Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

17. ἡ διπλῆ, ὅτι ἐνθάδε οὕτως γραπτέον· πρὸς γὰρ τοὺς ἀρίστους, οὐ πρὸς τὸ πλῆθος ὁ λόγος. ὅταν δὲ ἀπόπειραν τῷ πλήθει προσάγῃ, προσφυέστερον γράφεται “ὦ φίλοι ἥρωες Δαναοὶ, θεράποντες Ἄρηος” (Il. 2, 110). διασταλτέον δὲ ἐπὶ τὸ φίλοι διὰ τὴν ἀντέμ- φασιν· ἑαυτῷ μὲν γὰρ προσφιλεῖς. Ἀργείων δὲ ἡγήτορας αὐτοὺς λέγει.

18. *μέγα] Ἀρίσταρχος σὺν τῷ σ μέγας.

Ζεύς με μέγα] ὅτι μέγα δεῖ γράφειν, ἀντὶ τοῦ μεγάλως, ὡς σάφα. ἀδόκιμος δὲ πάνυ ἡ μετὰ τοῦ σ, μέγας.

19. ὅτι νῦν οὕτως γραπτέον, ὃς τότε μέν μοι· ἀναφέρει γὰρ ἐπὶ τὸ πρώην κατὰ τὸν ὄνειρον· ἐν ἐκείνοις μέντοι πρὶν μέν μοι· χρόνια γὰρ ἐσήμαινε τὰ κατὰ τὴν πρώτην ἔξοδον τῶν Ἑλλήνων.

* Ἀρίσταρχος ὃς τότε μέν μοι.

23, 24, 25. *παρὰ Ζηνοδότῳ οὐκ ἐφέροντο· καὶ Ἀριστοφάνης δὲ ἠθέτει.

ἀθετοῦνται στίχοι τρεῖς, ὅτι ἄμεινον ταῦτα λέγειν ἐν τῇ ἀποπείρᾳ (Il. 2, 116). νῦν δὲ οὐκ ἀποπειρᾶται, ἀλλὰ περὶ ἀποστάσεως ἀλη- θῶς λέγει, ἐγκεκυρηκὼς τοῖς τοῦ Διὸς ἐλαττώμασιν.

23—31. ὅτι Ζηνόδοτος ἦρκε τοὺς στίχους πρὸς οὐδὲν ἀναγκαῖον, [*](2. τὰ κατὰ τὴν παράθεσιν (v. 15, 13. οὕτως addidit Friedl. 16)] τὰ κατὰ τὴν παραβολήν Cobetus. 16. ἐρνὶ τὸ Bekk.] ἐπὶ τῷ 4. * βαθεῖα] τῶ βάθει 28. στίχοι τρεῖς] καὶ ἀστερίσκοι 6. ἀπολείποιτο] ἀπολείπεται ἂν παράκεινται addit Cobetus: nam (*ἀπολίπῃ). versibus 23, 24, 25 singulis prae- 8. * πρὸς τὸ] πρός τε τὸ scriptus est ἀστερίσκος μετʼ ὀβελοῦ.)

300
ἀλλʼ ἕνεκα τοῦ κατʼ ἄλλους τόπους φέρεσθαι (Il. 2, 116—118. 139— 141. 9, 693. 696. 7, 398. 399). τοιοῦτος δέ ἐστιν ἐπὶ τῶν διφο- ρουμένων. τὴν δὲ συνέπειαν οὕτως ποιεῖ “δυσκλέα Ἄργος ἱκέσθαι. ἤτοι ὅγʼ ὣς εἰπὼν κατʼ ἄρʼ ἕζετο, θυμὸν ἀχεύων. τοῖσι δʼ ἀνιστά- μενος μετέφη κρατερὸς Διομήδης.”

29. ἀκήν] ἄγη τίς ἐστιν· οἱ γὰρ ὑπερβάλλοντες θαυμασμοὶ ἐκπλήσσουσι, πᾶσα δὲ ἔκπληξις σιωπὴν ἄγει, ὡς καὶ τὸ “βῆ δʼ ἀκέων” (Il. 1, 34) ἀντὶ τοῦ ἐκπλαγείς. ἢ ἀχήν τίς ἐστι, παρὰ τὴν ἀχανίαν.

32. * Ἀρίσταρχος διὰ τοῦ η μαχήσομαι.

33. ἢ θέμις ἐστὶν] ὡς νόμος ἐστὶν ἐν ἐκκλησίᾳ τὸν βουλόμενον ἀκωλύτως λέγειν, ὥσπερ ἐν δημοκρατίᾳ. ἐπὶ δὲ τὸ ἀγορῇ στικτέον, ὡς νόμος ἐστὶν ἐκκλησίας μετὰ παρρησίας λέγειν. Σέλευκον μέντοι φασὶν ἐπὶ τὸ ἄναξ διαστέλλειν.

34. * ὄτι τῶν κατὰ τὴν ἐπιπώλησιν ἐπιπληκτικῶς εἰρημένων μέμνηται.

περὶ τῆς δυνάμεώς μου ὠνείδισας ἐν τοῖς Ἕλλησιν ὡς ἀσθενε- στάτου. ἤτοι δὲ ἐν ἤθει λέγει. τὴν μέντοι ἀναφορὰν ἔχει ταῦτα ἐπὶ τὰ ῥηθέντα ὑπὸ Ἀγαμέμνονος ἐν τῇ Δ ῥαψῳδίᾳ (370) “ὦ μοι Τυδέος υἱὲ δαίφρονος ἱπποδάμοιο, τί πτώσσεις;”

*τὸ ἐν Δαναοῖσιν ἴσως τις ἀξιώσει τοῖς ἑξῆς συνάπτειν· ἀλλ᾿ οὐ κατεπείγει.

36. *οὕτως Ἀρίσταρχος, ἠμὲν νέοι ἠδὲ γέροντες. γράφεσθαι δέ φησι καὶ ἡγήτορες ἠδὲ μέδοντες.

ὅτι Ζηνόδοτος γράφει ἡγήτορες ἠδὲ μέδοντες. βέλτιον δὲ καθολικώτερον γεγράφθαι· καταλείπεται γὰρ ἐν πᾶσιν ἡ δόξα τἀνδρός. καὶ ὅτι νῦν γέροντας τοὺς καθʼ ἡλικίαν, ἐπεὶ μικρῷ πρό- τερον τὸν Νέστορα αὐτὸς ἐσεσώκει ἐν τῷ πολέμῳ.

37. διάνδιχʼ ἔδωκε] τὴν τιμὴν εἰς δύο διελὼν καὶ μερίσας τὸ ἕτερόν σοι ἔδωκε· λέγει δὲ τὸ βασιλεύειν.

39. * τὸ ὅτε ἀντὶ τοῦ ὅπερ.

43. *πάρ τοι ὁδός] εὐμαρής ἐστί σοι ὁδός.

[*](6, 8. ἀκήν—ἀχήν] ἀκή—ἀχή 18. *λέγει—ἔχει] λέγειν—ἔχειν 12. δημοκρατίᾳ] δημοκρατείᾳ 28. τὸν Νέστορα αὐτὸς Lehrsius] 15. ἐπιπληκτικῶς Cobetus] πλη- ὁ Νέστωρ αὐτὸν: vid. 8, 90. κτικῶς)
301

νῆες δέ τοι] ὅτι ἀπὸ κοινοῦ τοῦ πάρ τοι ὁδός τὸ πάρεισί σοι. ὅπερ οὐ συνέντες τινὲς προστεθείκασι τὸν ἑξῆς.

44. ἀθετεῖται, ὅτι περισσός ἐστι καὶ μὴ προσκειμένου αὐτοῦ ἐμφαντικώτερος ὁ λόγος γίνεται· ἐφορμοῦσιν αἱ νῆες πορευσόμεναι. οἱ δὲ γράφουσιν νῆες δέ τοι ἀμφιέλισσαι, ὥστε μὴ παντελῶς ἀποκρίνεσθαι τὸν στίχον.

46, 47. ἄνωθεν καὶ ἐκ παλαιοῦ τὰ τῆς ἀναγνώσεως ἐζήτηται. καὶ οἱ μὲν λείπειν φασὶ τὸ θέλουσιν, ὑποστίζοντες ἐπὶ τὸ αὐτοί· οἱ δὲ κοινὸν ἄνωθεν λαμβάνουσι τὸ ἐπέσσυται ὥστε νέεσθαι, εἶτα φευγόντων σὺν νηθσί ἀντὶ τοῦ φευγέτωσαν. ἄμεινον δὲ ὑφʼ ἓν μὲν ἀναγινώσκειν, εἰ δὲ καὶ αὐτοὶ φευγόντων, στίζειν δὲ ἐπὶ τὸ γαῖαν, ἵνα λέγηται μὲν ἀποφατικῶς, τὸ δὲ λεγόμενον τοιοῦτον ᾖ, ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν εἰς τὰς πατρίδας. εἴρηται γὰρ ὡς ὁ εἰ σύνδεσμος ἔχει τινὰ δύναμιν παρακελευστικὴν, ὡς ἐκεῖ “ἀλλʼ εἴ τις καλέσειε θεῶν Θέτιν” (Il. 24, 74) τοῦ εὐκτικοῦ ἀντὶ προστακτικοῦ κειμένου, ὡς κἀκεῖ “ἐξελθών τις ἴδοι” (Od. 24, 491) ἀντὶ τοῦ ἰδέτω· ἀπρεπὲς γὰρ εὔχεσθαι τὸν Δία. τάχα δὲ καὶ τὸ παρὰ τοῖς Ἀττικοῖς παρακελευστικὸν ἐπίρρημα εἶα ἀπὸ τούτου γέγονε περιττεύοντος τοῦ ᾱ. ἄλλως τε καὶ συντάττεται τῷ ἄγε ἐπιρρήματι· “εἰ δʼ ἄγε νῦν, φίλε Φοῖβε” (Il. 16, 667)· οὐδὲν γὰρ πλέον τοῦ ἄγε δή. καὶ ἐνθάδε ἄγε δὴ καὶ οὗτοι φευγέτωσαν.

47. *φευγόντων] ὅτι Ἀττικῶς ἀντὶ τοῦ φευγέτωσαν.

52. τοῖσι δʼ ἀνιστάμενος μετεφώνεεν] In margine τοῖσι δὲ καὶ μετέειπε Γερήνιος.

53. *ὅτι τὸ περί ἀντὶ τοῦ περισσῶς.

55. οὔ τίς τοι τὸν μῦθον ὀνόσσεται] οὐδείς σου τὸν λόγον ἐκφαυλίσει καὶ μέμψεται. πῶς δὲ ὁ Νέστωρ τὸ τέλειον ἀποδοὺς τῷ Διομήδους λόγῳ λέγειν αὐτὸς ἐπιχειρεῖ; ῥητέον δὲ ὅτι τῆς μὲν ὕβρεως τὴν μνήμην καὶ Διομήδης πεποίηται, καὶ Νέστωρ αὐτῷ τελείως γεγε- νῆσθαι μαρτυρεῖ· ὅπερ δὲ δεῖ πράσσειν ἐν τῷ καιρῷ, Διομήδης παρέ- λιπεν κἀκεῖνος εἰσηγεῖται.

[*](4. ἐφορμοῦσιν Bekkerus] ἐφορ- 13. εἴρηται] Fortasse ad 6, 376 vel 8, 18, ut monet Friedl. μῶσιν 5. δέ Friedl.] μέν 25. περισσῶς Bekk.] περισσός μὴ addidit Friedl. 28. * μὲν] om. 8. τὸ αὐτοί Bekk.] τῷ αὐτῷ)
302

56. οἷς ἀμφοῖν τὸν βασιλέα ἐλοιδόρησε, τούτοις αὐτὸν προὔχειν εἰπὼν, ἀλλʼ οὐ καθʼ ὑπεροχήν· οὔτε γὰρ αὐτὸν καρτερώτατον εἶπεν οὕτε συνετώτατον.

οὐδὲ πάλιν ἐρέει] οὐδὲ ἀντερεῖ. τὸ δὲ τέλος οὐκ ἐπέθηκας τοῖς λόγοις.

οὐ μὴν τέλος ἐπέθηκας τῷ λόγῳ σου. τὰ μὲν γὰρ πρὸς τὸν βασι- λέα δεόντως φησὶν εἰρῆσθαι, ἐλλείπειν δὲ τὰ τῆς συμβουλῆς καὶ παραφυλακῆς, ἅτινα αὐτὸς ἀναπληροῖ.