Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

57. *ἧ μὴν] διὰ τοῦ ε αἱ Ἀριστάρχον, ἦ μέν.

ἡ μὲν συνήθεια στίζει μετὰ τὸ ἐσσί, τὸ δὲ ἑξῆς συνάπτει. ἐπεὶ δὲ ἀξιοῦσί τινες ὑπερβατὸν ποιεῖν “ἦ μὴν καὶ νέος ἐσσὶ ὁπλότερος γενεῆφι,” δῆλον ὅτι τὰ διὰ μέσον λεγόμενα “ἐμὸς δέ κε καὶ πάῖς εἴης” τῆς ἐοικυίας διορθώσεως τεύξεται.

οὐδὲ πάλιν ἐρέει] ὅτι οὐχ ἁρμόζει τῷ τρεῖς γενεὰς βεβιωκότι λέγειν “ ἐμὸς ἂν παῖς εἴης” κατὰ τὴν ἡλικίαν, πρὸς ἐπιτίμησιν τοῦ πολέμου. τὸ δὲ πάλιν (56) οὐκ ἔστιν ἐκ δευτέρου ὡς ἡμεῖς, ἀλλʼ ἀντὶ τοῦ ἔμπαλιν ἐρεῖ, ἐναντίως.

58. *ὁπλότατος] γρ. ὁπλότερος.

τὸ Ἀργείων βασιλῆας δύναται καὶ τοῖς ἄνω συνάπτεσθαι καὶ τοῖς ἑξῆς. καὶ τὸ αὐτὸ μὲν σχῆμα ἐν ἀμφοτέροις· τοὺς Ἀργείων βασιλεῖς εἶπεν ἢ περὶ βασιλέων ἢ εἰς βασιλεῖς. εἴτε οὖν τοῖς ἄνω συνάπτοιτο, γίνεται βασιλεῖς βάζεις· εἴτε τοῖς ἑξῆς, γίνεται βασι- λεῖς ἔειπες.

61. *διίξομαι] διελεύσομαι τὰ πράγματα ἀπʼ ἀρχῆς μέχρι τέλους.- δασυντέον τὸ διίξομαι· ἀπὸ γὰρ τοῦ ἵκω ἐγένετο. ἐπιφέρει γοῦν “ἀτὰρ οὐ τέλος ἵκεο μύθων.”

63. ἀφρήτωρ κοινῶς ὁ φρατρίας καὶ συγγενείας μὴ μετέχων, ἀπάνθρωπος.

ἄπολις καὶ συγγένειαν οὐκ ἔχων· φρατρία γὰρ ἡ συγγένεια. κυρίως δέ ἐστι τρίτον μέρος φυλῆς.

ἄδικος καὶ ἄνομος καὶ θηριώδης, ἵποῦ καὶ οἱ Κύκλωπες θεμιστεύ- ουσι καὶ νόμοις χρῶνται τοῖς τῶν θεῶν.

[*](1. * οἷς ἀμφοῖν] εἰς ἄμφω p. 5 27. *κοινῶς ὁ φρατρίας] κοινῆς 3. οὔτε] οὐδὲ 10. *μὲν] om. φρασρίας 15. κατὰ τὴν ἡλικίαν—πολέμου] συγγενείας] συγγενίας Verba ab hoc loco aliena: v. Friedl. 30. *φυλῆς] φυλακῆς)
303

64. *ἔραται] ἐπιθυμεῖ. ἡ λέξις Ἰωνική.

66. φυλακτῆρες] Ἀρίσταρχος διὰ τοῦ α φυλακτῆρας τοὺς φύλακας.

67. * λεξάσθων παρὰ τάφρον] διαταγήτωσαν.

*ὅτι ἀντὶ τοῦ λεξάσθωσαν.

*γράφεται καὶ περὶ τάφρον.

70. δαίνυ δαῖτα γέρουσιν] παρασκεύαζε τὴν εὐωχίαν τοῖς ἐντίμοις, ἢ ἐφ’ ἑστίασιν ἄγε τοὺς πρωταγωνιστάς.

71. ὅτι πλεῖαι ἀντὶ τοῦ πλήρεις. πρὸς τὸ “παρῴχηκεν δὲ πλέω νύξ” (Il. 12, 252) ἀντὶ τοῦ πλήρης.

72. *ἠμάτιαι] ἀνὰ ἑκάστην ἡμέραν, ἢ διὰ μιᾶς ἡμέρας.

73. ὑποδεξείη] ὡς Ἀργείη· τὸ δὲ ἀκόλουθον ὤφειλεν εἶναι. κοινὸν ὑποδεξία ὡς παρὰ τὸ ἀνόρεκτος ἀνορεξία. ταῦτα ἐν τῇ προσῳδίᾳ· ἐν μέν- τοι τῇ καθόλου οὕτως “πᾶσά τοί ἐσθʼ ὑποδεξίητ” ἕνεκα μέτρου ἔκτασιν ἔπαθε τοῦ ι. ἀγνοίᾳ μέντοι τἀκριβοῦς διὰ τῆς ει διφθόγγου τὴν γραφὴν ποιοῦνται, καὶ οὕτως ἔχει ἡ τοῦ Ἀριστοφάνους παράδοσις. αἱ δὲ Ἀριστάρχου οὕτως εἶχον διὰ τοῦ γάρ, πολέσιν γὰρ ἀνάσ- σεις. ἔχει δέ τι Ὁμηρικὸν καὶ ἡ διὰ τοῦ δέ, πολέεσσι δʼ ἀνάσ- σεις.

πᾶσά τοι ἔσθʼ ὑποδεξείη] πρὸς ὑποδοχὴν εὐτρέπισται σοὶ χο- ρηγία. ἐπαίρει δὲ τὸν βασιλέα εἰς τὸ μετέπειτα αὐτὸν ὑπήκοον σχήσων.

*Αρίσταρχος πολέσιν γὰρ ἀνάσσεις.

75. *χρεώ] χρεία καταλαμβάνει.

76. *οὕτως γρ. ὅτι δήϊοι.

77. ὅτι προσυπακουστέον τὸ καὶ οὐ μὴ μᾶλλον θρηνήσει καὶ κόψεται; καὶ ὅτι ἔξωθεν τὸ ἰδών.

78. *διαρραίσει] διʼ ἑνὸς ρ αἱ Ἀριστάρχου.

[*](12. τὸ δὲ Lehrsius] τὸ εἰ γράφων παράδοσις minus probabili- 16. καὶ οὔτως—αἱ δὲ Ἀριστάρχου ter Lehrsius Herod. p. 248. οὕτως] Legendum videtur οὕτως 17. πολέσιν γὰρ] πολέεσσι γὰρ ἔχει ἡ παράδοσις. ἡ Ἀριστοφάνους 25. ὅτι] ο A. Itaque alii lege- πολέεσσι δʼ ἀνάσσεις. αἱ δὲ Ἀριστάρ bant ὅτε. COBET. χου ούτως—, aut πολέεσσι δʼ ἀνάσ- 26. τὸ καὶ σὺ Lehrsius ad Hero- σεις: οὕτως ἔχει ἡ Ἀριστοφάνους· αἱ dian. p. 458] τὸ ὁρῶν καὶ βλέπων δὲ Ἀριστάρχου οὕτως—. COBET. γελάση, quod est glossema verbo- τοῦ Ἀριστοφάνους Villois. Prol. p. rum τίς ἂν τάδε γηθήσειεν. xxiii.] τ ἀντιφάνους A. ἡ τῶν ἀντι- 27. ἔξωθεν τὸ] τὸ ἔξωθεν τὸ)
304

86. *ἅμʼ ἔστειχον] Ἰακῶς τὸ στεῖχον αἱ Ἀριστάρχου, ἅμα στεῖχον.

88. *δόρπον] Ἀρίσταρχος μετὰ τοῦ α δόρπα. δόρπα] ἄριστον μὲν τὸ πρωῖνὸν ἔμβρωμα, δόρπος δὲ τὸ νῦν ἄριστον, ἢ δεῖπνον μεθʼ ὃ τὰ δόρατα ἔπαυον.

διὰ τοῦ α δόρπα αἱ Ἀριστάρχον. ἄκαιρος δὲ Ζηνόδοτος γράφων τίθεντο δὲ δαῖτα θάλειαν· ἄτοπον γὰρ θαλιάζειν τοὺς πένθει ἀτλήτῳ τὴν ψυχὴν βεβλημένους.

89. *ἀολλέας] Ἀρίσταρχος γέροντας ἀριστέας.

92. * ἐπιθυμίαν ἐπλήρουν.

97. ἐν σοὶ μὲν λήξω] σύ μοι ἀρχὴ καὶ τέλος τῶν λόγων πάλιν γενήσῃ. ἀνακτᾶται δὲ αὐτὸν τοῖς ἐγκωμίοις, πρότερον καταπτοήσας.