Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

474. ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ ὑπὸ πυρὸς λάμπουσι.

476. διὰ μέσου τὸ οὐδʼ ὑπεχώρει.

477. ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Αἰνείου ἐπιόντος.

485. *τχδʼ ἐπὶ θυμῷ ἐπὶ τῇ παρούσῃ μοι προθέσει.

οὕτως αἱ Ἀριστάρχου, διὰ τοῦ π, ἐπὶ θυμῷ, καὶ πᾶσαι οὕτως [*](4. Scholion hoc in ed. Romana 30. ὅτι] ἡ et apud Bekkerum legitur ad 20, 31. In marg. a m. rec. ἐνὶ θυμῷ. 307. Comparandus cum eo Tzetza προθέσει] προ ad Lycophr. 1263. 32."In marg. inter. ἀρισχ τῷδʼ 17. ἐπαμύνομεν] ἐπαμύνωμεν ἐπὶ θυμῷ et supra ad v. 468 errore) [*](24. *ἀναστρέφονται—γὰρ τὸ] om. librarii ἀρισ τῷ δʼ ἐπὶ θυμῷ.)

23
εἶχον. καὶ ἐν Ὀδυσσείῳ, “εἰ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ” (16, 99). Ζηνόδοτος δὲ ὁμηλικίην σὺν τῷ ν ἔγραφεν.

493. πιόμενʼ ἐκ βοτάνης ὅτι ἐκ βοτάνης ἐστὶ μετὰ τὴν βόσκησιν, ὡς λέγομεν “ἐξ ἀρίστου παρέσομαι” ἀντὶ τοῦ μετὰ τὸ ἄριστον.

496. πρὸς τὸ αὐτοσχεδον, ὅτι ὡς σχέδην καὶ συστάδην ἀγωνιούμενοι.

499. *ἔξοχον ἄλλων οὕτως διὰ τοῦ ν ἔξοχον ἅπασαι.

502. πρῶτος ἡ Ἀριστοφάνειος πρόσθεν ἀκόντισε, καὶ μήποτε βέλτιον· πρότερος γὰρ ἂν εἶπεν.

ἀκόντισεν Ἰδομενῆος πρὸς τὸ σχῆμα, ὅτι ἐλλείπει ἡ πρόθεσις καὶ πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὡς ἐπʼ Ἰδομενῆα.

507. ῥῆξε δὲ θώρηκος γύαλον ὅτι οὐ κεχωρισμένος τοῦ θώρακος τόπος τὸ γύαλον, ἀλλὰ καθόλου τὸ κύτος· καὶ γὰρ τὰ κεκοιλωμένα ἄντρα γύαλα καλοῦσιν.

510. ἔτʼ ἄλλα οἱ μὲν τὸ πλῆρες ἐκδέχονται τὰ ἄλλα, ἐν συνα- λοιφῇ δὲ γενέσθαι τἆλλα, ὡς τὰ ἆθλα τἆθλα. προείρηται δὲ περὶ τῆς τοιαύτης παῤ αὐτῷ συναλοιφῆς τε καὶ συντάξεως τῶν ἄρθρων. ἄμεινον οὖν ἐκδέχεσθαι ἔτι καὶ ἄλλα.

513. ὅτι τρέσσαι φυγεῖν μετὰ δέους, ἀλλʼ οὐ ψιλῶς φυγεῖν· “τρεῖν μʼ οὐκ ἐᾷ Παλλὰκς Ἀθήνη” (Il 5, 256).

521. οὐδʼ ἄρα πω οὐδέπω ἐμεμαθήκει. ἐζήτηται δὲ πῶς θεὸς ὢν ὁ Ἄρης οὐκ ᾔδει περὶ τοῦ υἱοῦ. ῥητέον οὖν ὅτι παρὰ τῷ ποιητῇ οἱ θεοὶ σωματικῶς λαμβανόμενοι ἀνθρωποειδῶς ἐφίστανται, ἀθανασίᾳ μόνῃ διαφέροντες τῶν ἀνθρώπων, τοῖς δʼ αὐτοῖς ἐνέχονται πάθεσιν.

τὸ βριήπυος οὕτως ἐγένετο. ἦπυς ὡς γῆρνς, μελίγηρυς, ἔπειτα γενικὴ βριήπυος, ἥτις εἰς εὐθεῖαν μετέστη, ὁ βριήπυος· οὐ γὰρ ἄηθες γενικὰς ἀναπέμπεσθαι εἰς εὐθείας, καὶ μάλιστα παρὰ τῷ ποιητῇ. διὸ καὶ προπαροξύνει αὐτὸ ἡ συνήθεια. ταῦτα ὁ Ἡωδιανὸς ἐν τῷ θʼ τῆς καθόλου.

541. * οὕτως Ἀρίσταρχος, χωρὶς τοῦ ι. ἔνιοι δὲ Αἰνείας δʼ Ἀφαρἥα.

542. τὴν οἷ ὀρθοτονητέον· μεταλαμβάνεται γὰρ εἰς σύνθετον.

[*](2. ὁμηλικίην σὺν τῷ ν] ὁμηλικίῃ 22. *οὐδέπω] οὐδέποτε σὺν τῷ ι Cobetus. 25. ἐνέχονται Cobetus] ἐρέχονται)[*](15. γύαλα Bekkerus] γυῖα)
24

543. ἑάφθη Ἀρίσταρχος δασύνει, ἀπὸ τοῦ ἕπεσθαι· φησὶ γὰρ ὅτι ἐπηκολούθησεν αὐτῷ· καὶ δῆλον ὅτι παρὰ τὸ ἔπω ἥφθη ἢ εἴφθη ὥφειλεν εἶναι ὁ ἀόριστος, καὶ κατὰ διαίρεσιν ἐγίνετο ἑάφθη, ὡς τὸ ἤγη ἐάγη, ἤλη ἐάλη, ἥλω ἑάλω, τῆς δασείας ἐπὶ τὴν ἀρχὴν χωρούσης, ὡς ἔθος. ταῦτα ὁ Τρύφων ἀπεφαίνετο ὑπὲρ τοῦ Ἀριστάρχου, πιθανῶς πάνυ. ἡμεῖς δʼ ἔχομεν περὶ τὸν σχηματισμόν τι ἐξαίρετον συμβεβηκὸς ἐπιστῆσαι πρὸς τὸ πρῶτον. ἡ ει δίφθογγος ἐν τοῖς παρυχημένοις ἄρχουσα εἰ διαιροῖτο, εἰς δύο εε διαιρεῖται, εἶρτο ἔερτο (“ἀτὰρ ἠλέκτροισιν ἔερτο” Od. 15, 460)· εἴργνυ ἐέργνυ (“κατὰ συφεοῖσιν ἐέργνυ” Od. 10, 238). οὐκ ἄρα ἐκ τοῦ εὅφθη ἐγένετο ἡ διαίρεσις. δῶμεν δὲ ἀπὸ τοῦ η ἄρχεσθαι τὸ ἥφθη, ἐπεὶ ἀδιαφόρως τὰ ἀπὸ τοῦ ε ἀρχόμενα ῥήματα εἴωθε κλίνεσθαι καὶ διὰ τῆς ει διφθόγγου κατʼ ἀρχὴν καὶ διὰ τοῦ η· ἀπὸ γοῦν τοῦ ἑλκῶ περισπωμένου εἵλκεον φήσας τὸν παρατατικὸν, διὰ τοῦ η τὸν ἀόριστον ἐξήνεγκεν ἐν τῷ “Λητῶ γὰρ ἥλκησε Διός” (Od. 11, 580). ἀλλʼ οὐ θέλει πάλιν τὸ η τὸ κατʼ ἀρχὴν τῶν παρυχημένων εἰς ε καὶ α διαλύεσθαι, ὁπότε ὁ ἐνεστὼς ἄρχει ἀπὸ τοῦ ε· ἀπὸ μέντοι τοῦ α καὶ η, ὡς δῆλον ἐκ τῶν τοιούτων, ἤλη ἐάλη (ἀλῶ γὰρ τὸ θέμα· πρόδηλον κἀκ τῆς ἀλείς μετοχῆς), ἤγη ἐάγη. πῶς οὖν παρὰ τὸ ἔπω καὶ ἥφθη τὸ ἑάφθη δύναται διαιρεῖσθαι: διὸ ὁ Τυραννίων ἐκδέχεται ἀπὸ τοῦ ἅπτω, οὗ γίνεται ἀόριστος, φησὶν, ἥφθη, καὶ ποιητικῶς ἅφθη, προσόδῳ δὲ τοῦ ε ἑάφθη. ὅτι δὲ τὸ προσερχόμενον ε ταῖς δασυνομέναις λέξεσι μεταληπτικὸν γίνεται τῆς ἐκείνων δασύτητος, πρόδηλον κἀκ τοῦ ἔερσα ἔεδνα ἑήνδανε ἑώρων. οὕτως οὖν καὶ τὸ ἑάφθη ἔχει. σημαίνει δὲ τὸ οἱονεὶ συνήφθη αὐτῷ. ταῦτα μὲν ὁ Τυραννίων. εἰ δὲ ἠβούλετο καὶ διαίρεσιν παραλαμβάνειν ὁ ἀνὴρ, οὐδὲν ἦν τὸ κωλῦον.

546. * ἀπὸ Ζηνόδοτος διὰ δὲ φλέβα.

548. ὅτι πᾶσαν ἀντὶ τοῦ ὅλην, καὶ ὅτι ἐπὶ τὴν πληγὴν πέπτωκε διὰ τὸ παραλελύσθαι τὴν νωτιαίαν φλέβα καὶ μηκέτι εἶναι τὸ ἀντέχον νεῦρον.

551. *περισταδόν Ζηνόδοτος καὶ Ἀριστοφάνης διὰ τοῦ α παρασταδόν.

[*](9. εἶρτο] ἦρτο collato scholio 14, 340.)[*](19. ὅγη addidit Bekkerus. 29. In marg. inter. ὅτι αν ἕλην)[*](ἐάγη] ἦδον ἕαδον addit Lehrsius 30. νωτιαίαν Bekkerus] νοτιέα)
25

557. *οὐδέ οἱ ἔγχος ἔχʼ ἀτρέμας ὅτι πτῶσις ἤλλακται δοτικὴ ἀντὶ γενικῆς οὐδὲ αὐτοῦ τὸ ἔγχος.

563. *κυανοχαῖτα ὅτι ἀντὶ τοῦ κυανοχαίτης.