Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

601. *χαλεπὸν] γρ. κάκιον.

602. * Ἀρίσταρχος ἐπὶ δώρων, ὅ ἐστι μετὰ δώρων.

605. ὅτι τινὲς προφέρονται τιμῆς ὡς φωνῆς, ἵνʼ ᾖ τιμήεις. Ὁμηρικὸν δὲ τὸ τιμῆς ἔσεαι ἀντὶ τοῦ τιμῆς μεθέξεις. καὶ ὁ Ἀχιλ- λεὺς ἀποκρινόμενός φησιν “οὔ τί μέ ταύτης χρεὼ τιμῆς” (607), ἀντὶ τοῦ οὐ χρείαν ἔχω τήν τε τῶν Ἑλλήνων καὶ Ἀγαμέμνονος τιμήν. καὶ ἔστι σολοικισμὸς παρὰ τὰς πτώσεις.

[*](3. συνήλειπται Bekkerus] συνεί- 19. *αὐτὴ] om. *ἀλλὰ] καὶ ληπται 18. *ἔρως] ὄνειρος 20. *τότε] om.)
334

τιμηθήσῃ ἢ τίμιος ἔσῃ. τινὲς τὸ. τιμῆς διὰ τοῦ ι γράφουσιν· ἀπὸ γὰρ τοῦ τιμήεις. οὕτως καὶ τὴν αἰτιατικὴν εἶπε “ καὶ χρνσὸν τιμῆντα” (Il. 18, 475). καίτοι λόγος ἐστὶν ὡς πᾶσα εὐθεῖα ἀρσε- νικοῦ ὀνόματος ἐν τῇ τελευταίᾳ δύο ἔχουσα φωνήεντα ταῦτα ἐκφωνεῖ, χωρὶς τοῦ Θρᾷξ. οὐκ ἐπείσθη δὲ ἡ παράδοσις· Ἀρίσταρχος γὰρ ἄνευ τοῦ ι. οὐχ ὑγιῶς δὲ γενικὴν ἐκδέχεται, λειπούσης φράσεως· τιμῆς γὰρ, φησὶν, ἄξιος ἔσῃ. ὁ δὲ Χαῖρις βοηθῶν αὐτῷ φησὶν ὅτι ἐπιφέρει “οὔτι με ταύτης χρεὼ τιμῆς.”

ἀλαλκών] ὀξυτονητέον· δευτέρου γὰρ ἀορίστου ἐστίν. ὡς ἀγαγών καὶ ἀγαγεῖν, οὕτως καὶ ἀλαλκών καὶ ἀλαλκεῖν.

607. * ὅτι τὸ ἄττα προσφώνησίς ἐστι πρὸς τροφέα ἀμετά- φραστος.

612. ὅτι Ζηνόδοτος γράφει ὀδυρόμενος, κινυρίζων, οἷον θρη- νῶν. ἔστι δὲ οὐχ Ὁμηρικὸν, καὶ παρὰ τὸ πρόσωπον. Ἀρίσταρχος δὲ, μή μοι σύγχει θυμὸν ἐνὶ στήθεσσιν ἀχεύων.

* Ἀρίσταρχος ἐνὶ στήθεσσιν ἀχεύων.

614. ἵνα μή μοι] ὁ Ἀσκαλωνίτης ἀναγινώσκει ἵνα μὴ μοὶ, τὰς δύο βαρυτόνως, οἷον ἵνα μὴ ἐμοί κατʼ ὀρθὴν τάσιν· συγκριτικὴ γάρ· ἐστι, φησὶν, ὡς πρὸς τὸν Ἀγαμέμνονα. καὶ ὑγιῶς φησίν. ἡ μέντοι παράδοσις ἐγκλιτικῶς ἀνέγνω, ἐπὶ τὴν μή τὴν ὀξεῖαν τιθεῖσα, ὁμοίως τῷ “μή μοι οἶνον ἄειρε” (Il. 6, 264), τῷ μὴ εἶναι ἐν τῇ ἀντωνυμίᾳ τὸ ε, ἀλλʼ ἀποβεβλῆσθαι. καὶ ὁμοία ἐστὶν ἡ πλάνη τῷ “ἤ μʼ ἀνάειρε ἢ ἐγὼ σέ” (Il. 23, 724) καὶ τῷ “τάχα δή με διαρραίσουσι καὶ αὐτόν” (Od. 1, 251), εἴ γε ἐχρῆν καὶ ταῦτα ὀρθοτονεῖσθαι. ἀλλὰ τῷ μὴ ὁρᾶσθαι κατʼ ἀρχὴν τὸ ε οὕτως ἀνέγνωσαν· τοῦτο γὰρ ἐπακολουθεῖ ταῖς πρωτοτύποις. ἐχρῆν δὲ αὐτοὺς ἐπιγνῶναι ὅτι κρᾶσις δύναται ἐπακολουθεῖν, καὶ οὕτως ῥῶσαι τὴν ὑγιῆ ἀνάγ- νφβιν.

616. ὅτι τὸ μείρεο ἀντὶ τοῦ μερίζου, πρὸς Ζηνόδοτον μεταγρά- φοντα “ὁππότε μειρόμενος μέγα δʼ ἔστενεν” ἀντὶ τοῦ μέγʼ ἐγήθεεν [*](1. διὰ τοῦ ι] In textu in lemmate 5. Θρᾷξ] θρᾴξ utriusque acholii non τιμῆς, sed 15. ἀχεύων] om. τιμῆς, quod probasse Herodianum 22. τῷ] τὸ, et sic ter deinceps, ut patet ex scholio ad 12, 202. Io- alibi non raro τὸ pro τῷ scriptum anne Alex. p. 8, 30. Arcadio p. in A. 26, 17. Monuit Lehrsius Herod. 27. ὑγιῆ] ὑγιεῖ 30. ὁππότε] Immo ὅς ποτε)

335
(Il. 7, 127), ἵνʼ ᾖ στερισκόμενος τῆς στρατείας. οὐ τίθησι δὲ τὸ μείρεσθαι ἀντὶ τοῦ στερίσκεσθαι, ἀλλʼ ἀντὶ τοῦ μερίζεσθαι.

617. σὺ δʼ] διὰ τί τὸν Φοίνικα οὐκ ἀπολύει ὁ Ἀχιλλεύς; ὅτι γνοὺς παρακεκλῆσθαι αὐτὸν ὑπὸ Ἀγαμέμνονος τῇ πρεσβείᾳ, ἐφο- βήθη μὴ μετὰ μείζονος δεήσεως πάλιν ἐκπεμφθῇ, καὶ δὶς ἀτιμάζειν ἀνάγκην ἕξει. οἱ δὲ ὡς ὁμολογούμενον αὐτὸ λαμβάνουσιν, ὅτι ὡς τροφέα αὐτὸν κατέχει.

619. * ὅτι οὐδέν ἐστι μαχόμενον, ἀλλʼ αἰδεσθεὶς παραπέπεισται.

621. * ὅτι τὸ ὄφρα νῦν ἀντὶ τοῦ ἵνα κεῖται.

622. ὅτι νόστοιο μεδοίατο λέγει νόστου ἐπιμελοῖντο, πάλιν τῆς ἀφόδου μνείαν λάβοιεν οἱ περὶ τὸν Ὀδυσσέα.

632. καὶ μέν τίς τε κασιγνήτοιο] ὅτι παρεῖται πρόθεσις καὶ πτῶσις ἐνήλλακται, ἀντὶ τοῦ καὶ μέν τίς τε παρὰ κασιγνήτου φονέως. καὶ πρὸς τὸ ἡρωϊκὸν ἔθος.

* Ἀρίσταρχος διὰ τοῦ γέ, καὶ μέν τίς γε. κασιγνήτοιο δὲ καιγνητικοῦ.

633. *τεθνειῶτος] διὰ τοῦ η αἱ Ἀριστάρχου.

638. ἑπτά] ὅτι Ζηνόδοτος ἐλέγχεται γράφων “ἓξ, ἀτὰρ ἑβδο- μάτην Βρισηΐδα.” χωρὶς γάρ εἰσιν αἱ ἑπτά.

639. *οὕτως ἐπὶ τῇσι ἐν ἀπάσαις, ἐπὶ ταῖς Λεσβίσι.

641. πληθύος ἐκ Δαναῶν] ὅτι Ζηνόδοτος γράφει ἀθρόοι ἐκ Δαναῶν. πῶς δὲ ἀθρόοι ἐληλυθέναι δύνανται δύο ὄντες;

645. * ἐείσω] ἔν τισι τῶν ὑπομνημάτων διῃρημένως ἐείσαο.

647. ἀσύφηλον] ἀντὶ τοῦ ἐπιρρήματος, μετὰ παραλογισμοῦ ἔβλαψεν. ἔστι δὲ ἀσύφηλος καὶ ὁ ἀπαίδευτος. ἐγένετο δὲ ἀπὸ τοῦ σοφός σοφηλός. σύνθες μετὰ τῆς α στερήσεως, ἀσόφηλος· μετά- βαλε τὸ ο εἰς τὸ υ, καὶ γίνεται ἀσύφηλος, ὡς ἄγυρις καὶ ἄγορις.

654. σμύξαι] τὸ καπνὸν διὰ τοῦ πυρὸς ἀνίεσθαι, ὃ καὶ τύφεσθαι καλεῖται. σμύζω δὲ τὸ θέμα, ἢ σμύσσω, ἢ σμύγω.

*οὕτως σμύξαι Ἀρίσταρχος. οἶδε δὲ καὶ τὴν φλέξαι γραφήν.

*ὅτι γρ. καὶ κατά τε φλέξαι.

655. *τὸ μάχης ἑκατέροις δύναται προσδίδοσθαι.

[*](9. ὅτι addidit Bekk. κασιγνήτου φόνου Cobetus. In textu 12. καὶ πτῶσις ένήλλακται seclusit est φονῆος superscripto φόνοιο. Fiedl. 15. τίς γε] Pro τίς τε. 13. παρὰ κασιγνήτου φονέως] περὶ 30. δὲ addidit Cobetus.)
336