Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

564. * Ἀρίσταρχος κλαῖε ο μιν, ὅτι αὐτήν.

*οὕτω Ζηνόδοτος χρονικῶς.

*ἀφήρπασε] γρ. ἀνήρπασε.

567. κασιγνήτοιο ὡς Ἀδμήτοιο. τινὲς δὲ προπερισπῶσιν ὡς λευκοῖο, ἵνα γένηται κασιγνητικοῦ· ἡ γὰρ Ἀλθαία, φασὶν, οὐχ ἕνα εἶχεν ἀδελφόν. δύναται μέντοι καὶ τὸ βαρυνόμενον ἑνικὸν ἰσοδυνα- μεῖν τοῦ κασιγνητικοῦ. ἀδελφοὶ δὲ Ἀλθαίας Ἴφικλος, Πολυφάντης, Φάνης, Εὐρύπυλος, Πλήξιππος.

*οὕτως Ἀρίσταρχος, τοῦ ἀδελφικοῦ.

*ὅτι λείπει ἡ περί. δύναται δὲ καὶ ἑνὸς καὶ πλειόνων ἀδελφῶν.

568. χερσὶν ἀλοία] ταῖς χερσὶν ἔπληττεν· ὅθεν καὶ πατρα- λοίας ὁ τὸν πατέρα τύπτων. εὔχονται δὲ οἱ ἥρωες τοῖς μὲν οὐρανίοις θεοῖς ἄνω τὰς χεῖρας ἀνίσχοντες ʼμεγάλʼ εὐχετόωντο ἕκαστος” (Il. 8. 347)· τοῖς δὲ θαλασσίοις “πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο [*](3. *συνέβη] συμβαίνει marg. interiore lecta in unum *πὰ ἔγγονα] τὰ δὲ ἔγγονα recte coniungit Schmidtius Did. 5. *τίκτει — αὐξανομένου] om., p. 138 ὅτε Ζηνόδοτος χρομικῶς. sed addit πορὰ τὸ ἐν ἁλὶ κύειν. Ἀρίσταρχος δἐ ὅ μιν, ὅτι αὐτήν. 7. *αὐτῇ] αὐτοῖς 20. φασὶν Lehrsius] φησὶν 8. *καὶ Ὀδυσσέα] καὶ om. 22. Πολυφάντης] Fort. Πολυφόν- 9. * ἡ Μάρπησσα καλοῦσα] om. της. 10. *ὅτε] ὅτι *ὁ] om. 26. χερσὶν] Huic lemmati prae- 16, 17. Haec duo scholia in fixus est asteriscus.)

332
χεῖρας ὀρεγνύς” (Il. 1, 351), εἰς θάλασσαν δηλονότι. τοῖς κατα- χθονίοις δὲ κόπτοντες τὴν γῆν, ὡς ἐνθάδε φησίν.

πολλὰ δὲ γαῖαν] ὅτι οἱ τοὺς χθονίους θεοὺς ἐπικαλούμενοι ταῖς χερσὶ τὴν γῆν ἐπέκρονον.

569. κικλήσκουσʼ Ἀϊην] ὅτι ἐπικαλεῖται μὲν τὸν Ἅιθην καὶ τὴν Περσεφόνην, ὑπακούουσι δὲ αἱ Ἐρινύες ὡς ὑπηρέτιδες.

571. ἱεροφοῖτις Ἐρινύς] ὅτι αἱ Ἐρινύες ὥσπερ ὑπηρέτιδες ὑπα- κούουσι, καὶ οὐ μάχεται τὸ “κικλήσκουσʼ Ἀΐδην καὶ ἐπαινὴν Περ- σεφόνειανʼ ἠεροφοῖτις δὲ ἡ ἐν τῷ σκότῳ φοιτῶσα· αἱ ποιναὶ γὰρ ἀπροοράτως ἔρχονται.

Ἐρινύς παρὰ τὸ ἐν τῇ ἔρᾳ ναίειν καὶ οἰκεῖν, ο ἐστι τῇ γῇ· κατα- χθονία γὰρ ἡ δαίμων ἢ οἱονεὶ ἀρανύς τις οὖσα, ἡ τὰ αἴσια ἀνύουσα καὶ ἐκτελέουσα.

τὰ εἰς ις παρώνυμα θηλυκὰ, παρακείμενα τοῖς εἰς ἦς ἀρσενικοῖς βαρυνομένοις, προπερισπᾶται, εἰ φύσει μακρά παραλήγοιτο, πρω- θῆβις πολιῆτις ἀλεῖτις πλανῆτις πρεσβῦτις. οὕτως δὲ καὶ ἱερο- φοῖτις. ὅσα δὲ παρὰ τὸ πωλεῖν ἐστὶν, ἀνεβίβασε τὸν τόνον, ἀρτό- πωλις ἀλφιτόπωλις· ἀλλ’ οὖν καὶ ὅσα παρὰ τὸ κοῖτος, παράκοιτις ἄκοιτις. τὸ μέντοι δολόμητις οὐκ ἔστι θηλυκὸν, ἀλλὰ καὶ ἀρσενικόν· καὶ ἴσως τὸ μῆτις ἔγκειται, ὡς τὸ πολύμητις δολόμητις. καὶ ἔστισύνθετον.

573. *δοῦπος παρὰ τὸ δέος ἐμποιεῖν.

574. *τόν δὲ λίσσοντο] οὕτως Ἀρίσταρχος, ἐλίσσοντο, δι’ ἑνὸς λ.

575. ἱερῆας] ὅτι ἐντεῦθεν Σοφοκλῆς ἐν τῷ Μελεάγρῳ τὸν χορὸν ἀπὸ ἱερέων παρήγαγεν.

576. ἐξελθεῖν καὶ ἀμῦναι] βραχὺ διασταλτέον ἐπὶ τὸ ἀμῦναι, στικτέον δὲ κατὰ τὸ τέλος τοῦ στίχου. ἀπʼ ἄλλης δὲ ἀρχῆς ὁππόθι πιότατον, καὶ ὑποστικτέον ἐπὶ τὸ ἐραννῆς.

578. *ὅτι συντελικῶς ἑλέσθαι.

579. πεντηκοντόγυον] πεντήκοντα πλέθρων· γύη γὰρ μέτρον γῆς. οἱ δὲ πεντήκοντα ζευγῶν.

580. ἥμισυ δὲ ψιλὴν ἄροσιν] διὰ τοῦ σ, ψιλῆς γῆς. οὕτως αἱ Ἀριστάρχου. δῆλον δὲ ὅτι ἐλλείπει ἡ εἰς, ἵνʼ ᾖ εἰς ἄροσιν.

[*](7. ἱεροφοῖτις] Sic in lemmate pionius exposita in Etym. M. p. et in marg. inter. γρ. καὶ ἱεροφοῖτις, 374, 4, ubi v. Gaisf. ἡ διὰ τοῦ σκότους ἐρχομένη. 29. γύη] Sic A, non γύης 11—13. Commenta absurda co- 32. ἡ εἰς] ἡ ης)
333

581. ἐπʼ ἐμβεβαὼς] εἴτε ἓν μέρος λόγου ἐπεμβεβαώς, ὡς ἐμμε- μαώς, εἴτε τῇ ὁδοῦ γενικῇ συνάπτεται, οὐ δύναται ἀναστρέφεσθαι· συνήλειπται γάρ.

583. σείων] πράως κινῶν διὰ τὸ γῆρας, ἢ διὰ τὸ ἐπικίνδυνον, ὡς καὶ τοῖς πολεμίοις μέσον ἦν τὸ τεῖχοςʼ κολλητὰς δὲ σανίδας περιφραστικῶς τὰς θύρας, ἀπὸ τοῦ καλῶς συνηρμόσθαι.

584. κασίγνηται] κατὰ τὸ θηλυκὸν κασίγνηται αἱ Ἀριστάρχου. ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ ο· κατὰ γὰρ Ὅμηρον πλείους εἰσὶν ἀδελφοὶ τῷ Μελεάγρῳ· “οὐ γὰρ ἔτʼ Οἰνῆος μεγαλήτορος υἱέες ἦσαν, οὐδʼ ἄρʼ ἔτʼαὐτὸς ἔην, θάνε δὲ ξανθὸς Μελέαγρος ” (Il. 2, G41). καὶ συλληπτικῶς μετὰ τῶν ἀρσένων καὶ τὰς ἀδελφὰς ἀκουστέον Γόργην καὶ Δηϊάνειραν.

*κασίγνηται] οὕτως κασίγνηται θηλυκῶς. ἔχει δὲ λόγον καὶ ἡ διὰ τοῦ ο.

586. οἵ οἱ κεδνότατοι] ὅτι σωφρονέστατοι· ὁ δὲ Σιμωνίδης κ ε- θνοὺς τοὺς φίλους.

590. παράκοιτις] καὶ πῶς οὐκ ἄτοπον γυναικὶ μόνῃ πείθεσθαι; ἢ ὅτι ὁ καιρὸς ἦν ὁ πείθων, οὐχ ὁ ἔρως. ὅτι γὰρ οὐ γυναικοκρατεῖται δῆλον· οὐ γὰρ ἐρωτικοῖς αὐτὴ ἐχρήσατο ῥήμασιν, ἀλλὰ πεφθέντος τοῦ θυμοῦ τότε παρακαλεῖ.

593. ἀμαθύνει] ὅτι ἄμαθον ποιεῖ· οὕτως δὲ λέγει τὴν πεδιάσιμον κόνιν· ὁ δὲ Αἰσχύλος ἐπὶ τοῦ διαφθείρειν ψιλῶς τέταχε, περὶ τοῦ Ἀκταίωνος λέγων “κύνες διημάθυνον ἄνδρα δεσπότην.” (fr. 239.)

594. *ὅτι Ζηνόδοτος γράφει τέκνα δὲ δῃοῖ ἄγουσι.

598. εἴξας ᾧ θυμῷ] ὅτι οὐ τῷ θυμικῷ πάθει λέγει, ἀλλὰ τῇ ἐπιθυμίᾳ. ὑποχωρήσας, ἀντὶ τοῦ οὐκ ἀντιταξάμενος.