Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

447. * οὕτως Ἀρίσταρχος διὰ τοῦ. Ζηνόδοτος διὰ τοῦ ᾶ.

448. * ἐναντίον γράφεται καὶ ἐναντίος.

449. *Ἀρίσταρχος χυρὶς τοῦ σ ἴδῃ.

450. Κρήτῃ ἐπίουρον τοῦτο τριχῶς ἀνεγνώσθη. Ζηνόδοτος γὰρ ὡς ἐπίκουρον, ἐκδεχόμενος βασιλέα καὶ φύλακα. καὶ Ἀρίσταρχος δὲ οὕτως, ἐκδεχόμενος τὸν φύλακα. μέμνηται δὲ καὶ ὁ Δίδυμος τῆς ἀποδόσεως καὶ Τρύφων. ἐκεῖνο δὲ προστίθησιν ὁ Τρύφων, ὅτι ὁ ἐπίουρος, ὡς ἐπίσκοπος, οὐ πάντως ἔχει ἐγκείμενον τὸν οὐρόν τὸν φύλακα κατὰ ταύτην τὴν ἀπόδοσιν· τί γὰρ κεκώλυκε παρὰ τὸ ὁρῶ εἶναι ἐπίορον καὶ ἐπίουρον τὸν ἐπιορῶντα, ἐψιλῶσθαι δὲ διὰ τὴν ἐπένθεσιν τοῦ ῦ; καὶ ἡμεῖς δὲ συγκατατιθέμεθα τούτοις. εἰσὶ δὲ οἳ ἀνέστρεψαν τὴν πρόθεσιν, Κρήτῃ ἔπι. ὁ δὲ Ἀσκαλωνίτης παρέλκειν ἡγεῖται τὴν ἐπί· διὸ καὶ τὸν τόνον φυλάσσει τῆς προθέσεως, ὁμοίως τῷ “βοῶν ἐπιβουκόλος ἀνήρ” (Od. 3, 422).

452. Δευκαλίων ἔμʼ ἔτικτε ὀρθοτονητέον. τὴν ἀντωνυμίαν· ἔστι γὰρ ἀντιδιαστολή.

[*](2. Ἀλκάθου] Ἀλκαθόου Vill. αὔτως. Vid. La Roche Teækr. p. frastra. Ἀλκάθῳ est in scholio 209.)[*](alius codicis infra ad v. 461 et 21. Τρύφων] In libro περὶ ἀρχαίας Ἀλκάθουν ad 14, 120. ἀναγνώσεως, ut coniecit Lehrsius)[*](8. * στόρθυγγα] στρόφιγγα Arist. p. 107.)[*](14. χωρὶς τοῦ σ] Nam alii δή τι σʼ 27. τῆς προθέσεως delet Pluygers.)[*](15. διὰ τοῦ α] I. e. αὕτως vel de Ζenod. p. 11.)
22

456. * Ἀρίσταρχος τινα. ἄλλοι δὲ εἴ τινα.

ἑταρίσσαιτο ὅτι ἀντὶ τοῦ συνεργὸν λάβοι. πρὸς τὸ “ἵκμενον οὖρον ἵει πλησίστιον ἐσθλὸν ἑταῖρον” (Od. 11, 7).

459. βῆναι ἐπʼ Αἰνείαν Τροίας ἀλούσης Αἰνείας Ἀγχίσην παραλαβὼν τὸν πατέρα ἔφυγεν. ναυαγίῳ δὲ περιπεσὼν περὶ τὸν Ἄθω ἀνῄει σὺν τῷ πατρί. καὶ Ἀγχίσης μὲν παρὰ τῷ Καλαύρῳ ὄρει πλησίον Ἀνθέμου ποταμοῦ τελευτᾷ, θάψας δὲ αὐτὸν Αἰνείας ὅπου καὶ νῦν τάφος ἐστὶν Ἀγχίσου λεγόμενος ἐν πυάνῃ κατὰ βούλησιν τῆς μητρὸς Ἀφροδίτης πόλιν ἔκτισε τὴν ἀπʼ αὐτοῦ Αἰνειάδα προσαγορευθεῖσαν. τελευτήσαντος δὲ τούτου ὁ ἐξ αὐτῆς γενόμενος παῖς λάθρα ἐπὶ τὴν πατρῴαν ἀρχὴν παραγενόμενος καὶ πόλιν ἀναστήσας, παραλαβὼν δὲ τὸν στρατὸν μετῳκησεν εἰς Ἰταλίαν καὶ κτίζει πόλιν Ῥώμην.

461. οὕνεκ’ ἄρʼ ἐσθλὸν ἐόντα μετʼ ἀνδράσιν τὸ μετʼ ἀνδράσιν δύναται ἑκατέρωσε συντάττεσθαι· ἀδιάφορον γάρ.

465. *ἐπαμύνομεν ὅτι ἀντὶ τοῦ ἐπαμύνωμεν.

*οὕτως σχεδὸν ἅπασαι, ἐπαμύνομεν.

470. *ὅτι σαφῶς φόβος ἀντὶ τοῦ φυγή.

τηλύγετος ὁ τηλοῦ τῆς ἡλικίας γεγονὼς τοῖς γονεῦσι, μεθʼ ὃν οὐκ ἄν τις γένοιτο. οἱ τοιοῦτοι δὲ ἄνανδροι ὡς ἐπίπαν γίνονται, διὰ τὸ πλείονος τρυφῆς ἀξιοῦσθαι ὑπὸ τῶν γονέων.

471. ὅτι ἀντιδιέσταλται τῷ φόβῳ τὸ ἔμενε, ἐξ οὗ σαφὲς ὅτι ὁ φόβος τὴν φυγὴν σημαίνει.

473. οἰοπόλῳ ἤτοι ἐν ᾧ ὄϊες ἀναστρέφονται, ὅ ἐστι πρόβατα (πολεῖν γὰρ τὸ ἀναστρέφεσθαι)· ἢ ἐν ὦ οἶός τις καὶ μόνος πωλεῖται, ἐξ οὗ δηλοῖ τῷ ἐρήμῳ.

474. ὀφθαλμὼ δʼ ἄρα οἱ πυρὶ λάμπετον ὅτι πτῶσις ἤλλακται καὶ πρόθεσις παρεῖται, ἀντὶ τοῦ ὑπὸ πυρὸς λάμπουσι.

476. διὰ μέσου τὸ οὐδʼ ὑπεχώρει.

477. ὅτι πτῶσις ἤλλακται, ἀντὶ τοῦ Αἰνείου ἐπιόντος.

485. *τχδʼ ἐπὶ θυμῷ ἐπὶ τῇ παρούσῃ μοι προθέσει.

οὕτως αἱ Ἀριστάρχου, διὰ τοῦ π, ἐπὶ θυμῷ, καὶ πᾶσαι οὕτως [*](4. Scholion hoc in ed. Romana 30. ὅτι] ἡ et apud Bekkerum legitur ad 20, 31. In marg. a m. rec. ἐνὶ θυμῷ. 307. Comparandus cum eo Tzetza προθέσει] προ ad Lycophr. 1263. 32."In marg. inter. ἀρισχ τῷδʼ 17. ἐπαμύνομεν] ἐπαμύνωμεν ἐπὶ θυμῷ et supra ad v. 468 errore) [*](24. *ἀναστρέφονται—γὰρ τὸ] om. librarii ἀρισ τῷ δʼ ἐπὶ θυμῷ.)

23
εἶχον. καὶ ἐν Ὀδυσσείῳ, “εἰ γὰρ ἐγὼν οὕτω νέος εἴην τῷδʼ ἐπὶ θυμῷ” (16, 99). Ζηνόδοτος δὲ ὁμηλικίην σὺν τῷ ν ἔγραφεν.

493. πιόμενʼ ἐκ βοτάνης ὅτι ἐκ βοτάνης ἐστὶ μετὰ τὴν βόσκησιν, ὡς λέγομεν “ἐξ ἀρίστου παρέσομαι” ἀντὶ τοῦ μετὰ τὸ ἄριστον.

496. πρὸς τὸ αὐτοσχεδον, ὅτι ὡς σχέδην καὶ συστάδην ἀγωνιούμενοι.

499. *ἔξοχον ἄλλων οὕτως διὰ τοῦ ν ἔξοχον ἅπασαι.

502. πρῶτος ἡ Ἀριστοφάνειος πρόσθεν ἀκόντισε, καὶ μήποτε βέλτιον· πρότερος γὰρ ἂν εἶπεν.

ἀκόντισεν Ἰδομενῆος πρὸς τὸ σχῆμα, ὅτι ἐλλείπει ἡ πρόθεσις καὶ πτῶσις ἤλλακται, ἀντὶ τοῦ ὡς ἐπʼ Ἰδομενῆα.