Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

41 ἄβρομοι αὐΐαχοι ὅτι ἀντὶ τοῦ ἄγαν βρομοῦντες καὶ ἄγαν ἰαχοῦντες, κατʼ ἐπίτασιν τοῦ α κειμένου· ἑκάστοτε γὰρ θορυβώδεις τοὺς Τρῶας παρίστησιν.

αὐίαχοι οἱ μὲν παρὰ τὸ αὔειν καὶ ἰάχειν· οἱ δὲ, ἐξαιρεθέντος τοῦ ν τὸ υ προσελθεῖν, ὡς ἀγαθός ἀγαυός, κατάξαντες καυάξαντες· οἱ δὲ, κατʼ ἐπίτασιν ὄντος τοῦ α, ἀΐαχοι, εἶτα πλεονάσαντος τοῦ υ. Χρύσιππος δὲ ὁ Στωϊκὸς καὶ Διονύσιος ὁ Θράξ δασύνουσι τὸ αὐΐαχοι, ἵνʼ ᾖ ξηρόφωνοι.

42 *Ἀχαιούς γράφεται ἀρίστους.

45 ὅτι τὸ εἰσάμενος πολλὰ σημαίνει, νῦν μὲν ὁμοιωθεὶς, ἐν ἄλλοις δὲ “καί ῥʼ ἐπιεισαμένη (Il. 21,424) ἐφορμήσασα. “εἴσατο δʼ ὡς ὅτε ῥινόν” ἀντὶ τοῦ ἐφάνη (Od. 5, 281).

εἰσάμενος ὁμοιωθεὶς, ὁρμήσας, φανείς. (Margo exter.)

50 * στικτέον κατὰ τὸ τέλος τοῦ στίχου.

51 ἕξουσιν Ἀριστοφάνης σχήσουσιν, ὁμοίως τῷ “παρμένετ· οὔτοι δηρὸν ἐμὲ σχήσουσιν Ἀχαιοί” (151).

52 περιδείδια ἔφαμεν ὅτι ἡ περί οὐκ ἀναστρέφεται, ὅτε σημαν τικὴ ὑπάρχει τοῦ περισσῶς.

53 δοτική ἐστιν ἄρθρου, ἐπιρρηματικῆς δὲ ἔχεται συντάξεως· τὸ δὲ ἀνταποδοτικόν ἐστιν αὐτοὕ “τῇ ἴμεν κεν δὴ σὺ κελαινεφές” (Il. 15, 46)· “τῇ γὰρ ἔχʼ ῥα πολὺ πλεῖσται” (ib. 448).

59 *διχῶς Ἀρίσταρχος, καὶ κεκοφώς καὶ κεκοπώς.

60 *ὅτι ἀντὶ τοῦ κόπτων. ἐν δὲ τῇ Χίᾳ καὶ Ἀντιμάχου κεκόπων.

61 ὁ ἀστερίσκος, ὅτι νῦν ὑγιῶς κεῖται ὁ στίχος, ἐπὶ δὲ Ὀδυσσέως κατὰ τὸν ἐπὶ Πατρόκλῳ ἀγῶνα (Il. 23, 772) οὐκέτι.

[*](1 ἀρσενικὸν] αρ (sic) Vat. 915 Philol. vol. 11 p. 170)[*](5 *καὶ ἡ μέν] ἡ μέντοι 26. περισσῶς] περισσός)[*](6 *Αἰγαίου] αἴγωνος 30. *Ἀρίσταρχος] ἀριστοφάνης)[*](15 αὐΐαχοι] ἴσχοι A. ἀνιάχοι cod.)
6

63. περιμήκεος ὡς Διομήδεος. τὰ γὰρ εἰς ης σύνθετα, παρʼ οὐδέτερα γενόμενα τὰ εἰς ος, τῷ η παραληγόμενα βαρύνεσθαι θέλει, ὥσπερ ἔχει παρὰ τὸ κῆτος τὸ μεγακήτης, ἦθος κακοήθης. διὸ τὰ λαθικηδής οἰνοπληθής ὀξυνόμενα παρὰ ῥήματά φαμεν συντεθεῖσθαι, τὸ κήδω καὶ τὸ πλήθω.

64. ὅτι ἐλλείπει ἡ διά, διὰ πεδίου, καὶ τὸ ἄλλο δοκεῖ συγκεχυκέναι ἐπὶ τοῦ δευτέρου, εἰ μὴ ἄρα τὸ ἄλλο ἐπὶ τοῦ ἀλλοιογενοῦς ἀκουσόμεθα.

66. τοῖιν δʼ ἔγνω πρόσθεν πρὸς τὸ δυῖκὸν σχῆμα. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῶν Σειρήνων “Σειρήνων ἀδινάων” (Od. 23, 326), Σειρήνοιιν (Od. 12, 52), ὅτι ὁ λόγος ὡς περὶ δύο

Ὀϊλῆος ταχὺς Αἴας Αἴας Λοκρὸς μὲν ἦν τὸ γένος, ἀπὸ πόλεως Ὀποῦντος, πατρὸς δὲ Ὀϊλέως. οὗτος μετὰ τὴν Ἰλίου πόρθησιν αἴτιος τοῖς Ἐλλησιν ἀπωλείας ἐγένετο· Κασάνδραν γὰρ τὴν Πριάμου, ἱκέτιν οὖσαν Ἀθηνᾶς, ἐν τῷ τῆς θεοῦ σηκῷ κατῄσχυνεν, ὥστε τὴν θεὸν τοὺς ὀφθαλμοὺς τοῦ ξοάνου εἰς τὴν ὀροφὴν τρέψαι, τοῖς δὲ Ἕλλησιν ὑποστρέφουσι καὶ κατὰ τὴν Εὔβοιαν γενομένοις χειμῶνας διεγεῖραι μεγάλους, ὥστε πολλοὺς αὐτῶν διαφθαρῆναι. διανηξάμενος δὲ Αἴας εἰς τὰς Γυράδας καλουμένας πέτρας ἔλεγε χωρὶς θεῶν γνώμης διασεσῶσθαι· Ποσειδῶν δὲ ἀγανακτήσας διέσχισε τὴν πέτραν καὶ τὸν Αἴαντα τῷ κλύδωνι παρέδωκενʼ ἐκριφέντα δὲ αὐτὸν κατὰ Δῆλον νεκρὸν Θέτις ἐλεήσασα θάπτει. Ἀθηνᾶ δὲ οὐδʼ οὕτως τῆς ὀργῆς ἐπαύσατο, ἀλλὰ καὶ τοὺς Λοκροὺς ἠνάγκασεν ἐπὶ χίλια ἔτη εἰς Ἴλιον ἐκ κλήρου παρθένους πέμπειν. ἡ ἱστορία παρὰ Καλλιμάχῳ ἐν Α αἰτίων καὶ παρὰ τῷ ποιητῇ ἐν τῇ Δ τῆς Ὀδυσσείας παχυμερῶς.

68. Αἶαν τὸ ἑξῆς ἐστὶν, ἐπεί τις θεῶν κέλεται μάχεσθαι, καὶ δʼ ἐμοὶ αὐτῷ· τὰ δὲ λοιπὰ ὡς διὰ μέσου λεγόμενα διορθωτέον. ἡ διπλῆ, ὅτι ἀναλόγως ἐκφέρει τὰ τοιαῦτα ὁ ποιητὴς, καὶ οὐ δεόντως ὁ Ζηνόδοτος ἔγραφεν “ᾧ τε σὺ Κάλχα” (Π. 1, 86) χωρὶς τοῦ ν.

70. οἰωνιστής οἰωνοσκόπος. πῶς δὲ, φασὶν, ὁ Ποσειδῶν οὐκ [*](7 δευτέρου] ἑτέρου Friedlaen- 14. *ἐγένετο] ἐγίνετο derus.) [*](17 *γενομένοις] γινομένοις) [*](10 Σειρήνων ἀδινἀων Lachman- 19. *Γυράδας] χοιράδας. V. Thes. nus] Nihil praeter νηάων A. vol. 2 p. 831. Γυραίας dixit Tacta.) [*](12 *πόλεως] πόλιος ad Lyc. 1141.) [*](13 *Ὀποῦντος] om. 30. σὺ] εὐ)

7
ἔλαθε τὸν Αἴαντα; καὶ. ῥητέον ὅτι φαντασίαν τινὰ παρέχει τὸ θεῖον ἑαυτοῦ.

71. ἶχνια τὸ ἴχνιον προπαροξυτονητέον, ὁμοίως τῷ ἀράχνιον· οὐ γάρ ἐστιν ὑποκοριστικὸν, ἀλλʼ ἀπὸ ῥήματος ἐσχημάτισται. ὅτι δὲ ὁ ποιητὴς οὐδὲ ὑποκοριστικοῖς χρῆται ἐδηλώσαμεν ἐν τῇ Α.

ἵχνια ὁμοιοτόνως τῷ παίγνια· καὶ γὰρ ὃ μὲν παρὰ τὸν ἵξω μέλλοντα ἔλαβε τὸν σχηματισμὸν, ὃ δὲ παρὰ τὸν παίξω. τὰ γὰρ ἀπὸ μακρᾶς ἀρχόμενα ἔχει παροξυτονούμενα τὰ ὑποκοριστικὰ οὐδέτερα, τυρός τυρίον, χρυσός χρυσίον, ἕρκος ἑρκίον, τεῖχος τειχίον· τὰ δὲ ἀπὸ βραχείας οὐκέτι, Φάκος φάκιον, λάγος λάγιον, ῥάκος ῥάκιον, νάκος νάκιον. τὸ δὲ ἴχνια ὡς ἄφωνον ὑγρῷ συνεζευγμένον οὐ ποιεῖ μακρὰν τὴν πρὸ αὐτοῦ.

*γράφεται καὶ ἴθματα· Ζηνόδοτος δὲ καὶ Ἀριστοφάνης ἴχματα.

82. χάρμῃ γηθόσυνοι χαίροντες τῇ μάχῃ. ἔστι δὲ ὅτε δηλοῖ ἡ λέξις καὶ τὸ χαίρειν τῇ εἰς μάχην παραθήξει, παρὰ τὸ χαράσσειν. τὴν γὰρ χαρὰν, ὡς φησιν Ἀρίσταρχος, οὐδετέρως ἀεὶ λέγει χάρμα.

*ὅτι ἐλλείπει ἡ ἐπί, ἵνʼ ᾖ ἐπὶ χάρμῃ.

85. *γυῖα λέλνντο πρὸς τὸ σχῆμα, ὅτι ὡς “σπάρτα λέλυνται” (Π. 2. 135).

88. ὑπʼ ὀφρύσι δάκρυα λεῖβον ἐστέναζον, ἐδάκρυον· οἱ γὰρ ὀφθαλμοὶ καθʼ Ὅμηρον ὑπὸ ταῖς ὀφρύσι· “κοίμησόν μοι Ζηνὸς ὑπʼ ὀφρύσιν ὄσσε φαεινώ” (Π. 14, 236). διὰ δὲ τούτων ἐδάκρυον. ἕτεροι δὲ ἤκονσαν λεληθότως ἔκλαιον

92. *Πηνέλεων διὰ τοῦ ὸ Ἀριστοφάνης, Πηνέλεον.