Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

383. *εἷλκε οὕτως Ἀρίσταρχος ἕλκε.

*διὰ κρατερήν γρ. κατὰ κρατερήν.

384. *ἦλθεν ἀμύντωρ Ἀρίσταρχος ἦλθ’ ἐπαμύντωρ.

389. ἀχερωΐς ἡ λεύκη, παρὰ τὸ ἐκ τοῦ Ἀχέροντος ποταμοῦ τῶν καταχθονίων κομισθῆναι αὐτὴν ὑπὸ Ἡρακλέους, στεψαμένου αὐτὴν ἐπὶ τῇ Κερβέρου νίκῃ.

390. βλωθρή τινὲς ἁπαλήν, κατὰ Ἀρκάδας· οἱ δὲ ὑψηλήν, κατὰ Βοιωτοὺς, ἤτοι φλοιοβαρῆ, κατὰ Μάγνητας, ἢ τραχεῖαν, κατὰ Δρύοπας, ἢ ηὐξημένην, κατὰ Τυρσηνοὺς, ἢ σκληράν, κατὰ Καρυστίους. ἄκρως δὲ διὰ τῶν ἐπιθέτων τὰ ἰδιώματα παρίστησι, δρυσὶν ὑψικόμοισιν, ἰτέαι ὠλεσίκαρποι, αἰγείρων ὑδατοτρεφέων, τανύφλοιόν τε κράνειαν, ἐλαίης τανυήκεος.

οὔρεσι τέκτονες δύο δεῖ ποιεῖν, οὔρεσιν, εἶτα τέκτονες, οὑχ ὑφʼ ἓν, ὥς τινες· τί γὰρ πλέον σημαίνεται ἐκ τῆς συνθέσεως;

[*](9. συνώμεθα] συνὥμεθα vol. 2 p. 179] ἐνεδέχοντο)[*](14. ἐδέχοντο Cobet. Mnem. novae 33. *ἐλαίης τανυήκεος] om.)
20

391. νεήκεσι ὡς εὐμήκεσιν ἀνεγνώσθη. οὕτως δὲ καὶ Ἀλεξίων. ὁ δὲ Ἀσκαλωνίτης ὡς εὐγενέσιν, ὅπερ καὶ ἐχρῆν· παρὰ γὰρ τὴν ἀκὴν ἡ σύνθεσις. τὰ δὲ παρὰ τὰ εἰς λήγοντα θηλυκὰ συντιθέμενα καὶ εἰς ης περατούμενα ἐπιθετικὰ τότε ὀξύνεσθαι θέλει, ὅταν ἔχῃ οὐδετέρου παρασχηματισμὸν καὶ τὴν γενικὴν εἰς ους περατουμένην, εὐτυχοῦς εὐτυχές εὐτυχεῖς, εὐρυπυλοῦς εὐρυπυλές εὐρυπυλεῖς. οὕτως οὖν ἐχρῆν καὶ τὸ προκείμενον. ὅμως μέντοι ἡ παράδοσις τὸ νεήκης καὶ ταναήκης βαρύνει κατὰ συνεκδρομὴν τοῦ εὐμήκης μεγακήτης.

393. βεβρυχώς βρυχώμενος, σπώμενος, καὶ συντρίβων τοὺς ὀδόντας, ἢ δάκνων. μεμίμηται δὲ τὸ γινόμενον πάθος περὶ τοὺς βιοθανατοῦντας· εἰώθασι γὰρ τοὺς ὀδόντας βρύχειν.

399. *αὐτὰρ γʼ ἀσθμαίνων Ἀρίσταρχος χωρὶς τοῦ γ, αὐτὰρ ὁ ἀσθμαίνων.

403. * Ἄσίου ἀχνύμενος ὅτι παρεῖται ἡ πρόθεσις, περὶ Ἀσίου.

407. *κανόνεσσʼ ἐκ πλήρους αἱ Ἀριστάρχου κανόνεσσι.

408. ὅτι τὸ πᾶς ἀντὶ τοῦ ὅλος. ἡ δὲ ἀναφορὰ πρὸς τὸ “πᾶσαι δʼ ὠίγνυντο πύλαι” (Π. 8, 58) ἀντὶ τοῦ ὅλαι.

415. πυλάρταο κρατεροῖο ὅτι τοῦ ἰσχυρῶς τὰς πύλας ἐπαρτῶντος, ὅ ἐστιν ἁρμόζοντος. ἀμφότερα γὰρ πρὸς ἓν ληπτέον.

*οὕτως ἰόντα διὰ τοῦ ι αἱ Ἀριστάρχου.

420. περίβη πρὸς τὴν ἐξήγησιν τοῦ “ὃς Χρύσην ἀμφιβέβηκας” (Π. 1, 37) ἀντὶ τοῦ ὑπερμαχεῖς, κατὰ μεταφορὰν τῶν τετραπόδων.

423. *οὕτως διὰ τοῦ ε αἱ Ἀριστάρχου, οὐ διὰ τοῦ α στενάχοντα ἐπὶ τοῦ νεκροῦ (γελοῖον γὰρ), ἀλλʼ ἐπὶ τῶν βασταζόντων. ὅτι Ζηνόδοτος γράφει στενάχοντα, ἑνικῶς.

426. ὅτι ἐκ παρεπομένου τὸ ἀπολέσθαι· οἱ γὰρ ἐν πολέμῳ πίπτοντες ψόφον ἀποτελοῦσι τοῖς ὅπλοις. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς γλωσσογράφους· οὗτοι γὰρ ἓν ἀνθʼ ἑνὸς ἐδέξαντο δεδουπότος ἀντὶ τοῦ τεθνηκότος (Π. 23, 679).

427. ἔνθʼ Αἰσυήταο τὸ ἑξῆς, ἔνθʼ Αἰσυήταο υἱὸν ἥρωα, Ἀλκάθοον ὑπʼ Ἰδομενῆῖ Ποσειδάων ἐδάμασσε· τὰ δὲ λοιπὰ διὰ μέσου. ἐπεὶ δὲ πολὺ διέστη τὸ ἑξῆς, εἰκότως ἀνείληφε τοῦ πράγματος τὴν ἀρχὴν σχεδὸν ταῖς αὐταῖς φωναῖς· τὸ μὲν γὰρ τότε ἀντὶ τοῦ ἄνω [*](11. βιοθανάτοῦστασ, quo duplex 23. στενάχοντα Vill.] om. indicatur scriptura, βιοθανατοῦντας 28. ἐν addidit Bekkerus. et βιοθανάτους.) [*](20. οὕτως Cobetus] ὅτι) [*](33. ταῖς addidit Friedl.)

21
κειμένου ἔνθα παρείληπται, ἡ δὲ τόν ἀντωνυμία κατʼ ἀναφορὰν ἐπὶ τοῦ Ἀλκάθου κεῖται. οὕτως οὖν διορθωτέον, ὡς διὰ μέσου.

439. ῥῆξεν δέ οἱ ἀμφὶ χιτῶνα ὅτι σαφῶς τὸν θώρακα χιτῶνα. χαλκοῦν.

441. τὸ αὖον δασυντέον· σημαίνει δὲ τὸ ξηρόν. θέλει δὲ σημᾶναι τὸν ὥσπερ ἤδη νεκρούμενον.

443. οὐρίαχον τὸν σαυρωτῆρα τοῦ δόρατος, τουτέστι τὸ ὄπισθεν μέρος, ὃν καὶ γρόσφον καὶ στόρθυγγά φασιν.

πελέμιζεν οὕτως διὰ τοῦ ξ Ἀρίσταρχος καὶ Ἀριστοφάνης. ἄλλοι δὲ πελέμιξεν διὰ τοῦ ξ.

444. *ἀντὶ τοῦ ὥρμα ὁ σίδηρος πρόσω χωρῆσαι.

446. *ἦ ἄρα ἄρα ἀξίως καὶ δεόντως δοκοῦμέν σοι αὐχεῖν, τρεῖς ἀνθʼ ἑνὸς πεφονευκότες;

*οὕτως Ἀρίσταρχος δή τι ἐΐσκομεν, χωρὶς του σ.