Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

133. τῆς εὐνῆς] ὅτι ἔξωθεν δεῖ λαβεῖν τὸ ἄρθρον· τὸ γὰρ τῆς νῦν ἀντὶ τοῦ ταύτης παρείληπται, καὶ ἔστιν ὁ λόγος, μήποτε τῆς ταύτης εὐνῆς ἐπιβήμεναι.

134. ἣ θέμις ἀνθρώπων πέλει ἀνδρῶν ἠδὲ γυναικῶν] τὸ η τὸ πρῶτον δασυντέον· ἔστι γὰρ ἰσοδυναμοῦν τῷ ὡς, διὸ καὶ ὁ τέ προστίθεται σύνδεσμος πολλάκις. ὡς γὰρ λέγομεν “ὥστε γὰρ ἢ παῖδες νεαροί” (ll. 2, 289), οὕτως “ἥ τε ξείνων θέμις ἐστίν” (Od. 9, 268). τὸ δὲ ἡδέ ψιλωτέον· σύνδεσμος γάρ ἐστιν ἰσοδυναμῶν τῷ καί, ὁμοίως τῷ “ἡδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι.” (Hesiod. O. 771.) βραχὺ δὲ δια- σταλτέον ἐπὶ τὸ πέλει. σαφέστερος γὰρ γίνεται ὁ νοῦς· ὅπερ ἐστὶν ἔθος ἀνθρώποις, ἀνδράσι τε καὶ γυναιξίν.

137. νῆα—νηησάσθω] ὅτι παρετυμολογεῖ τὴν ναῦν ἀπὸ τοῦ νῆσαι, ὅ ἐστι σωρεῦσαι. καὶ ἐν Ὀδυσσείᾳ τὰ ὀνόματα ἀπὸ τοῦ ἑτοίμου λαμβάνει, Τερπιάδην τὸν Φήμιον ἀπὸ τοῦ τέρπειν τὸν κιθαρῳδόν (22, 330). ὁ αὐτὸς ἄρα ποιητής.

140. Ἑλένην] οὐχ ὡς αἰχμάλωτον. ἀλλʼ ὡς πρεσβεύονσαν ἀπα- σῶν ἐν κάλλει.

ὅτι ἔνιοι ὑποτάσσουσι στίχον “τὴν γὰρ ἀπʼ αὖτις ἐγὼ δώσω ξανθῷ Μενελάῳ,” εὐήθως πάνυ.

[*](3. *Αἰγαίῳ] αἰγείῳ 6. συνάπτειν] Sic A, non συναπ- 4. *Πύρραν] πυρίαν τέον. Μυτιλήνην] μιτυλήνην 23. ἀμᾶσθαι ex Hesiodo⌋ ἀμεῖ- 5. ἀκούειν Friedl.] ἄκουσον σθαι)
307

141. ὅτι τὴν Πελοπόννησον Ἀχαιικὸν Ἄργος λέγει καὶἼασον, “εἰ πάντες σε ἴδοιεν ἀνʼ Ἴασον Ἄργος” (Od. 18, 245), Πελασγικὸν δὲ Ἄργος τὴν Θεσσαλίαν.

143. ὃς μοι τηλύγετος] ἀγαπητὸς, μονογενής· μόνος γὰρ Ὀρέστης ἄρσην ἐγένετο τῷ Ἀγαμέμνονι ἐκ Κλυταιμνήστρας.

*ὅτι ἀγαπητός μόνον ἐπὶ ταῖς θηλείαις.

θαλίῃ ἔνι πολλῇ] ἐν πολλῇ εὐωχίᾳ, ἐν πολλοῖς ἀγαθοῖς. εἴρηται δὲ παρὰ τὸ θάλλειν τοὺς εὐωχουμένους.

145. οἰκεῖα θυγατράσι βασιλέως τὰ ὀνόματα· τρία γὰρ συνέχει τὴν ἀρχὴν, νόμος ὀρθὸς, ἔπειτα κρίσις καὶ ἰσχύς.

*ὅτι οὐκ οἶδε τὴν παρὰ τοῖς νεωτέροις σφαγὴν Ἰφιγενείας.

146. *ἀνάεδνον] ὅτι ἕδνα ἐδίδοσαν οἱ νυμφίοι ταῖς παρθένοις.

147. ἐπιμείλια] Ἀρίσταρχος ἓν μέρος λόγου παρέλαβεν ὡς ἐπι- φέρνια. Ἀπολλόδωρος δὲ διαλύει, ἐπί, εἶτα μείλια· οὕτως δὲ καὶ Ἀλεξίων. καὶ ἔστι τὸ ἑξῆς ἐπιδώσω μείλια. Τρύφων δὲ ζητεῖ περὶ τοῦ τόνου, πότερον ὡς ποίμνια ἢ ὡς παιδία. ἡμῖν δὲ δοκεῖ τὸ προ- παροξυνόμενον πλέον εἶναι, σπάνιον δὲ τὸ παροξυνόμενον, εἰ οὕτως ὁρισαίμεθα· τὰ διὰ τοῦ ιον οὐδέτερα μονογενῆ τρισύλλαβα, μὴ ὄντα ὑποκοριστικὰ, εἰ ἔχοι τὴν τρίτην ἀπὸ τέλους φύσει μακρὰν, διὰ τοῦ ι ἐκφερομένην ἤτοι μόνου ἢ καὶ σὺν ἑτέρῳ φωνήεντι, προπαροξύνεται, Ἴλιον ποίμνιον Σίγιον λείριον αἴτιον· οὕτως καὶ μείλιον. σπάνια δὲ τὰ παροξυνόμενα, ὥσπερ τὸ ἰνίον· τὸ γὰρ τειχίον ὑποκοριστικὸν καὶ τὸ κλειδίον.

ὅτι καὶ ὑπὸ τῶν πατέρων ἐπεδίδοτο ταῖς θυγατράσιν, οὐχ ὑπὸ τῶν ἀνδρῶν μόνων ἐπέμπετο ἃ λέγει. μείλια δέ εἰσιν οἷς μειλίσσονται τοὺς ἄνδρας. τὴν προῖκα δὲ λέγει τὴν ἡδέως διατιθεμένην τὴν ψυχήν. Ἀρίσταρχος δὲ ἐπιφέρνια.

148. * ὅτι οὕτω λέγει ὅτι πρῶτον ἐπιδέδωκα.

150. Ἱρήν] Ἀρίσταρχος ὀξύνει ὁμοίως τῷ ἐπιθετικῷ τῷ ἱρήν. εἰσὶ δὲ οἳ βαρύνουσιν εἰς ἰδιότητα, ὥσπερ ἐδηλώσαμεν ἐπὶ τοῦ “Ῥίπην τε Στρατίην τε” (Il. 2, 606) “Ὄρθην” (ib. 739). ἡ δὲ [*](21. ποίμνιον ex Eustathio] πύμ- 25. λέγει] ἐπιμείλια addit Lehr- sius, μείλια Cobetus Mnem. nov. Σίγιον] Σίγειον apud Eustathium. vol. 2 p. 178. Σίγριον Lehrsius. 26. προῖκα] πρύκα αἴτιον] ἴτριον Lehrsius. 28. οὕτω Cobetus] οὐ 22. τειχίον] τειχεῖον 29. Alterum τῷ delevit Vili.)

308
αὐτὴ ἀναλογία ἐχώρει καὶ ἐπὶ τῶν εἰς ος. καὶ πάλιν ὡς ἐπʼ ἐκείνων ἐλέγομέν τινα ὁμοτόνως μένειν, οὕτως καὶ ἐπὶ τούτων. καὶ ἔστιν ὁρί- σασθαι τὰ μείναντα ὅτι ἐπαίνων ὀνόματά ἐστιν, οὐκ ἀναστρέφοντος τοῦ κανόνος· οὐ γὰρ τὰ ἐπὶ ἐπαίνου μένει. καὶ τῶν μὲν τρεπόντων ἀρητή Ἀρήτη, τῶν δὲ μεινάντων πινυτή· “μήτηρ πινυτή” (Od. 20, 31), Ἀγαυή. οὕτως καὶ ἱρή.

153. νέαται] ὡς κέαται. σημαίνει δὲ τὸ ναίονται, γενόμενον παρὰ τὸ νῶ, οὗ παραγωγὸν ναίω. ὅσοι δὲ παροξύνουσιν, ὡς ἐπὶ τοῦ ἔσχαται κατὰ τὸ νοητὸν παραλαμβάνουσιν· οὐδʼ εὐθεῖαν δὲ ὑγιῶς παροξύνουσιν· ὀφείλει γὰρ ὁμοτονεῖν τῷ νέατοι. Ἀπολλώνιος δὲ διὰ τοῦ κ γράφει κ έ αται.

*ὄτι ἀντὶ τοῦ ναίονται. ἔνιοι δὲ ἀντὶ τοῦ ἔσχαται, οὐκ εὖ.

154. *πολύρηνες πολυβοῦται] διὰ τοῦ ἑτέρου ρ τὸ πολύρρηνες αἱ Ἀριστάρχου.

155. *Ἀρίσταρχος τιμήσονται.

156. καί οἱ ὑπὸ σκήπτρῳ] καὶ ὑπʼ αὐτοῦ βασιλευόμενοι εἰρηνικῶς βιώσονται. ὅσα δεῖ βασιλέα λαμβάνειν παρὰ τῶν ὑπηκόων, εὐκόλως δώσουσιν, τουτέστι καὶ ὑποταγέντες αὐτῷ κατὰ τὸ δίκαιον λαμπροὺς φόρους τελέσουσιν. ἡ διπλῆ δὲ, ὅτι χρόνος ἐνήλλακται, τελέουσιν ἀντὶ τοῦ τελέσουσιν.

158. *δμηθήτω] παρὰ Ζηνοδότῳ καὶ Ἀριστοφάνει καμφθήτω.

διὰ τί οἱ μὲν ἄλλοι θεοὶ στρεπτοὶ λέγονται, τὸν δὲ Ἅιθην ἀνε- λεήμονά φησιν εἶναι; ὅτι ἐκεῖνοι μὲν περὶ τῶν εἰς ἑαυτοὺς χαλε- παίνουσιν ἁμαρτημάτων, διὸ καὶ συγγινώσκουσιν, ὁ δὲ περὶ τῶν ἰδίων καὶ ἀλλοτρίων, διὸ καὶ ἄκαμπτός ἐστιν· ὅθεν ἐν οὐδεμιᾷ πόλει Ἅιδου βωμός ἐστιν. Αἰσχύλος φησὶν “μόνος θεῶν γὰρ Θάνατος οὐ δώρων ἐρᾷ, οὐδʼ ἄν τι θύων οὐδʼ ἐπισπένδων λάβοις, οὐδʼ ἔστι βωμὸς, οὐδὲ παιωνίζεται” (fr. 156.)

159. φησὶν ὁ Ἀρίσταρχος ὅτι ἔνιοι ὑποτάσσουσι τούτῳ “οὕνεκʼ ἐπεί κε λάβῃσι πέλωρ ἔχει οὐδʼ ἀνίησιν.” οὐκ εἶναι δὲ ἀναγκαῖον.

[*](1. ὡς addidit Bekkerus. 25. *ἄκαμπτός ἐστιν] ἄκαμπτοί 3. ὅτι addidit Bekkerus. εἰσιν 5. μήτηρ πινυτή] μήτηρ δὲ πιστή. *ἐν] om. V. Lehrs. Herod. p. 250. 26. *γὰρ] om. 6. Ἀγαυὴ Vill.] ἁγνή 27. *οὐδέ παιωνίζεται] οὐδʼ ἐπάγω- 9. εὐθεῖαν Lehrsius] ἐνθάδε νίζεται 29. Hoc Didymi scholion est, ὑγιῶς] ὑγειῶς 10. Ἀπολλώνιος] * Ἀπολλόδωρος omisso Aristonici scholio, ἡ διπλῆ,)
309

160. ὅσσον βασιλεύτερός εἰμι] ὅτι τὸ ὅσσον οὐκ ἔστι πλήθους, ἀλλʼ ἀντὶ τοῦ καθʼ ὅσον εἰμὶ βασιλικώτερος.

164. διδοῖς] ὡς ὀρθοῖς. οὕτως καὶ Ἀρίσταρχος. καὶ γὰρ τὸ τρί- τον “εἰ μὲν γὰρ μὴ δῶρα διδοὶ” (Il. 9, 515).

165. * κλητοὺς] πρέσβεις ἐπιλέκτους, ἢ ἐξ ὀνόματος καλέσαντες. ὅτι τοὺς ἀπὸ τοῦ καλεῖσθαι αἱρουμένους. καὶ ἐν Ὀδυσσεῖς “οὗτοι γὰρ κλητοί γε.” (17, 386.) καὶ τὸ ὀτρύνομεν ἀντὶ τοῦ ὀτρύνωμεν.