Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

464. Διονύσιος ὁ Θρᾷξ ἐν τῷ πρὸς Κράτητα διὰ τῆς ἱπποδρομίας (Il. 23, 643) φησὶ γεγραμμένου ἀντιόωντες μεταθεῖναι τὸν Ἀρί- σταρχον ἀμφὶς ἐόντες. ὅτι ἠγαπημένος ἦν διὰ τὴν σπουδὴν, ὁ δὲ πατὴρ ἦν ὀργιζόμενος διὰ τὸν ἔρωτα. ἀνεψιὸς δὲ Φοίνικος Εὐρύ- πυλος.

*ἐν ἄλλῳ ἐγγὺς ἐόντες.

468. *τανύοντο] ἐκτείνονται γὰρ τῷ πυρί.

470. εἰνάνυχες ὡς μονώνυχες, ἀπʼ εὐθείας τῆς εἰνάνυξ. εἰ δέ τινα τὸ ἐπιφερόμενον ταράσσει παρὰ νύκτας ἴαυον, ἴστω τι σύν- ηθες οὕτως πολλὰ λέγειν τῷ ποιητῇ, ποδάνιπτρα ποδῶν (Od.19, 343), οἶνον ἐνοινοχοεύοντες (Od. 3, 472).

472. ὑπʼ αἰθούσῃ] διὰ τῆς ἐν προθέσεως, ἐν αἰθούσῃ, αἱ Ἀρι- στάρχου· συνάδει καὶ τὸ ἑξῆς “ἄλλο δʼ ἐνί προδόμῳ.” αἴθουσαι δὲ αἱ ὑπὸ ἡλίου καταυγαζόμεναι στοαὶ, παρὰ τὸ αἴθεσθαι, ὅ ἐστι καί- εσθαι. διέχεεν δὲ τὴν τάξιν. θάλαμος μὲν γὰρ ὁ ἔσω οἶκος τῆς αὐ- λῆς, τὸ δὲ πρὸ αὐτοῦ πρόδομος· αἴθουσα δὲ περίστυλον, τουτέστι πρὸς ἥλιον τετραμμένη στοά.

*ἕτερον] ἄλλο παρὰ τὸ τοῦ θαλάμου.

473. ὅτι πάλιν δοκεῖ τὸ ἄλλο πρὸς τὸ ἕτερον συγκεχύσθαι. πιθανεύονται δὲ οἱ λέγοντες τρία φῶτα εἶναι, ἓν μὲν ὑπὸ ταῖς αἰθού- σαις, ἕτερον δὲ ἐν τῷ οἴκῳ, ἄλλο δὲ ἐν τῷ προδόμῳ τοῦ οἴκου. ἀπί- θανον γάρ φασιν εἶναι ἐν μὲν τῷ προδόμῳ πῦρ εἶναι, ἐν δὲ τῷ οἴκῳ ἐλλείπειν.

475. *θύρας] ὅτι πληθυντικῶς θύρας ἀντὶ τοῦ θύραν.

478. Ἑλλάδος] Ἑλλὰς πόλις ὁμώνυμος τῇ χώρᾳ· “Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες” (Il. 2, 684).

*πρὸς τὴν Ἑλλάδα, ὅτι Φθιωτικὴ πόλις.

480. *ἐς Πηλῆα ἄνακτα] γρ. ἐς Πηλῆα ἄναχθ’.

[*](16. In marg. inter. ἐν ἄλλῳ ἐν finiti (:—) αἰθούσῃ, et sic in scholio quoque *ἔσω οἶκος] ἔποικος αἰθούσσῃ et αἴθουσαι et αἴθουσα, 22. ἄλλο] ἄλλο πῦρ Vill. et in scholio v. 473. 24. οἱ addidit Friedl. 19. Post τάξιν signum scholii 26. εἰναι post φασιν addidit Vill.)
326

481. ὅτι τὸ ἐφίλησε κατὰ τὴν ἡμετέραν χρῆσιν· καὶ ὅτι πρεσ- βύτερος Πηλεὺς Φοίνικος.

482. δυσωπητικὰ Ἀχιλλέως ταῦτα, ὅτι μὴ πεισθεὶς ἀτιμάσει τοῦτον ὃν ὁ πατὴρ ἐτίμησεν. ἅμα δὲ καὶ ὅτι ἐν ταῖς φυγαῖς οὐδὲν οὕτως συμβάλλεται ὡς φρόνησις καὶ παιδεία, διʼ ἃς ὁ Φοῖνιξ ὑπὸ Πηλέως ἐτιμήθη.

484. Δολόπεσσιν ἀνάσσων] Δολόπων. μέρος τῆς Φθιώτιδος χώρας· διὸ καὶ παραλέλοιπεν αὐτοὺς ἐν τῷ καταλόγῳ.

485. καί σε] οὐκ ἀναγκαῖον ἐνθάδε ὀρθοτονεῖν· οὐδὲ γὰρ ἀντι- διαστολὴ πρὸς ἕτερον πρόσωπον. ἀπολελυμένως οὖν ἀναγνωστέον.

488. γούνεσσι] οὕτως διὰ τοῦ ε, γούνεσσι· ἔχει μέντοι λόγον καὶ ἡ διὰ τοῦ ἄλφα.

489. ὅτι πᾶν τὸ προσεσθιόμενον ὄψον ἔλεγον οἱ παλαιοὶ, καὶ ὅτι οὐχ ὑπὸ Χείρωνος ἐτράφη ὁ Ἀχιλλεὺς, ἀλλὰ τὴν ἰατρικὴν μόνον ἐπαιδεύθη.

492. * Ἀρίσταρχος πολλὰ πάθον καὶ πολλὰ μόγησα.

494. ἀλλὰ σὲ παῖδα] ἐνθάδε ὀρθοτονητέον· ἔμφασις γὰρ δεί- ξεως.

496. ἀλλ’, Ἀχιλεῦ, δάμασον] ἐμφαντικῶς τὸ ἀδάμαστον ἐνέφηνε τοῦ θυμοῦ· καὶ ὁ Ἀγαμέμνων φησὶ δμηθήτω (158).

497. στρεπτοὶ] εὐμετάστρεπτοι, εὐμετάβλητοι, εὔπειστοι. ἐναν-] τίον δέ ἐστι τὸ στρεπτοὶ δὲ καὶ θεοὶ αὐτοί τῷ “οὐ γὰρ αἶψα θεῶν τρέπεται νόος” (Od. 3, 147). λύοιτο δʼ ἂν προσώπῳ, ὅτι τὸ μὲν αἶψα θεῶν οὐ τρέπεται νόος ὁ ποιητής φησιν, ἐκεῖνο δὲ ὁ Φοῖνιξ λέγει ἐν καιρῷ ὀργιζομένου Ἀχιλλέως εἰκότως, καὶ τοὺς θεοὺς πείθεσθαι.

*στρεπτοὶ] εὐμετάστρεπτοι καὶ ἵλαοι τοῖς μετανοοῦσι.

500. *ἐν ἄλλῳ λοιβῆς τε κνίσης τε.

502. ἀνειδωλοποιεῖ τὰς λιτὰς ὡς δαίμονάς τινας. χωλὰς μὲν οὖν αὐτὰς κέκληκεν διὰ τὸ βραδέως καἰ μόλις προσιέναι καὶ γονυκλινεῖς λιτανεύειν τούτους οὓς ἂν προηδικηκότες ὦσιν.

ῥυσάς τε καὶ διαστρόφους τὰς ὄψεις, ἐπεὶ βραδέως καὶ οὐ γεγη- θότι τῷ προσώπῳ οὐδὲ ὀρθῷ τῷ βλέμματι προσορᾶν δύνανται τοὺς [*](4. *ἐτίμησεν] ἠτίμησεν finiti ( :—) 20. *θυμοῦ] δεσμοῦ 32. ῥυσάς τε] *ῥυσὰς 31. Post ὧσιν signum scholii 33. *οὐδέ] οὔτε)

327
προηδικημένους, παρʼ ὧν αἰτοῦνται συγγνώμην. Διὸς δὲ αὐτὰς θυγα- τέρας γενεαλογεῖ, ὥστε σεβασμιωτέρας φαίνεσθαι.