερ οὔτε στιγμὴν οὔτε ἀνταπόδοσιν ἔχει ἐπιφερομένην.

ἀπείλει ἠπείλει, ὑπισχνεῖτο. ἔσθʼ ὅτε δὲ τὸ καυχᾶται καὶ ἐπιπλήσσει δηλοῖ.

147. πρὸς τὸ ἀμφιγύοισιν, ὅτι οἱ μὲν, ἐπεὶ ἀμφοτέραις ταῖς χερσὶ διερείδοντες χρῶνται· οἱ δὲ ἀπὸ τοῦ γυῶσαι, ὅτι βλάπτει ἀμφοτέρωθεν. οἱ δὲ μεταφορικῶς ἀπὸ τῶν γνίων, ὅτι ἑκατέρωθεν ἄκρον ἔχει· γυῖα γὰρ τὰ ἄκρα.

148. ὁ δὲ χασσάμενος πελεμίχθη ὅτι Ζηνόδοτος γράφει ὁ δὲ χάσσατο πολλὸν ὀπίσσω. ἠγνόησε δὲ ὅτι τὰ ἐμπεπηγότα δόρατα τῇ ἀσπίδι ἀναχωροῦντες διατινάσσουσιν, ἵνα ἀποπέσῃ.

149. διαπρύσιον διὰ παντὸς τοῦ πέρατος ἀκουσθῆναι δννάμενον. ἢ διαπεράσιμον εἰς ἀκοάς. ἢ διαπύρσιον, διαφανὲς καὶ σημαντικόν.

152. πυργηδόν δίκην πύργου, ἐν τάξει. ἔστι δὲ ἐπίρρημα παρα- βολοειδὲς, ὅμοιον τῷ σφαιρηδόν.