Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

659. ποινὴ δʼ οῦ τις παιδὸς ἐγίνετο τεθνηῶτος ἐπεὶ οὐχ ὁ πατὴρ τιμωρεῖ αὐτῷ, ἀλλʼ ὁ Ἀέξανδρος χαλεπήνας ὑπὲρ τοῦ ἀνῃρημένου Εὐχήνορα τὸν Κορίνθιον ἀναιρεῖ.

663. ὅτι δισσὰς εἱμαρμένας ὑποτίθεται τοῦ Εὐχήνορος, καθάπερ καὶ ἐπʼ Ἀχιλλέως (Π. 9, 411) “διχθαδίας κῆρας φερέμεν.”

669. *θωήν νῦν τὴν μέμψιν.

674. βραχὺ διασταλτέον, Διὶ φίλος· διὰ μέσου γάρ ἐστι τὸ οὐδέ τι ᾔδη.

681. Αἴαντός τε νέες ὅτι τοῦ Λοκροῦ λέγει Αἴαντος· οὕτος γὰρ πλησίον ἐνεώλκει τοῦ Πρωτεσιλάου. πρὸς τὰ περὶ τοῦ ναυστάθμου.

683. τεῖχος χθαμαλώτατον ἀντὶ τοῦ χθαμαλόν, ὡς “ἀκρότατον δʼ ἄρʼ ὀϊκτός” (Π. 4, 139)· ἦν δὲ χθαμαλὸν διὰ τὸ ἀφῃρῆσθαι τῆς ἐπάλξεως ὑπὸ Σαρπηδόνος, ἢ ὡς πρὸς σύγκρισιν τοῦ πολυανδρίου, ὡς ἠπειγμένως ποιήσαντες οὐκ ἐξωμάλισαν αὐτό· διὸ καὶ ἡ ὑπέρβασις τοῖς βαρβάροις δυνατὴ γέγονεν.

684. ζαχρηεῖς λίαν ἐπιβαροῦντες, παρὰ τὸ χραύειν.

685. Ἰάονες οἱ ἐν Πελοποννήσῳ Φθιῶται οἱ ὑπὸ Ἀχιλλεῖ, Φθῖοι δὲ οἱ ὑπὸ Πρωτεσιλάῳ καὶ Φιλοκτήτῃ.

687. σπουδῇ ἐπαίσσοντα ὅτι τὸ σπουδῇ ἀντὶ τοῦ μόγις καὶ δυσέργως ἀπὸ τῶν νεῶν αὐτὸν ἀπεῖργον.

692. ὅτι ἐν ἄλλοις οὐ νοῶν Ζηνόδοτος ὅτι Μέγης Φυλέως ἐστὶ, γράφει “Φυλείδην τε Μέγην τε” (Π. 19, 239).

*οὕτως Μέγης, ἔξω τοῦ τε· οὗτος γάρ ἐστι Φυλείδης.

693. Φθίων ὡς Χίων, βαρυτόνως· καὶ γὰρ Φθῖοι ὡς Χῖοι· “Λοκροὶ καὶ Φθῖοι”(686).

694. ὅτι σαφῶς Ὀϊλεύς σὺν τῷ ο· πρόκειται γὰρ ἄρθρον, ὁ μὲν νόθος υἱός. πρὸς Ζηνοδοτον γράφοντα (Π. 12, 365) “ἀλλʼ οὐκ Ἰμιάδῃ.”

[*](5. *οὐχ ὀ—ἀλλʼ] om. 24. ἀπεῖργον Bekk.] ἀπείργων)[*](16. *ἦν] ἤτοι)[*](27. οὖτος Cobetus] οὐ)[*](*χθαμμολον] om. 32. Ἰλιάδῃ] ἰλιάδην)[*](23. Diple praefixa.)
29

697. *ὅτι σὺν τῷ ο Ὀϊλεύς.

702. *ἵστατʼ ἀπʼ Αἴαντος Ζηνόδοτος χάζετʼ ἀπʼ Αἴαντος.

705. *χωρὶς τοῦ ν, ἀνεκηκίει, καὶ διὰ τοῦ ῑ.

707. ἱεμένω ὅτι ἀντὶ τοῦ ἱεμένους· τὸ γὰρ ἱεμένω ὀρθὴν καὶ αἰτιατικὴν σημαίνει, καὶ ὅτι τέμει ἀντὶ τοῦ τέμνῃ.

τέμει δέ τε τέλσον ἀρούρης τέλσον ὡς χέρσον· γέγονε δὲ κατὰ μεταβολὴν, παρὰ τὸ τέλος, πλεονάσαντος τοῦ σ.

712. οὐδʼ ἄρʼ Ὀϊλιάδῃ μεγαλήτορι ὅτι Ζηνόδοτος γράφει ἀλλʼ οὐκ Ἰλιάδῃ. ὁ δὲ Ὅμηρος σὺν τῷ ο λέγει Ὀϊλιάδης.

713. *σφι οὕτως Ἀρίσταρχον χωρὶς τοῦ ν, σφι· Ἀριστοφάνης δὲ σὺν τῷ ν.

724. * ὅτι θηλυκῶς τὴν Ἴλιον.

725. *ὅτι ἐλλείπει ἡ πρός, πρὸς Ἕκτορα.