Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

167. * Ἀρίσταρχος ἐγώ, ἄλλοι δὲ ἐγών.

οἱ δὲ] βαρυτονητέον· δύο γὰρ μέρη λόγου, ἀντὶ τοῦ οὗτοι δέ. εἰσὶ δὲ οἳ προπεριέσπασαν, οὐκ εὖ· χρεία γάρ ἐστι τοῦ δέ συνδέσμου. ἐζήτηται δὲ πῶς μᾶλλον οὐ πρεσβεύει ὁ συνετώτερος. ἔστι δὲ λέ- γειν ὅτι κατʼ οἰκονομίαν ὑπελείφθη, ἵνα, ἂν ἀποτύχωσιν οἱ περὶ Ὀδυσ- σέα, αὐτὸς ὕστερον πείσῃ. ἄτοπον γὰρ ἦν νῦν πρεσβεύειν τὸν Νέ- στορα, ὅτε δεῖ πάντως τὸν Ἀχιλλέα μὴ πεισθῆναι· ἀδοξία δὲ ἦν Νέστορα μὴ δυνηθῆναι πεῖσαι. οἱ δέ φασιν ὅτι ἐπειδὴ ἐχθρὸς ἦν Ἀχιλλέως, λοιδορήσας αὐτὸν πρὸς Ἀγαμέμνονα “τούσδε δʼ ἔα φθινύ- θειν ἕνα καὶ δόο” (Il. 2, 346).

168. ὅτι ὁ Φοῖνιξ προέρχεται καὶ οὐ συμπρεσβεύει τοῖς περὶ τὸν Ὀδυσσέα, ὥστε μὴ συγχεῖσθαι διὰ τῶν ἑξῆς τὰ δυϊκά.

169. ἡ διπλῆ, ὅτι τὸ ἔπειτα Ἀρίσταρχος ἀντὶ χρονικοῦ παρα- λαμβάνει, ἀντὶ τοῦ μετὰ ταῦτα, ὡς καὶ “ Ἑρμείας μὲν ἔπειτα” (Od. 10, 307). βούλεται γὰρ πρῶτον τὸν Φοίνικα ἀπεληλυθότα εἰς τὸ σκήνωμα, εἶτα τὸν Ὀδυσσέα καὶ τὸν Αἴαντα ὡς πρεσβεύοντας. ὁ δὲ Κράτης τὸ ἔπειτα ἀντὶ τοῦ δή συνδέσμου λαμβάνει.

170. Εὐρυβάτης] ὅτι οὐ τὸν Ἀγαμέμνονος (Il. 1, 320) ὑπολη- πτέον νῦν λέγεσθαι, ἀλλὰ τὸν Ὀδυσσέως (Il. 2, 184), ἐπεὶ κἄν ἐξωρ- γίσθη, τῆς διʼ αὐτοῦ γενομένης ἀφαιρέσεως ὑπομνησθείς.

*ἑπέσθων] ἀντὶ τοῦ ἑπέσθωσαν. γράφεται δὲ καὶ χωρὶς τοῦ ν.

171. *φέρτε] ὅτι συγκέκοπται ἀντὶ τοῦ φέρετε.

180. δενδίλλων] διανεύων τοῖς ὀφθαλμοῖς.

ότι παρόντος τοῦ Φοίνικος ἔτι ταῦτα ὁ Νέστωρ ποιεῖ, διὸ καὶ ἁρμόσει τὸ ἐς ἕκα στον πληθυντικῶς εἰσενηνεγμένον, καὶ οὐκ εἰς ἑκάτερον, ὅπερ ἐπὶ δύο τίθεται, καὶ τὸ μάλιστα ὑπερθετικῶς εἰρη- [*](ὅτι ἔνιοι ὑποτάσσουσι—. Monuit τερος Cobetus. 32. εἰσενηνεγμένον] ἐξενηνεγμένον 11. *ὁ συνετώτερος] ὡς συνετώ- Friedl.)

310
μένον. οὐ γὰρ παρῆν Φοῖνιξ, ἐπεὶ καταισχύνεται διὰ τοῦ “Ὀδυσσῆι δὲ μάλιστα.”

182. τὼ δὲ βάτην] ὅτι ἐπὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· κεχώρισται γὰρ ὁ Φοῖνιξ μετὰ τὴν Νέστορος ἐντολὴν, οὗτοι δὲ μετὰ ταῦτα. ζητοῦμεν δὲ εἰ καὶ Φοῖνίξ ἐστι πρεσβευτής. καί φασιν οἱ μὲν δύο πρεσβεύειν, Αἴαντα καὶ Ὀδυσσέα, Φοίνικος προεληλυθότος οὐκ εἰς τὸ πρεσβεύειν, ἀλλʼ εἰς τὸ συλλαβέσθαι· καὶ διὰ τοῦτο ὁ ποιητὴς δυικοῖς κέχρηται· καὶ “χαίρετον, ὦ φίλοι” (197). ἔνιοι δὲ λέγουσι συμπεπρεσβευκέναι καὶ Φοίνικα, καὶ οὐδὲν εἶναι τεκμήριον τὸν παρὰ τῷ ποιητῇ ἀριθμόν· πολλάκις γὰρ καὶ ἐπὶ πλειόνων αὐτὸν τετάχθαι, ὡς καὶ ἐπὶ τοῦ “μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσʼ ἐν Ὀλύμπῳ ἆσσον ἰόντε” (Il. 1, 567) καὶ ὡς ἐπὶ τοῦ “τὼ κούρω κρινθέντε δυωκαιπεντήκοντα” (Od. 8, 48).

183. *γαιηόχῳ] ἐπεὶ παρὰ θάλασσαν ἐβάδιζον, διὰ τοῦτο τῷ Ποσειδῶνι εὔχονται.

184. *πεπιθεῖν] περισπαστέον· δεύτερος γὰρ ἀόριστός ἐστιν.

187. ζυγὸν] ζυγὸς ὁ πῆχυς τῆς κιθάρας, ᾧ ἔγκεινται οἱ κόλλα- βοι. οὕτω δὲ λέγονται οἱ πάσσαλοι ὧν ἐξάπτονται αἱ χορδαὶ, παρὰ τὸ κεκολλῆσθαι.

188. ἐξ ἐνάρων] ὅτι ἀστεῖον τὸ μὴ οἴκοθεν κομίσαι ὥσπερ μέλ- λοντα ἐν πολέμῳ ἄνεσιν ἔχειν, ἀλλʼ ἐκ τῶν λαφύρων ἀνηρῇσθαι ἁρμό- νιον καὶ οὐκ ἄμονσον.

πιθανῶς ἔφη ἐκ λαφύρων κεκτῆσθαι τὴν κιθάραν τὸν Ἀχιλλέα· ἀνοίκειον γὰρ εἰς πόλεμον ἥκοντα κιθάραν ἐπικομίζεσθαι. εὑρόντα οὖν, φησὶν, παρελθεῖν ὡς ἄμουσον ἀπρεπὲς ἦν.

189. κλέα ἀνδρῶν]. ὅτι ἀειμνήστους δεῖ τοὺς ἀγαθοὺς εἶναι· οἱ γὰρ ἀοιδοὶ διὰ τῶν παλαιῶν ἱστοριῶν τοὺς ἀκούοντας ἐσωφρόνιζον. προσέθηκε δὲ τὸ ἀνδρῶν, ἐπειδὴ καὶ θεῶν ᾄδουσι γάμους.

190. ὅτι οὐ μόνος ἐν τῇ κλισίᾳ, ἀλλὰ μόνος Αἰακίδην δεδεγ- μένος ἀντίος ἧστο· καὶ γὰρ Αὐτομέδων ἐπὶ τῆς κλισίας ἦν, ὁμοίως καὶ ὁ Φοῖνιξ.

191. *γράφεται καὶ δέχμενος διὰ τοῦ χ.

[*](5. *οἱ μὲν] μὲν om. τεκμήριον] τὸν φοίνικα 8. * δυικοῖς] δυικῶς. 13. κρινθέντε δυωκαι—] κριθέντε 9. * συμπεπρεσβευκέναι] συμπρεσ- δύο καὶ βευκέναι 32. δέχμενος] δεχόμενος)
311

192. τὼ δὲ βάτην] ὅτι ἐκὶ Ὀδυσσέως καὶ Αἴαντος τὸ δυϊκόν· παρόντος γὰρ τοῦ Φοίνικος ἀπίθανον λέγειν “ἡγεῖτο δὲ δῖος Ὀδυσ. σεύς.”

193. ταφὼν] Ἰωνικῶς λέγεται κατὰ τροπὴν τοῦ θ εἰς τὸ · αὐτοὶ γὰρ τὰ δασέα εἰς ψιλὰ τρέπουσιν, οἷον θαπών ταφών, δευτέρου ἀορίστου ἀπὸ τοῦ θήπω ἐνεστῶτος, καὶ τὰ ψιλὰ εἰς δασέα, ὡς τὸ ἐπιορκῆσαί φησιν. οἱ αὐτοὶ δὲ καὶ τὸ Ἀθάμας, κατʼ ἀφαίρεσιν τοῦ α καὶ τροπῇ τοῦ θ εἰς τὸ τ, Τάμμας λέγουσι· “Τάμμεω θυγατέρος” Καλλίμαχος ἐν δευτέρῳ αἰτίων. ἐκ τῶν τάφων δὲ ἡ μεταφορά· καὶ γὰρ ἡμεῖς ὁρῶντες τοὺς τάφους ἐκπληττόμεθα τὸ μέλλον δεινόν.

194. στικτέον μετὰ τὸ φόρμιγγι, ὡς ἔκπληξιν Ἀχιλλέως ὁρᾶ- σθαι ἀναπεπηδηκότος σὺν τῇ κιθάρᾳ. τὸ ἡμιστίχιον δὲ δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς προσδίδοσθαι, τό τε ἀναπηδῆσαι σὺν αὐτῇ τῇ κιθάρᾳ, καὶ ἀπολιπόντα τὴν καθέδραν καὶ τὴν κιθάραν συναντῆσαι. βέλτιον δὲ τὸ πρότερον, ὥστε τοῖς ἄνω συνάπτειν.

196. *τώ] γρ. καὶ τούς.

197. ἀμφοτέρους τοὺς συνδέσμους περισπαστέον· βεβαιωτικοὶ γάρ. ἡ διπλῆ δὲ, ὅτι χωρὶς τοῦ δυϊκῶς ἐσχηματίσθαι πρὸς Ὀδυσσέα καὶ Αἴαντα, καὶ τὰ τῆς διαθέσεως οὐκ ἐμφαίνει συμπαρόντα τὸν Φοίνικα· οὐ γὰρ ἂν οὕτως ἐκπλαγεὶς ἀνεπήδησεν, ἢ ἐδεξιοῦτο ὡς αἰφνιδίως παραγενομένους.

*Παρμενίσκος προφέρεται ἱκάνετον ἡμέτερονδε.

198. *φίλτατοί ἐστον] καὶ ἐνθάδε τινὲς δυϊκῶς φιλτάτω.