Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

347. *Ζεὺς μέν ῥα οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ Ζεὺς μὲν ἄρα.

348. * οὐδέ τι πάμπαν Ἀριστοφάνης οὐδʼ ὅγε πάμπαν.

350. ἀθετεῖται, ὅτι οὐκ ἀναγκαῖος· προείρηται γὰρ “κυδαίνων Ἀχιλῆα πόδας ταχύ.”

351. *ὀρόθυνε Ζηνόδοτος καὶ Ἀριστοφάνης ὥτρυνε.

352. τὸ λάθρη ἀμφοτέροις δύναται προσδίδοσθαι· τὸ δὲ ἐξῆς ἐστὶν, Ἀργείους δʼ ὀρόθυνε Τρωσὶ δαμναμένους. τὸ δὲ ἤχθετο γάρ ῥα διὰ μέσου. εἰ μὲν γὰρ συνάπτομεν, ἤχθετο γάρ ῥα Τρωσὶ δαμναμένους, σολοικοφανὴς μὲν γίνεται ἡ φράσις, ἀρχαῖον δέ μοι δοκεῖ τὸ σχῆμα εἶναι. καὶ ἀλλαχοῦ “καί ποτέ τις εἴποι, πατρὸς δʼ ὅγε πολλὸν ἀμείνων ἐκ πολέμου ἀνιόντα” (Π. 6, 479)· τὴν γὰρ ἔλλειψιν τοῦ ὁρῶν οὐ παραδεχόμεθα.

358. *τοὶ οὕτως Ἀριστοφάνης. ἄλλοι δὲ οἱ δʼ ἔριδος.

ὁ λόγος, οἱ δὲ τὸ πέρας τοῦ πολέμου καὶ τῆς ἔριδος συνάψαντες ἐπέτειναν ἀμφοτέροις, οἷον ἀμφοτέρωθεν. μετενήνεκται μὲν οὖν ἀπὸ τῶν δεσμῶν· τῷ δὲ ἐπαλλάξαι ἐπὶ τοῦ συνάψαι χρῶνται καὶ τῶν πεζολόγων τινὲς, πλεονάζει δὲ Ἀριστόξενος ὁ μουσικὸς ἐπηλλαγμένα λέγων τὰ συνημμένα. οὕτως ὁ Κοτιαεύς.

ὁ Ζεὺς καὶ ὁ Ποσειδῶν τὰ πέρατα τῆς μάχης καὶ τοῦ πολέμου τείναντες κατʼ ἀμφοτέρων τῶν στρατῶν ἔδησαν ἰσχυρῷ δεσμῷ, ὃς δεσμὸς πολλοῖς αἴτιος ἀπωλείας ἐγένετο· τέλος γὰρ ὑποτίθεται ἀλληγορικῶς τὰς ἑκατέρωθεν ἐξοχὰς ἐπιπεπλεγμένας, μίαν μὲν Τρώων, μίαν δὲ Ἑλλήνων καὶ Ποσειδῶνος κατὰ Διὸς γνώμην, καὶ [*](4. Hoc scholion aliter confor- 13. Ἀριστοφάνης] ἀρί mavit Lehrs. ad Herodian. p. 458. 19. ἀμείνων] ἀμείνω In verbis Homeri vera scriptura 27. *ὁ λεὺς] τοὶ δʼ ἔριδος κρατερῆς: est ἡρώεσσιν ἐτεύχετον, qua utitur ὁ δὲ ζτὺς schol. ad 10, 364.)

18
τῶν ἐγκαταπεπλεγμένων κτεινομένων ἀπὸ τῶν ἐξοχῶν τῶν μὴ δυναμένων μήτε ῥαγῆναι μήτε λυθῆναι. ταῦτα οὖν ἀλληγορεῖ εἰς τὸ ἰσόρροπον αὐτῶν τὴν ἰσχὺν συστῆσαι διὰ τὰς τῶν θεῶν βοηθείας.

359. ἐπʼ ἀμφοτέροισι διχῶς Ἀρίσταρχος, καὶ ἐπʼ ἀλλήλοισιν. ἓν δὲ διʼ ἀμφοτέρων τὸ λεγόμενον, ὅτι ὁ Ποσειδῶν καὶ ὁ Ζεὺς τὸν πόλεμον τῇ ἔριδι συνέδησαν, τὸ πέρας τῆς ἔριδος καὶ πάλιν τὸ τοῦ πολέμου λαβόντες καὶ ἐπαλλάξαντες ἐπʼ ἀμφοτέροις, ὥσπερ οἱ τὰ ἅμματα ποιοῦντες, τόδε ἐπὶ τόδε. οὕτως Ἀρίσταρχος. ἡ διπλῆ, ότι παραλληγορεῖ, δύο πέρατα ὑποτιθέμενος, ἕτερον μὲν ἔριδος, ἕτερον δὲ πολέμου, ἐξαπτόμενα κατʼ ἀμφοτέρων τῶν στρατευμάτων.

361. *μεσαίπολιος Ἰδομενεὺς, ὠμογέρων Ὀδυσσεὺς, γέρων Νέστωρ.

362. * Τρώεσσι μετάλμενος ἐν ἄλλῳ Τρώεσσιν ἐπάλμενος.

363. Καβησόθεν ἔνδον ἐόντα ἐν τῇ Ἀργολικῇ Ἑκάβης νόθον υἱὸν ἐόντα. καὶ τάχα ἂν εἴη ἁμάρτημα, κατʼ ἄγνοιαν τῆς Καβήσοῦ.

364. *μετὰ κλέος Ἀριστοφάνης κατὰ κλέος.

365. ὅτι νῦν μὲν τὴν Κασσάνδραν εἶδος ἀρίστην, ἐν ἄλλοις δὲ (Π. 6, 252) τὴν Λαοδίκην, καὶ οὐ μάχεται. ἡ δὲ ἀναφορὰ πρὸς τοὺς χωρίζοντας· λύεται γὰρ τοῖς τοιούτοις.

366. Κασσάνδρην ἀνάεδνον ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστευόμενοι. διὸ οὗτος ὑποσχόμενος ἐξελάσαι τοὺς Ἕλληνας ἀνάεδνον αἰτεῖ τὴν Κασσάνδραν.

*βραχὺ διασταλτέον ἐπὶ τὸ ἔργον· ἐμφαίνει γὰρ μᾶλλον.

367. * ἀπωσέμεν Ἀρίσταρχος ἀνωσέμεν.

371. Ἀρίσταρχος βιβάντα ὡς δαμέντα, ἀπʼ εὐθείας τῆς μακρὰ βιβάς. καὶ οὕτως ἔχει ἡ ὑγιὴς ἀνάγνωσις.

[*](1. κτεινομένων] κατατεινομένων ἡ μὲν Ζηνοδότου ἀνωσέμεν, Ἀρίσταρ- Bekkerus. χος δέ φησι μὴ λέγεσθαι τὸν ἐκ Τροίας)[*](*τῶν μὴ] καὶ μὴ πλοῦν ἀναγωγήν: vid. W. Ribbeck.)[*](3. *συστῆσαι] συστῆναι in Philologo vol. 9 p. 47.)[*](11, 12. Scholion ab alia manu Scribendum igitur in scholio Townleiano cum Cobeto Mnem. scriptum.)[*](15. υἱὸν ἐόντα] om. novae vol. : p. 44. αἱ μἐν Ἄρι-)[*](19. τοιούτοις] τὸ πρόβλημα addit στάρχου ἀπωσέμεν, Σηνόδοτος δὲ ἀνωσέμεν. Friedlaenderus. Ἀρίσταρχος δέ φησι μὴ λέγεσθαι)[*](23. γὰρ μᾶλλον addidit Co. τὸν ἐκ Τροίας πλοῦν ἀναγωγήν.)[*](25. Ἀρίσταρχος βιβάντα] Fallitur betus.)[*](24. Collato scholio codicis Town- scholiasta: nam Aristarchus haud leiani, etsi ipso quoque per- dubie βιβῶντα probaverat, ut 3, 22 verso, hoc dicendum fuisse patet et alibi.)
19

372. ὅτι χαλκοῖ οἱ θώρηκες. πρὸς τὸ “ὀλίγος μὲν ἔην λινοθώροξ” (Π. 2, 529).

374. αἰνίζομʼ φέρεται καὶ διὰ τοῦ ξ, αἰνίξομαι, ἀντὶ τοῦ ἐπαινέσομαι· οἱ δὲ, διήγημά σε ποιήσομαι, παρὰ τὸν αἶνον. Ζηνόδοτος αἰνίσσ ομαι.

377. τὸ ταῦτα περισπαστέον κατὰ τὴν πρὸ τέλους συλλαβὴν, ἵνα ἡ ἡ φράσις δεικτική. τινὲς μὲν ὥξυναν, ἵνα τοῦ τὰ αὐτά ὑπάρχη συναλοιφή. ὅπερ οὐ πιθανόν.

381. οὕτως συνώμεθα, ἀντὶ τοῦ συμβόλαια καὶ συνθήκας ποιησώμεθα. τοῦτο δὲ Ἀρίσταρχος δασύνει, ὑγιῶς· ταυτὸν γὰρ τῷ συνθώμεθα. ἐσχημάτισται οὖν ἀπὸ τοῦ ἵημι. δηλοῖ οὖν τὸ κατὰ τὸ αὐτὸ ἀφῶμεν τὰ τῆς διανοίας. εἰσὶ μέντοι οἳ ἐψίλωσαν, οὐκ εὖ.

382. ὅτι ἕδνα ἐδίδοσαν οἱ μνηστῆρες· ἐεδνωταὶ δὲ κηδεσταὶ, πενθεροί· οὗτοι γὰρ τὰ ἕδνα παρὰ τῶν μνηστευομένων ἐδέχοντο.

ἑεδνωταί, ὡς χρυσωταί καὶ ποιηταί· οὕτως πάντες. Τυραννίωνδὲ προπερισπᾷ οὐχ ὑγιῶς· προείρηται δὲ ἡμῖν τὰ τῆς προσῳδίας, ὡς τὰ εἰς της ῥηματικὰ ὑπὲρ δύο συλλαβὰς, φύσει μακρᾷ παραληγομενα, ὀξύνεσθαι θέλει, αὐλητής πειρατής χηρωστής βραβευτής. οὕτως οὖν καὶ τὸ ἐεδνωτής, σχηματισθὲν παρὰ τὸ “ἐεδνώσαιτο θύγατρα” (Od. 2, 53). περὶ δὲ τῶν ἀήτης καὶ κυβερνήτης βαρυνομένων λόγον δίδομεν.