Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

564. *σκῶλος ὅτι ἅπαξ ὁ σκῶλος.

*ἀκάνθης εἶδος ὁ σκῶλος, ἣ πυρωθεῖσα εὔτονος γίνεται.

σκῶλον τὸν σκόλοπα· οἱ γὰρ ἄγροικοι ἀποξύνοντες τὰ ξύλα πυρακτοῦσι τὸ ἄκρον, ὅπως πιληθὲν εἴη στερρότερον· χρῶνται δὲ αὐτῷ ἀντὶ αἰχμῆς. ἐπεὶ οὖν καὶ τὸ δόρυ οὐ σφόδρα τὴν δύναμιν ἐνεργὸν εἶχεν, ἔμεινε, φησὶν, ἐπὶ τοσοῦτον διελθὸν ὅσον καὶ σκῶλος περονῆσαι δύναται.

569. * Ἄρης ὁ πόλεμος κυρίως, δι’ ὃν ἡ τρῶσις.

570. * ἐν ἄλλῳ ὁ δὲ σχόμενος.

575. * ἵτι πτῶσις ἤλλακται ἀντὶ τοῦ τοῦ δὲ σκότος ὄσσε.

577. Θρηϊκίῳ μόνοι γὰρ ἐν βαρβάροις οἱ Θρᾷκες μεγίστοις ξίφεσι χρῶνται. ἢ οὖν ἀπό τοῦ ἐπικουρικοῦ τῶν Θρμκῶν εἶχεν λαβὼν, ἢ μετεπέμψατο ὡς καλλιστεῦον· οἱ δὲ τῇ καλουμένῃ ῥομφαίᾳ.

583. τόξου πῆχυν ἀνεῖλκεν οἱ μὲν κατὰ Δωριέας τὴν νευρὰν, οἱ δὲ τὸ κέρας· οἱ δὲ τῷ πήχει τὸ τόξον εἷλκεν.

584. *ὁμαρτήτην Ἀρίσταρχος ὁμαρτήδην ὡς τμήδην.

τὼ δʼ ἄρʼ ὁμαρτήτην ὅτι ἐπὶ τοῦ Ἔλένου ὕστερον εἰπὼν ἀπʼ αὐτοῦ ἤρξατο εἰπὼν “Πριαμίδης μὲν ἔπειτα,” πρὸς τὸ δεύτερον.

586. Πριαμίδης μὲν ἔπειτα κατὰ στῆθος ὅτι τὸ ἔπειτά ἐστι μετὰ ταῦτα, πρὸς τὸ “Φοῖνιξ μὲν πρώτιστα, αὐτὰρ ἔπειτʼ Αἴας τε μέγας” (Π. 9, 168). οὐκ ἔστι νῦν ἀντὶ τοῦ μετὰ ταῦτα, ἀλλʼ ἀντὶ τοῦ δή· ἵμα γὰρ ἔπεμψεν ὁ μὲν τὸν ὀϊστὸν, ὁ δὲ τὸ δόρυ.

588. πτυόφιν πτύου. πτύον δέ ἐστιν ἐν τὰ ἠλοημένα γεννή- ματα ἀναβάλλουσι χωρίζοντες τοῦ ἀχύρου. ὁ δὲ τύπος παραγωγή. τῇ φι παραγωγῇ ὁ ποιητὴς κατὰ τριῶν κέχρηται πτώσεων, ἐπὶ γενικῆς, δοτικῆς, αἰτιατικῆς. “ἢ ἐπὶ δεξιόφιν” (308)· ἔστι γὰρ ἢ ἐπὶ τὰ δεξιά. ἢ ἐπʼ εὐθείας· Ἡσίοδος (0. 214) “ὁδὸς δʼ [*](5. *ὁ σκῶλος] ἡ σκῶλος et addit ἀπαντῶν post πρὸς τὸ δεύτερον) [*](7. *στερρότερον] στερεάώτερον.) [*](8. *αὐτῷ] αὐτὸ 25. ὁ—ὁ Vill.] οἱ—οἱ) [*](14. * μόνοι] μόνοις 26. ἠλοημένα Bastius ad Greg.) [*](15. *εἶχεν] ἔχειν p. 905] ἡλωμένα) [*](17. Δωριέας (δοριέας A)] *Δω- 27. *παραγωγή] παράγωγος) [*](28. κατὰ Vill.] μετὰ ριεῖς) [*](21. εἰπὼν delet Friedlaenderus)

26
ἑτέρηφι παρελθεῖ.” ἔστι γὰρ ἑτέρα. ἐπὶ δὲ κλητικῆς Ἀλκμὰν ὁ μελοποιὸς οὕτως “Μῶσα Διὸς θύγατερ ὠρανίαφι λίγʼ ἀείσομαι·” ἔστι γὰρ οὐρανία.

πτυόφιν τινὲς τὰ μὲν σιδηρᾶ πτύα, τὰ δὲ ξύλινα καὶ τρόπον χειρὸς ἔχοντα, οἷς καὶ τὴν γῆν μεταβάλλουσι, θρίνακάς φασι. παρὰ δὲ Ἀττικοῖς πτύα.

589. θρῴσκωσιν κύαμοι περιφερεῖς γὰρ ὄντες ῥᾷον τῶν πυρῶν ἀφάλλονται.

594. τὴν βάλεν ἧ ῥʼ ἔχε οὕτως. ᾗ ῥʼ ἔχε τόξον μετὰ τοῦ ι. αἱ Ἀριστάρχου· ἔστι γὰρ, καθʼ ὃ μέρος κατεῖχεν, ὡς ἐπὶ τοῦ “ᾗ ῥ’ ἴδε γυμνωθέντα” (Π. 12, 389). τινὲς δὲ ἄνευ τοῦ ι γράφοντες ἐφʼ ὅλης τῆς χειρὸς δέχονται τὸ λεγόμενον, τὴν κατέχουσαν τὸ τόξον χεῖρα.

599. *ἐύστρόφῳ Ἀρίσταρχος ἐϋστρεφεῖ, ὡς ἀπὸ τοῦ ἐῦστρε- φής.

608. *ἔσχεθε γρ. ἔσχετο.

609. * Ζηνόδοτος μέγα δʼ ἤλπετο νίκην---

610. ξίφος ἀργυρόηλον ὅτι Ζηνόδοτος γράφει χείρεσσι μάχαιραν. ἀγνοεῖ δὲ ὅτι Ὅμηρος τὴν παραξιφίδα μάχαιραν καλεῖ, τὸ δὲ πολεμιστήριον ξίφος.

613. * ἐφίκοντο οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ ἀφίκεσθον, Ἀριστοφάνης δὲ ἀφικέσθην.

617. οὕτως πέσον αἱ Ἀριστάρχου διὰ τοῦ ο, ὡς ἐκεῖ “ὣς τῶν ἐκ χειρῶν βέλεα ῥέον” (Π. 12, 159).

622. ἄλλης μὲν λώβης τοῖς εἰς ἐμὲ ὑμῖν πεπραγμένοις ἄλλο μὲν οὐδὲν ἐνδεῖ τῶν αἰσχρῶν.

*τοῦτο ἀπʼ ἄλλης ἀρχῆς ἀναγνωστέον· λείπει γὰρ τὸ ἐστέ ἢ τὸ ἐσμέν.

[*](5. μεταβάλλουσι] *μεταβάλλουσι glossematis interlinearibus potius καὶ τοὺς ἀστάχυας ἀναρρίπτουσι annumerandum quam scholiis.)[*](6. * πτύα] πτέα 22. ἀφικέσθην] *ἐφικέσθην ut)[*](7. *πυρῶν] πυλλῶν (si) Nauckius Aristoph. p. 36.)[*](9. In marg. inter. οὕτως Ἀρίσταρ- 23. Ιn marg. inter. οὕτω διὰ τοῦ χος ᾖ ῥ᾿ ἔχε, καθʼ ὃ μέρος κατεῖχε. σ ὁ (sic) πέσον)[*](14. ἐῦστρεφής] ἐύστρεφές 25. ἄλλο Bekkerus] ἄλλῳ)[*](Versui proximo (600) adscrip- 27. ἐστέ] εἰκτέον (sic). Porro in tum in marg. inter. ἔφερε τῷ marg. inter. λ ἐχουἀ τὸ πλῆρες εῦ Ἀγήνορι, quod, ut aliae multae (sic). huiusmodi annotationes breves,)
27

623. ὅτι πρὸς τὴν λώβην μόνην ἀπαντήσας ἐπήνεγκεν ἢν ἐμὲ λωβήσασθε.

ἡ μὲν συνήθεια πάλιν συνάπτει ἕως τοῦ κύνες· δύναται δὲ καθʼ ἑαυτὸ λέγεσθαι μόνον τὸ κακαὶ κύνες, καὶ μᾶλλόν γε τὸν σχετλιασμὸν ἐμφαίνει.

626. οἵ μευ κουριδίην πρὸς τὴν κουριδίαν, ὡς ἐκ παρθενίας αὐτὴν ἔσχεν ὁ Μενέλαος, καὶ οὐκ οἶδε τὰ περὶ τῆς Θησέως ἁρπαγῆς. *καὶ κτήματα πάντα ἐν ἄλλῳ καὶ κτήμαθʼ ἅμʼ αὐτῇ.