Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

158. ὑπασπίδια προποδίζων] ὑπὸ τὴν ἀσπίδα ἠρέμα καὶ εὐρύθμως [*](2. Ἑρμαπίας] Sic simplici π mian. Marcell. 17,4, 17. Et sic in scriptum etiam in scholio ad ΙΙ, inscriptionibus quoque Τρμαπίου 326, quod exscriptum est in Etym. apud Boeckh. vol. 3. in Addendis M. p. 648, 33, sed Ἑρμαπίας in 4303 e. Ἑρμαπίᾳ et Ἑρμαπίας 403 h. scholiis ad 4, 235 et 24, 557. et Ἑρμαπίων n. 6739, 2. Rectum est Ἑρμαπίας, cui nomini 3. Κωμανὺς] κόμανος simile est Hermapion ap. Am- 15. στιγμὴν] ὑποστιγμὴν Friedl.)

11
βαίνων, ἢ ὑπὸ τὴν ἀσπίδα τοὺς πόδας τιθεὶς, τουτέστι περικαλύπτων αὐτοὺς τῇ ἀσπίδι κατὰ τὴν πορείαν· ἐξ οὗ πρόδηλον ὅτι οὐκ εἶχεν ὁ Δηΐφοβος ἀμφιβρότην ἀσπίδα οὐδὲ ὅπλα, ἢ ἂν αὐτὴν ἐκράτει,

ἤτοι μετέωρα καὶ ὑψηλὰ προβαίνων, ἢ ἐπʼ ἄκρων τῶν ποδῶν βαδίζων, ὅ ἐστιν ἀκροβηματίζων

159. Μηριόνης δʼ αὐτοῖο τιτύσκετο ὅτι παραλέλειπται πρόθεσις ἡ ἐπί, καὶ ἡ γενικὴ ἀντὶ τῆς αἰτιατικῆς κεῖται· τὸ γὰρ ὅλον ἀντὶ τοῦ ἐπʼ αὐτὸν, ὡς καὶ τὸ “ἀλλ’ ἄγ’ ὀΐστευσον Μενελάου” (Π. 4, 100).

160. *τὸ ἐξῆς καὶ βάλε κατʼ ἀσπίδα. οὕτως οὖν διορθωτέον.

165. * ὅτι νῦν χώσατο ἀντὶ τοῦ συνεχύθη.

166, *ὅτι λείπουσιν αἱ προθέσεις, περὶ νίκης καὶ περὶ ἔγχους.

*Ζηνόδοτος ξυνέηξε.

168. οἰσόμενος κομίσων, ἐνεγκῶν. διαφέρει τὸ οἴσων καὶ οἰσό- μενος· οἴσων μὲν γὰρ καὶ ἑτέρῳ “οἶσε θέειον γρῆϊ κακῶν ἄκος” (Od. 22,481). “οἴσετε δʼ ἄρν᾿, ἕτερον λευκόν” (Π. 3,103), οἰσόμενος δὲ ἑαυτῷ.

172. ἡ διπλῆ, ὅτι Ζηνόδοτος γράφει ὃς νάε Πήδαιον, ἵνα κατάλληλον τὸν λόγον κατὰ συναφὴν ποιήσῃ. ἀγνοεῖ δὲ ὅτι Ὅμηρος διακόπτει τὰς φράσεις, ἵνα μὴ μακροπερίοδος γένηται. ἄλλως τε καὶ κακόμετρον τὸ ἔπος ποιεῖ.

178. *αὖτʼ ἔπεσεν ἐν ἄλλῳ αἶψʼ ἔπεσεν.

179. *κορνφῇ οὕτως Ἀρίσταρχος ἑνικῶς. ἄλλοι δὲ κορυφῇς.

191. Εκτορος ἀλλʼ οὔ πη χρόος εἴσατο ὅτι διῄρηκε χρόος ἀντὶ τοῦ χρώς· διὸ βαρυτονητέον. καὶ ὅτι τὸ εἴσατο νῦν ἀντὶ τοῦ ἐφάνη.

οὕτως αἱ Ἀριστάρχου, χρόος ὡς λόγος· βούλεται δὲ διῃρῆσθαι τὴν εὐθεῖαν. Ζηνόδοτος δὲ γράφει χρὼς εἴσατο.

Ἀλεξίων φησὶν ὅτι Ἀρίσταρχος ὡς σοφός προηνέγκατο, Τυραννίων δὲ ὡς πόλος, καὶ ἔχει λόγον ἑκατέρα ἡ ἀνάγνωσις. ἐὰν μὲν χρόος ὡς πόλος κατʼ εὐθεῖαν πτῶσιν ἀναγνῶμεν, ἔσται τὸ λεγόμενον, ἀλλʼ οὐδαμῶς ὁ χρὼς ἐφάνη· ἐὰν δὲ χροός ὡς σοφός κατὰ γενικὴν πτῶσιν, ἔσται, ἀλλʼ οὐδαμῶς τοῦ χρωτὸς διῆλθε· τὸ γὰρ εἴσομαι [*](1. *ἡ ὑπὸ] ἡ om. tiosa.) [*](9. καὶ τὸ Bekkerus] καὶ σὺ 19. συναφὴν Friedl.] συναλιφήν.) [*](12. λείπουσιν—νίκης Vill.] λέ- Conf. schol. ad 14, 169. γουσιν—νίκους) [*](24. χρόος] χροός) [*](14. ἐνεγκῶν] Futuri forma vi-)

12
καὶ τὸ φανῆναι σημαίνει καὶ τὸ διελθεῖν. ἐπικρίνομεν δὲ ἡμεῖς περὶ τῆς ἀναγνώσεως ἐκεῖνο, ὡς ὅτι πιθανόν ἐστι μᾶλλον τὴν γενικὴν ἐκδέχεσθαι ἤπερ τὴν εὐθεῖαν· ἦν γὰρ αὐτῷ ἔθος εὐθεῖαν μὲν ἐπίστασθαι εἰς ως περατουμένην “ἐπεὶ οὔ σφι λίθος χρὼς οὐδὲ σίδηρος” (Il. 4. 510)· καὶ ἀκόλουθος αἰτιατικὴ “χρῶτʼ ἀπονιψαμένη” (Od. 18, 172). τὰς δὲ ἄλλας πλαγίους οἶδεν ἀπὸ τῆς εἰς ους εὐθείας· “χροῒ δʼ ἔντεʼ ἐδύσετο παμφανόωντα” (Il. 9, 596)· καὶ τὴν αἰτιατικήν “μή τις χρόα καλόν.” ὥστε εἰ οὐ κεκώλυται τῆς γενικῆς ἡ σύνταξις, τί ἐστι τὸ κατεπεῖγον μὴ τῇ συνήθει κλίσει τὴν ἀνάγνωσιν ποιεῖσθαι;

196. *μετὰ λαὸν ἐν ἄλλῳ μετὰ ἔθνος.

197. Αἴαντε ὅτι συνεχῶς κέχρηται τοῖς δυϊκοῖς. ἡ δὲ ἀναφορὰ πρὸς τὰ περὶ τῆς πατρίδος· Ἀθηναίων γὰρ ἴδιον.

203. κόψεν Ὀϊλιάδης ὅτι ἐλλείπει ἡ περί, περὶ Ἀμφιμάχου· καὶ ὅτι Ζηνόδοτος ἄρθρον ἐνόμιζε τὸ ὁ, Ἰλέως τὸν Αἴαντα καὶ οὐκ Ὁϊέως ἀκούων· διὸ καὶ ἔγραφε κόψεν ἄρʼ Ἰλιάδης.

205. * Ἕκτορι ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Ἕκτορος.

212. ἰγνύην Ἰωνικῶς μετέβαλε τὸν τόνον, ἐπεὶ τὸ ἀκόλουθον ἰγνυά ἐστιν, ὡς Ἡρωδιανὸς ἐν τῷ ια τῆς καθόλου.

213. * ὅτι ἔνεικαν εἴρηκεν ὡς βασταζομένου αὐτοῦ διὰ τὸ τραῦμα.

217. * ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὃς πάσης Πλευρῶνος.

218. Αἰτωλοῖσιν Αἰτωλὸς παῖς μὲν ἦν Ἐνδυμίωνος, ὃς ἀκούσιον φόνον δράσας ἔφυγεν εἰς τὴν ἀπʼ αὐτοῦ προσαγορευθεῖσαν Αἰτωλίαν, κἀκεῖ τεκνοῦται Πλευρῶνα, ἀφʼ οὗ ἡ ἐν Αἰτωλίᾳ πόλις Πλευρὼν ἐκλήθη. τούτου δὲ γίνονται δύο παῖδες, Κούρης καὶ Καλυδὼν, ἀφʼ ὧν ἄλλαι δύο πόλεις ἐν Αἰτωλίᾳ προσηγορεύθησαν. οὕτω Δηΐμαχος.

222. ὦ Θόαν ὅτι σὺν τῷ ν ἡ κλητική. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “ᾧ τε σὺ Κάλχαν (Π. 1, 86), ὅτι Ζηνόδοτος χωρὶς τοῦ ν.

* Ἀρίσταρχος μετὰ τοῦ γ, νῦν γʼ αἴτιος.

223. * ὅτι ἐπιστάμεθα ἀντὶ τοῦ δυνάμεθα.

224. * οὔτε ἔν τισι τῶν ἀντιγράφων διὰ τοῦ δέ, οὐδέ.