Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

99. ἵνα σφίσι βουλεύῃσθα] ἵνα τούτοις χρώμενος προβουλεύῃς τῶν ὑποτεταγμένων. ὡς τοῦ βασιλέως δὲ καὶ τῶν θεμίστων κρατοῦν- τος. οὐδέπω γὰρ ἐχρῶντο γραπτοῖς νόμοις.

101. *κρηῆναι δὲ καὶ ἄλλῳ] καὶ ἄλλου δέ τινος ἐπιτελέσαι καὶ βεβαιῶσαι τὴν γνώμην.

102. σέο δʼ ἕξεται ὅττι κεν ἄρχῃ] ἤτοι ἐν τῇ σῇ ἐξουσίᾳ ἔσται τὸ ἔργον τοῦτο δοκιμάσαι, ἢ τὸ τῶν λόγων κατόρθωμα σὸν ἔσται· εἰς σὲ γὰρ ἀνενεχθήσεται. τὸ ἕξεται δασυντέον· ἀπὸ γὰρ τοῦ ἔξω μέλλοντος δασυνομένου μέσος ἐστίν.

104. *ἄλλος] γράφεται καὶ ἄλλον.

106. διογενεῦς] περισπωμένως ἀναγνῶμεν· συναίρεσιν γὰρ ἔπαθε τοῦ διογενέος καὶ διογενοῦς, καὶ τροπῇ τοῦ ο εἰς ε διογενεῦς· γενικῆς γάρ ἐστι πτώσεως.

108. *οὔτι καθʼ ἡμέτερόν γε νόον] ἀντὶ τοῦ οὐ κατὰ τὴν ἐμὴν γνώμην.

109. ἀπεμυθεόμην] ἀπηγόρευον, ἐκώλυον· γράφεται δὲ καὶ ἐπεμυθεόμην, ἵνʼ ᾖ ἀπελογιζόμην.

*οὕτως Ἀρίσταρχος, ἀπεμυθεόμην.

110. ὁ λόγος αἱρεῖ διαστέλλειν ἐπὶ τὸ εἴξας, ὑποστίζειν δὲ ἐν ὑποκρίσει ἐπὶ τὸ ἔτισαν.

[*](9. ἀριστέας] ἀριστῆας A, sed λεύεις recte in altera margine Ἀρίσταρχος 22. γράφεται addidit Vili. ἀριστέας ἦγεν Ἀχαῶν. 29. ἐπεμυθεόμην] ἀπεμυθευόμην A. 13. προβουλείύῃς Vili.] προβου. Vid. Hesych. s. v. ἀπεμυθεόμην.)
305

112. *πεπίθοιμεν] Ἀρίσταρχος πεπίθωμεν· ἔστι γὰρ πίθωμεν.

115. ὦ γέρον, φησὶν, οὐδὲν ψευσάμενος τὰς ἐμὰς ἀδικίας ἀπηριθ- μήσω, βλάψαι με βουλόμενος, ὡς ᾠήθης. ἐπὶ δὲ τὸ τέλος τοῦ στίχον στικτέον· τὸ γὰρ ψεῦδος ἀντὶ τοῦ ψευδῶς.

116. ἀντί νυ πολλῶν] ὅτι τὸ ἀντί ἐπὶ τοῦ ἴσου ἐστί· τὸ γὰρ λεγόμενον, ἴσος ἐστὶ πολλοῖς ὁ εἷς ἀνὴρ, ὅταν ᾖ θεοφιλής.

118. *ἔτισεν, ὄλεσσε δέ] γρ. ἔτισε, δάμασσε δὲ λαὸν Ἀχαιῶν.

119. λευγαλέῃσι] ὅτι οἱ νεώτεροι λευγαλέον τὸ δίυγρον ἐπὶ τοῦ Ἀχιλλέως· “νῦν δέ με λευγαλέον θάνατον” (Il. 21, 281. cf. ad 109). ἔστι δὲ λευγαλέον τὸ ὀλέθριον, παρὰ τὸν λοιγόν.

122. ἕπτ’ ἀπύρους] τοὺς μὴ εἰς πῦρ χρησίμους, ἀλλʼ ἀναθεματικοὺς καινουργεῖς, τοὺς κόσμον χάριν τιθεμένους ἐν τῷ οἴκῳ.

τάλαντα] τὰ νῦν ἑξακισχίλια λέγεται παρὰ Ἀθηναίοις. διαφόρως δὲ νοεῖται· ἦν γὰρ καὶ βραχύ τι παρὰ τοῖς ἀρχαίοις. καὶ ὁ ποιητὴς δῆλον ἡμῖν τοῦτο ποιεῖ ἐν τῷ ἐπιταφίῳ Πατρόκλου λέγων “ἱππεῦσι μὲν πρῶτα· ποδώκεσιν ἀγλάʼ ἄεθλα θῆκε γυναῖκα ἄγεσθαι ἀμύμονα ἔργʼ εἰδυῖαν καὶ τρίποδʼ ἀτώεντα δυωκαιεικοσίμετρον, τῷ πρώτῳ· ἀτὰρ αὖ τῷ δευτέρῳ ἵππον θῆκεν ἑξέτε’, ἀδμήτην, βρέφος ἡμίονον φορέουσαν· αὖτις δὲ τὸ τρίτον ἄπυρον κατέθηκε λέβητα, τῷ δὲ τετάρτῳ θῆκε δύω χρυσοῖο τάλαντα” (Il. 23, 262). εἰ γὰρ περὶ τοῦ ταλάντου τῶν Ἑλλήνων ἐστὶ, βραχύ τι τὸ τάλαντον τοῦ χρυσίου ἦν παρʼ αὐτοῖς, ὡς καὶ Δίφιλος ἐν Ἀναγύρῳ “βραχύ τί ἐστι τάλαντον” φησί. τάλαντον δὲ, οὐ τάλαντα. ταῦτα δὲ χρνσίου τάλαντον.

125. ἀλήϊος] πένης, ἄπορος, ἤτοι δὲ ἀπὸ τοῦ μὴ ἔχειν χώραν σιτόσπορον, ἣν λήϊον καλεῖ, ἢ ἀπὸ τοῦ μὴ ἔχειν λείαν· λείας δὲ λέγει τὰς ἀγέλας τῶν θρεμμάτων.

128. ἀμύμονα] ὅτι χωρὶς τοῦ σ γραπτέον· οὐ γάρ ἐστι κατὰ τῶν γυναικῶν, ἀλλὰ κατὰ τῶν ἔργων. ὕστερον δὲ ἐπὶ τῶν γυναικῶν “ αἳ κάλλει ἐνίκων.”

*ἀμύμονα] Ἀρίσταρχος μετὰ τοῦ σ ἀμύμονας.

[*](4. Post στικτέον verba φαῦλοι κεος ἀγλαὰ—θῆκκʼ ἠὲ δὲ οἱ μετὰ τὸ ψεῦδος στίζοντες, vel 20. δύω χρυσοῖο] χρυσοῖο δύο simile quid addit Friedl. 22. Δίφιλος] Conf. Etym. M. p. 8. ἐπὶ τοῦ] ἀπὸ τοῦ ἐπὶ τοῦ 744, 48. et Eustath. p. 740, 29. Lehrsius. 31. Schol. Townl. ἀμύμονα: οῦτως 13. *λέγεται] λέγει Ἀρίσταρχος· Ζηνόδοτος δὲ ἀμύμονας. 16. ποδώκεσιν ἀγλά’—θῆκε] ποδώ-)
306

129. Λεσβίδας] παρὰ Λεσβίοις ἀγὼν ἄγεται κάλλους γυναικῶν ἐν τῷ τῆς Ἥρας τεμένει, λεγόμενος καλλιστεῖα· ἡ δὲ Λέσβος νῆσός ἐστιν ἐν τῷ Αἰγαίῳ πελάγει, πόλεις ἔχουσα πέντε, Ἄντισσαν, Ἔρεσον, Μηθύμνην, Πύρραν, Μυτιλήνην.

*τὸ αὐτός βέλτιον ἐπὶ τοῦ Ἀχιλλέως ἀκούειν καὶ τοῖς ἄνω συνάπτειν.

130. ἐξελόμην] Ἀρίσταρχος ψιλοῖ, καὶ πρόθεσιν παραδέχεται, ὥστε εἶναι ἓν μέρος λόγου.

131. μετὰ δʼ ἔσσεται] ὅτι ἐντεῦθεν πλανηθεὶς Ζηνόδοτος συναριθ- μεῖσθαι ἐν ταῖς ἑπτὰ καὶ τὴν Βρισηἶδα ἔδοξεν, καὶ ἐν ἄλλοις γράφει “ἐκ δʼ ἄγεν ἑπτὰ γυναῖκας, ἀμύμονα ἔργʼ εἰδυίας, ἓξ, ἀτὰρ ἑβδο- μάτην Βρισηίδα καλλιπάρῃον” (Il. 19, 245). ἔστι δὲ ἐκτὸς ἡ Βρισηίς.

132. *Ἀρίσταρχος κούρη Βρισῆος, ἐπὶ δὲ μέγαν ορκον ὀμοῦμαι.