Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum, Scholia in Iliadem, Scholia Graeca in Homeri Iliadem, Dindorf, Oxford, 1875

520. ὅτι οὐ συμπεριλαμβάνει ἑαυτὸν ὁ Φοῖνιξ, ὡς ἂν μηδὲ χώραν ἔχων πρεσβευτοῦ.

522. μὴ ἀποδοκιμάσῃς, μηδὲ ἀποδείξῃς ἀσθενεῖς αὐτοὺς ἐν τοῖς λόγοις, καὶ μὴ ποιήσῃς ἐπονειδίστους αὐτοὺς ὡς μὴ πείσαντας.

523. *μηδὲ πόδας] μηδὲ τὴν ἐνθάδε ἄφιξιν.

[*](4. *ἐλεεινοὺς] ἐλεεινοὶ 10. ἰάσωνται] ἰάσονται 7. ἐλικῶπες] ἑλίκωπες 19. *ἐχρῆν] ἐχθρ)
328

πρὶν δʼ οὔτι νεμεσσητόν] ἐπὶ δὲ τῆς προτέρας ὀργῆς οὐ μέμψεως ἄξιος.

526. δωρητοί τε πέλονται παραρρητοί τε] ὡς παραμυθητοὶ καὶ νοητοὶ, κατʼ ὀξεῖαν τάσιν.

527. * ὅτι τὸ νέον νεωστί.

528. τὸ ὡς ἦν δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς συνάπτεσθαι. ἐὰν δὲ τοῖς ἄνω συνάπτηται, ἔσται, μέμνημαι ὡς ἦν· ἐὰν δὲ τοῖς ἐξῆς, ἔσται ὑπερβατὸν, ὡς δὲ ἦν, ἐν ὑμῖν ἐρῶ.

ὅτι ἠθικῶς καθʼ ὑπεξαίρεσιν λέγει ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισιν, οἷον οὐδεὶς ξένος πάρεστι, διὰ τὸ κατʼ Ἀχιλλέως παρα- δείγματι χρῆσθαι τῷ κατὰ τὸν Μελέαγρον.

529. Κουρῆτες οἱ ἐν Πλευρῶνι οἰκοῦντες, πόλει τῆς Αἰτωλίας. ὠνομάσθησαν δὲ οὕτως παρὰ τὸ μὴ κείρεσθαι τὰς κάρας.

Κουρῆτες] οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες, πρὸς διαστολὴν τοῦ κούρητες Ἀχαιῶν (Il. 19, 248). οὐκ ἐχοῆν δὲ, καθότι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίσις τοῦ κουρῆτες ἐν τῇ κλίσει τῶν ὀνομάτων.

τῆς μέσης συλλαβῆς περισπωμένης οἱ τὴν Πλευρῶνα κατοικοῦν- τες· “Κουρῆτές τʼ ἐμάχοντο·” τῆς δʼ αὐτῆς συλλαβῆς βαρυτονου- μένης οἱ νεανίαι· “ἄμα δʼ ἄλλοις ἦσαν κούρητες Ἀχαιῶν.”

Αἰτωλοὶ οἱ Καλυδώνιοι, ἐπεὶκαὶοί Κουρῆτες Αἰτωλοὶὑπῆρχον, έμφυυ- λίου ὄντος τοῦ πολέμου. ἡ οὖν Καλυδὼν πρώτη πόλις τῆς Αἰτωλίας.

531. ἡ διπλῆ, ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησε, καὶ ὅτι λείπει ἡ περί, περὶ Καλυδῶνος.

534. *θαλύσια] ἑορτὴ ἐν ᾗ τὰς ἀπαρχὰς τοῖς θεοῖς ἐπιθύουσι τῶν καρπῶν.

Οἰνεὺς Αἰτωλίας δυνάστης τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν τοῖς θεοῖς θύων Ἄρτεμιν μόνην παρέλιπεν. ἡ δὲ θεὸς ὀργισθεῖσα μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔπεμψεν, ὃς οὐ μόνον τὴν χώραν, ἀλλὰ καὶ τοὺς ἐνοικοῦντας διέφθειρεν. Καλυδώνιοι δὲ καὶ Πλευρώνιοι προῆλθον ἐπὶ τοῦτον. Μελέαγρος δὲ ὁ Οἰνέως πρῶτος ἐπιτυχὼν, γέρας τὰ τοῦ συὸς ἀκροθίνια λαβὼν, τὴν κεφαλὴν καὶ τὸ δέρος, [*](12—22. Quattuor horum scholi. 25. ἐν ᾗ Vill.] ἐπὶ orum ordo in A est 2. 1. 4. 3. 31. τοῦτον] ττ. 20. ἄλλοις ἧσαν] Corrupte pro 32. *τὰ] om. ἄλλοι δῶρα φέρον, quod legitur Il. δέρος (δερ A)] *δέρμα 19, 248.)

329
Ἀταλάντῃ διʼ ἔρωτα δωρεῖται. καὶ γὰρ αὐτὴ συνεξῆλθεν αὐτοῖς ἐπὶ κυνηγίᾳ. οἱ δὲ Θεστίου μὲν παῖδες, ἀδελφοὶ δὲ τῆς Μελεάγρου μητρὸς, Ἀλθαίας, ὀργίλως ἐπὶ τούτῳ διατεθέντες ἐπεβούλευον τῷ Μελεάγρῳ. ὁ δὲ προγνοὺς σὓς μὲν ἀπέκτεινεν, σὓς δὲ εἰς φυγὴν τραπῆναι παρεσκεύασεν· διόπερ οἱ Πλευρώνιοι τοῖς Καλυδωνίοις ἐπεστράτευσαν. Μελέαγρος δὲ κατʼ ἀρχὰς τῇ μητρὶ μηνιῶν οὐκ ἐβοήθει τῇ πατρίδι, πορθουμένης δὲ ἤδη τῆς πόλεως πεισθεὶς ὑπὸ Κλεοπάτρας τῆς γυναικὸς, προελθὼν σὓς μὲν ἀνεῖλεν, οὓς δὲ διώκων ἠνάγκασεν ἐκεῖθεν κατὰ κρημνῶν ἐνεχθῆναι. Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ τὴν ὑπὸ Μοιρῶν δεδομένην δᾷδα κατέφλεξεν· ἦν δὲ πεπρω- μένον ἐκείνης κατακαείσης καὶ τὸν Μελέαγρον ἀποθανεῖν. φθαρέντος δὲ τοῦ παιδὸς Ἀλθαία μετανοήσασα ἑαυτὴν ἀναιρεῖ.

ἀναλογεῖ ἡ μὲν τὸν κάπρον ἐπιπέμψασα Ἄρτεμις τῷ ἐπιπέμψαντι λοιμὸν Ἀπόλλωνι, οἱ δὲ Κουρῆτες τοῖς Τρωσὶν, ὁ δὲ Μελέαγρος τῷ Ἀχιλλεῖ τῷ νῦν μὲν δεήσεσι μὴ πειθομένῳ, διʼ ἀνάγκην δὲ ἴσως βοηθήσοντι διὰ τὰς ναῦς.

537. ἢ λάθετʼ] ἐλάθετο, ἑκὼν παρεπέμψατο· οὐκ ἐνόησεν, οὐκ ἔλαβεν εἰς νοῦν. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει ἐκλάθε τʼ εὐδ’ ἐνόησεν, ὥστε τὸ αὐτὸ διλογεῖσθαι. οὐκ ἐνόησε δὲ ὅτι διαφέρει. τὸ μὲν γὰρ ἐλάθετο, ἑκὼν παρέπεμψεν, τὸ δὲ οὐκ ἐνόησεν, οὐδὲ τὴν ἀρχὴν κατὰ νοῦν ἔσχεν.

ἄλλως. ἤτοι ἐννοήσας θῦσαι ἐπελάθετο, ἢ οὐδὲ ὅλως ἐπενόησεν.

539. ἐπὶ] οἱ μὲν ἀναστρέφουσιν, ἵνʼ ᾖ ἐπῶρσεν· οἱ δὲ ἐκδεξάμενοι χλούνην τὴν χλόην ἐνέκλιναν, ἵνα γένηται τὸ ἑξῆς ἐπὶ τὴν χλούνην.

χλούνην] οἱ μὲν τὸν ἐντομίαν· κνώμενοι γὰρ πρὸς τὰ φυτὰ τρίβον- ται καὶ ἀγριώτεροι γίνονται. οἱ δὲ τὸν ἐν χλόῃ διάγοντα· τὸν γὰρ οἰκοτραφῆ σίαλον φησιν· οἱ δὲ τὸν εἰς γῆν καταβάλλοιφα τὰ φυτά. ἄλλοι δὲ τὸν ἐπὶ χλούνῃ), χωρίῳ οὕτω καλουμένῳ, ἐνδιατρίβοντα.

540. ἔρδεσκεν] Ἀμμώνιος ἐν τῷ περὶ τῶν ὑπὸ Πλάτωνος μετενη- νεγμένων ἐξ Ὁμήρου διὰ τοῦ ζ προφέρεται, ἔρεζεν. ἔθων δὲ εἰθισμένος τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περὶ καρποὺς ἡμαρ- τηκότι.

[*](19. διλογεῖσθαι Lehrsius] δεῖ dentibus habeat διὰ τοῦ ζ, quod διὰ τοῦ ξ scribendum, si legatur λογίζεσθαι 22. * ἐπενόησεν] ἐπελάθετο ἔρεξεν 30. ἔρεζεν] ἔρεξεν, licet in praece-)
330

*ὅνι οἱ γλωσσογράφοι τὸ ἔθων ἀποδιδόασι βλάπτων. ἔστι δὲ ἐξ ἔθους ἐπιφοιτῶν.

ψιλῶς τὸ ἔθων, καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλοιφῆς “ἥ ἡ μάλιστʼ εἴωθε” (Il. 5, 766). καὶ ἄλλως τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται, εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ σ, σέθεν ἔθεν. τὴν γὰρ ὑπό τινων φερομένην ἔδων παραιτητέον.

541. *προθέλυμνα] ὅτι ἄλλα ἐπʼ ἄλλοις· ἔνιοι δὲ πρόρριζα.

542. ὅτι μῆλα πάντα τὰ ἀκρόδρυα ἔλεγον οἱ παλαιοὶ, οὐχ ὡς ἡμεῖς εἰδικῶς· καὶ ὅτι εἴωθεν ἡ σύν πρόθεσις ἐλλείπειν.

546. πυρῆς ἐπέβησ’] ἀντὶ τοῦ ἀποκτείνας καυθῆναι ἐποίησεν. ὅτι ἐκ τοῦ παρακολουθοῦντος σημαίνει ἀνεῖλεν. καὶ ὅτι διὰ πυρὸς ἔθαπτον.

548. ὡς καὶ τῆς κεφαλῆς τῷ δέρματι προσεχομένης. ταῦτα δὲ συνέκειτο δοθῆναι ἀριστεῖα τῷ πρῶτον βαλόντι τὸν σῦν. λαβὼν δὲ αὐτὰ ὁ Μελέαγρος ἐδωρήσατο Ἀταλάντῃ τῇ Ἰάσου, Ἀρκάδι τὸ γένος. λοχήσαντες δὲ αὐτὴν οἱ μήτρωες τοῦ Μελεάγρου ἀφείλαντο τὰ γέρα τῆς κόρης. ἐφʼ ᾧ ὀργισθεὶς ὁ Μελέαγρος διεχρήσατο αὐτούς. λυπηθεῖσα δὲ ἐπὶ τοῖς ἀδελφοῖς Ἀλθαία ἡ τοῦ Μελεάγρον μήτηρ κατέφλεξε τὸν ὑπὸ Μοιρῶν αὐτῇ δοθέντα δαλὸν, ὄντα συνεκ- τικὸν τῆς Μελεάγρου ζωῆς, ᾧ συνδιεφθάρη καὶ ὁ Μελέαγρος.

551. οὐδʼ ἐδύναντο] ἐν τῇ Ἀριστοφάνους οὐδʼ ἐθέλεσκον. καὶ ἔστιν Ὁμηρικόν· “οὐδʼ ἔθελε προρέειν” (Il. 21, 366).

554. οἰδάνει ἐν στήθεσσι] ὅτι ἀντὶ τοῦ οἰδάνειν ποιεῖ, ὅμοιον τῷ “πάντας μέν ῥʼ ἔλπει” (Od. 2, 91) ἀντὶ τοῦ ἐλπίζειν ποιεῖ.

οἰδαίνεσθαι ποιεῖ, ὡς τὸ μελάνει. καὶ ὅτι μὲν ἀνθρώπινον τὸ πάθος οἶδεν, ἀλλὰ περιγίνεσθαι παραινεῖ, καὶ ἡμᾶς μὲν αὐτῆς ἐκτρέπει, Ἀχιλλεῖ δὲ συγγινώσκει.

556. καλῇ Κλεοπάτρῃ] Κλεοπάτρα Ἴδα καὶ Μαρπήσσης τῆς Εὐηνοῦ θυγάτηρ, γυνὴ δὲ Μελεάγρου.

562. * ὅτι οὐ τὴν Μάρπησσαν, ἀλλὰ τὴν Κλεοπάτραν.

Κῆϋξ ὁ Φωσφόρου τοῦ ἀστέρος, γήμας Ἀλκυόνην τὴν Αἰόλου, μέγα φρονήσας ἐφʼ ἑαυτῷ θεὸς ἐβούλετο νομίζεσθαι διόπερ ἥ τε γαμετὴ διὰ παντὸς ἐκάλει Δία αὐτὸν, κἀκεῖνος Ἤραν τὴν γυναῖκα. [*](6. ἔδων Lehrsius] ἔδον. Conf. 14. ἀριστεῖα] ἀρίστια Eustatb. p. 774, 35. 25. *ὡς τὸ] τὸ om. 9. εἰδικῶς] ἰδικῶς)

331
Ζεὺς δὲ ἀγανακτήσας μετέβαλεν αὐτοὺς εἰς ὄρνεα χωρὶς ἀλλήλων βιοῦντα· ἐκλήθη δὲ ἡ μὲν ἁλκυόνη, ὁ δὲ κῆϋξ. παρὰ δὲ τοῖς αἰγι- αλοῖς τῆς ἁλκυόνης τικτούσης, συνέβη ἐπελθόντα τὰ κύματα τὰ ἔγγονα αὐτῆς κατασύρειν. Ζεὺς δὲ θεασάμενος αὐτὴν κλαίουσαν, κατελεήσας ἐπέταξε τοῖς ἀνέμοις, καθʼ ὃν καιρὸν ἡ ἀλκυόνη τίκτει, μὴ πνεῖν μέχρι ιδ΄ ἡμερῶν τοῦ χειμῶνος αὐξανομένου. οἱ οὖν γονεῖς ἀπὸ τῶν αὐτῇ συμβεβηκότων τὴν Κλεοπάτραν οὕτως ἐκάλουν, ὡς Μεγαπένθην καὶ Εὐρυσάκη καὶ Ὀδυσσέα καὶ Νεοπτόλεμον. “οὕπω” γὰρ “εἰδόθʼ ὁμοιίου πτολέμοιο” (440). ἔκλαιεν οὖν ἡ Μάρπησσα καλοῦσα τὸν ἄνδρα Ἴδαν, ὅτε αὐτὴν ἀνήρπασεν ὁ Ἀπόλλων, ἢ ἡ μήτηρ Ἀλθαία.

ἐπώνυμον] ἀντὶ τοῦ φερώνυμον καὶ ἀπὸ συμβεβηκότος οἰκείως κείμενον. τὴν Κλεοπάτραν οὖν, φησὶ, παρωνύμως καὶ Ἁκυόνην ἐκάλουν διὰ τὸ τὴν μητέρα Μάρπησσαν δίκην ἁλκυόνος κλαῦσαι.· ὅτε ἀφῃρεῖτο αὐτὴν ὁ Ἀπόλλων.