Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

503. παραβλῶπες] διάστροφοι τοὺς ὀφθαλμοὺς, ἐπειδὴ οἱ ἱκετεύ- οντες ὑπὲρ τοῦ ἐλεεινοὺς φαίνεσθαι προσίασιν οἰκτρὰ τὰ σχήματα αὑτῶν καὶ τὰς θέας ἔχοντες. προπερισπαστέον δὲ ὁμοίως τῷ τυφλῶπες· ἀπὸ γὰρ ὀξυνομένης εὐθείας ἐγένετο τῆς παραβλώψ. τὰ δὲ τοιαῦτα καὶ βαρυνόμενα εὑρέθη καὶ ὀξυνόμενα, ὥσπερ τὸ ἑλικῶπες καὶ Κύ- κλωπες, περὶ ὧν ἐντελέστερον λέγεται ἐν τοῖς περὶ σχημάτων.

504. *ἀλέγουσι] τῶν ἀνθρώπων δηλονότι. ἀλέγουσι φροντίζουσιν, ἵνα ἰάσωνται τὰ ὑπὸ τῆς ἄτης γινόμενα.

505. *ἀρτίπος] ὁ τοὺς πόδας ὁλόκληρος. πρὸ τέλους ἡ ὀξεῖα, ὁμοίως τῷ ἀελλόπος καὶ τρίπος.

*ὅτι οὕνεκα ἀντὶ τοῦ τοὔνεκα.

506. * ὅτι Ζηνόδοτος γράφει φθονέει.

509. ὅτι περισσὸς ὁ δέ σύνδεσμος· διὸ οὐ δεῖ συνεγκλίνειν τῷ ἄρθρῳ τὸν σύνδεσμον.

*εὐξαμένοιο] Ἀρίσταρχος εὐχομένοιο.

512. *ἀποτίσῃ] γράφεται ἀποτίνῃ.

516. ἐπιζαφελῶς] ὡς χαλεπῶς. παρέλκει δὲ πάλιν ἡ ἐπί. ἐχρῆν δὲ, εἰ παρὰ τὸ ζάφελος γέγονε, καὶ ζαφέλως ἡμᾶς ἀνεγνωκέναι βαρντόνως, ἢ καὶ ἐκεῖνο κατʼ ὀξὺν προφέρεσθαι τόνον. ἀλλὰ μήποτε τὸ μὲν ζάφελος προπαροξύνεται λόγῳ τούτῳ, ὡς τὰ εἰς ος λήγοντα συγκείμενα παρὰ τὸ ζα προπαροξύνεται, ζάθεος ζάκοτος· οὕτως ζάφελος. τὸ δὲ ζαφελῶς περισπᾶται, ἐπεὶ τὰ διὰ τοῦ λῶς ἐπιρρή- ματα, παραληγόμενα τῷ ε, ὡς ἐπὶ τὸ πλεῖστον φιλεὶ περισπᾶσθαι, ἐντελῶς ἐπιμελῶς, οἷς καὶ τὸ ζαφελῶς συνεξέδραμε. πρόσκειται ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ εὐτραπέλως ἰκέλως.

*ἐπιζαφελῶς] περισπωμένως· τὸ δὲ ζάφελος ὄνομα βαρύνεται.

520. ὅτι οὐ συμπεριλαμβάνει ἑαυτὸν ὁ Φοῖνιξ, ὡς ἂν μηδὲ χώραν ἔχων πρεσβευτοῦ.

522. μὴ ἀποδοκιμάσῃς, μηδὲ ἀποδείξῃς ἀσθενεῖς αὐτοὺς ἐν τοῖς λόγοις, καὶ μὴ ποιήσῃς ἐπονειδίστους αὐτοὺς ὡς μὴ πείσαντας.

523. *μηδὲ πόδας] μηδὲ τὴν ἐνθάδε ἄφιξιν.

[*](4. *ἐλεεινοὺς] ἐλεεινοὶ 10. ἰάσωνται] ἰάσονται 7. ἐλικῶπες] ἑλίκωπες 19. *ἐχρῆν] ἐχθρ)
328

πρὶν δʼ οὔτι νεμεσσητόν] ἐπὶ δὲ τῆς προτέρας ὀργῆς οὐ μέμψεως ἄξιος.

526. δωρητοί τε πέλονται παραρρητοί τε] ὡς παραμυθητοὶ καὶ νοητοὶ, κατʼ ὀξεῖαν τάσιν.

527. * ὅτι τὸ νέον νεωστί.

528. τὸ ὡς ἦν δύναται καὶ τοῖς ἄνω καὶ τοῖς ἑξῆς συνάπτεσθαι. ἐὰν δὲ τοῖς ἄνω συνάπτηται, ἔσται, μέμνημαι ὡς ἦν· ἐὰν δὲ τοῖς ἐξῆς, ἔσται ὑπερβατὸν, ὡς δὲ ἦν, ἐν ὑμῖν ἐρῶ.

ὅτι ἠθικῶς καθʼ ὑπεξαίρεσιν λέγει ἐν δʼ ὑμῖν ἐρέω πάντεσσι φίλοισιν, οἷον οὐδεὶς ξένος πάρεστι, διὰ τὸ κατʼ Ἀχιλλέως παρα- δείγματι χρῆσθαι τῷ κατὰ τὸν Μελέαγρον.

529. Κουρῆτες οἱ ἐν Πλευρῶνι οἰκοῦντες, πόλει τῆς Αἰτωλίας. ὠνομάσθησαν δὲ οὕτως παρὰ τὸ μὴ κείρεσθαι τὰς κάρας.

Κουρῆτες] οὕτως ἀνεγνώσθη ὡς ἀβλῆτες, πρὸς διαστολὴν τοῦ κούρητες Ἀχαιῶν (Il. 19, 248). οὐκ ἐχοῆν δὲ, καθότι οὐ φιλεῖ τὰ εἰς ης λήγοντα ἐθνικὰ ὑπὲρ μίαν συλλαβὴν ὀξύνεσθαι. ἐλέγχεται δὲ καὶ ἡ κλίσις τοῦ κουρῆτες ἐν τῇ κλίσει τῶν ὀνομάτων.

τῆς μέσης συλλαβῆς περισπωμένης οἱ τὴν Πλευρῶνα κατοικοῦν- τες· “Κουρῆτές τʼ ἐμάχοντο·” τῆς δʼ αὐτῆς συλλαβῆς βαρυτονου- μένης οἱ νεανίαι· “ἄμα δʼ ἄλλοις ἦσαν κούρητες Ἀχαιῶν.”

Αἰτωλοὶ οἱ Καλυδώνιοι, ἐπεὶκαὶοί Κουρῆτες Αἰτωλοὶὑπῆρχον, έμφυυ- λίου ὄντος τοῦ πολέμου. ἡ οὖν Καλυδὼν πρώτη πόλις τῆς Αἰτωλίας.

531. ἡ διπλῆ, ὅτι πρὸς τὸ δεύτερον πρότερον ἀπήντησε, καὶ ὅτι λείπει ἡ περί, περὶ Καλυδῶνος.

534. *θαλύσια] ἑορτὴ ἐν ᾗ τὰς ἀπαρχὰς τοῖς θεοῖς ἐπιθύουσι τῶν καρπῶν.

Οἰνεὺς Αἰτωλίας δυνάστης τὰς ἀπαρχὰς τῶν ἐτησίων καρπῶν τοῖς θεοῖς θύων Ἄρτεμιν μόνην παρέλιπεν. ἡ δὲ θεὸς ὀργισθεῖσα μέγα τοῖς Αἰτωλοῖς συὸς χρῆμα ἔπεμψεν, ὃς οὐ μόνον τὴν χώραν, ἀλλὰ καὶ τοὺς ἐνοικοῦντας διέφθειρεν. Καλυδώνιοι δὲ καὶ Πλευρώνιοι προῆλθον ἐπὶ τοῦτον. Μελέαγρος δὲ ὁ Οἰνέως πρῶτος ἐπιτυχὼν, γέρας τὰ τοῦ συὸς ἀκροθίνια λαβὼν, τὴν κεφαλὴν καὶ τὸ δέρος, [*](12—22. Quattuor horum scholi. 25. ἐν ᾗ Vill.] ἐπὶ orum ordo in A est 2. 1. 4. 3. 31. τοῦτον] ττ. 20. ἄλλοις ἧσαν] Corrupte pro 32. *τὰ] om. ἄλλοι δῶρα φέρον, quod legitur Il. δέρος (δερ A)] *δέρμα 19, 248.)

329
Ἀταλάντῃ διʼ ἔρωτα δωρεῖται. καὶ γὰρ αὐτὴ συνεξῆλθεν αὐτοῖς ἐπὶ κυνηγίᾳ. οἱ δὲ Θεστίου μὲν παῖδες, ἀδελφοὶ δὲ τῆς Μελεάγρου μητρὸς, Ἀλθαίας, ὀργίλως ἐπὶ τούτῳ διατεθέντες ἐπεβούλευον τῷ Μελεάγρῳ. ὁ δὲ προγνοὺς σὓς μὲν ἀπέκτεινεν, σὓς δὲ εἰς φυγὴν τραπῆναι παρεσκεύασεν· διόπερ οἱ Πλευρώνιοι τοῖς Καλυδωνίοις ἐπεστράτευσαν. Μελέαγρος δὲ κατʼ ἀρχὰς τῇ μητρὶ μηνιῶν οὐκ ἐβοήθει τῇ πατρίδι, πορθουμένης δὲ ἤδη τῆς πόλεως πεισθεὶς ὑπὸ Κλεοπάτρας τῆς γυναικὸς, προελθὼν σὓς μὲν ἀνεῖλεν, οὓς δὲ διώκων ἠνάγκασεν ἐκεῖθεν κατὰ κρημνῶν ἐνεχθῆναι. Ἀλθαία δὲ μηνιῶσα τῷ παιδὶ τὴν ὑπὸ Μοιρῶν δεδομένην δᾷδα κατέφλεξεν· ἦν δὲ πεπρω- μένον ἐκείνης κατακαείσης καὶ τὸν Μελέαγρον ἀποθανεῖν. φθαρέντος δὲ τοῦ παιδὸς Ἀλθαία μετανοήσασα ἑαυτὴν ἀναιρεῖ.

ἀναλογεῖ ἡ μὲν τὸν κάπρον ἐπιπέμψασα Ἄρτεμις τῷ ἐπιπέμψαντι λοιμὸν Ἀπόλλωνι, οἱ δὲ Κουρῆτες τοῖς Τρωσὶν, ὁ δὲ Μελέαγρος τῷ Ἀχιλλεῖ τῷ νῦν μὲν δεήσεσι μὴ πειθομένῳ, διʼ ἀνάγκην δὲ ἴσως βοηθήσοντι διὰ τὰς ναῦς.

537. ἢ λάθετʼ] ἐλάθετο, ἑκὼν παρεπέμψατο· οὐκ ἐνόησεν, οὐκ ἔλαβεν εἰς νοῦν. ἡ διπλῆ δὲ, ὅτι Ζηνόδοτος γράφει ἐκλάθε τʼ εὐδ’ ἐνόησεν, ὥστε τὸ αὐτὸ διλογεῖσθαι. οὐκ ἐνόησε δὲ ὅτι διαφέρει. τὸ μὲν γὰρ ἐλάθετο, ἑκὼν παρέπεμψεν, τὸ δὲ οὐκ ἐνόησεν, οὐδὲ τὴν ἀρχὴν κατὰ νοῦν ἔσχεν.

ἄλλως. ἤτοι ἐννοήσας θῦσαι ἐπελάθετο, ἢ οὐδὲ ὅλως ἐπενόησεν.

539. ἐπὶ] οἱ μὲν ἀναστρέφουσιν, ἵνʼ ᾖ ἐπῶρσεν· οἱ δὲ ἐκδεξάμενοι χλούνην τὴν χλόην ἐνέκλιναν, ἵνα γένηται τὸ ἑξῆς ἐπὶ τὴν χλούνην.

χλούνην] οἱ μὲν τὸν ἐντομίαν· κνώμενοι γὰρ πρὸς τὰ φυτὰ τρίβον- ται καὶ ἀγριώτεροι γίνονται. οἱ δὲ τὸν ἐν χλόῃ διάγοντα· τὸν γὰρ οἰκοτραφῆ σίαλον φησιν· οἱ δὲ τὸν εἰς γῆν καταβάλλοιφα τὰ φυτά. ἄλλοι δὲ τὸν ἐπὶ χλούνῃ), χωρίῳ οὕτω καλουμένῳ, ἐνδιατρίβοντα.

540. ἔρδεσκεν] Ἀμμώνιος ἐν τῷ περὶ τῶν ὑπὸ Πλάτωνος μετενη- νεγμένων ἐξ Ὁμήρου διὰ τοῦ ζ προφέρεται, ἔρεζεν. ἔθων δὲ εἰθισμένος τοῖς τόποις διατρίβειν. οἰκεία δὲ τιμωρία τῷ περὶ καρποὺς ἡμαρ- τηκότι.

[*](19. διλογεῖσθαι Lehrsius] δεῖ dentibus habeat διὰ τοῦ ζ, quod διὰ τοῦ ξ scribendum, si legatur λογίζεσθαι 22. * ἐπενόησεν] ἐπελάθετο ἔρεξεν 30. ἔρεζεν] ἔρεξεν, licet in praece-)
330

*ὅνι οἱ γλωσσογράφοι τὸ ἔθων ἀποδιδόασι βλάπτων. ἔστι δὲ ἐξ ἔθους ἐπιφοιτῶν.

ψιλῶς τὸ ἔθων, καθότι ἐδιδασκόμεθα καὶ ἐκ τῆς συναλοιφῆς “ἥ ἡ μάλιστʼ εἴωθε” (Il. 5, 766). καὶ ἄλλως τὸ ε πρὸ τοῦ θ οὐ δασύνεται, εἰ μὴ εἴη ἀντωνυμικὸν ἐξ ἀποβολῆς τοῦ σ, σέθεν ἔθεν. τὴν γὰρ ὑπό τινων φερομένην ἔδων παραιτητέον.

541. *προθέλυμνα] ὅτι ἄλλα ἐπʼ ἄλλοις· ἔνιοι δὲ πρόρριζα.