Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

417. καὶ δʼ ἂν τοῖς ἄλλοισιν] τοσοῦτον ἀπέχει πειθοῦς, τεχνικῶς δὲ τοὺς ἄλλους ἀφίστησι, τὸ ἀδύνατον τῆς ἁλώσεως προβαλλόμενος.

419. * ὅτι θηλυκῶς τὴν Ἴλιον.

420. χεῖρα ἑὴν ὑπερέσχε] ὑπερασπίζει· ἐν χερσὶ γὰρ αἱ ἀσπί- δες. μεγάλη δὲ ἡ φαντασία, ὡς οὐ μόνον συλλαμβάνοντος τοῦ Διὸς, ἀλλὰ καὶ τὴν χεῖρα ὑπερέχοντος.

425. ἑτοίμη] εὔληπτος, φανερὰ, ἕτοιμος. λέγει δὲ τοῦτο, ὅτι ματαία ἐστὶν αὕτη ἡ γνώμη ἣν ἐποίησαν οἱ Ἕλληνες, πέμψαντες ὑμᾶς πρέσβεις πρός με ὡς δυναμένους με πεῖσαι.

426. ἀπομηνίσαντος] ἕν ἐστιν ὡς ἀπομανέντος· καὶ γὰρ τὴν εὐ- θεῖαν οὕτως οἶδεν “ἀπομηνίσας” (Il. 2, 772). οὕτως οἶδε καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων. καὶ εἰ παρέλκει δὲ ἡ ἀπό, οὕτως ἀνα- γνωστέον.

431. μάλα γὰρ κρατερῶς] ἐμαρτύρησεν ἑαυτῷ ὁ ποιητὴς ὅτι ἀπό- τομον λόγον τῷ Ἀχιλλεῖ περιέθηκεν. ἄκρως δὲ διέθηκε τὸν Ἀχιλ- λέως λόγον, φύσει, φρονήματι, ἀξιώματι, ἤθει.

434. μετὰ φρεσὶ βάλλεαι] κατὰ νοῦν ἔχεις.

437. φίλον τέκος] προσαγωγὰ ταῦτα, ὅτι διὰ τὴν φιλοστοργίαν καὶ παρὰ τὸ δέον αὐτῷ πείσεται.

443. μύθων τε ῥητῆρʼ ἔμεναι] τὸν τῶν λόγων ῥήτορα διδάσκειν σε εἶναι καὶ δραστήριον ἐν τοῖς ἔργοις.

σημείωσαι ὅτι τὸ ὁμοιοτέλευτον ἔφυγεν ὁ ποιητὴς, μεταβαλὼν τὴν φράσιν· οὐ γὰρ εἶπε μύθων τε ῥητῆρα καὶ ἔργων πρηκτῆρα· καὶ ὅτι πάντων διδακτικὸν εὐβουλία.

446. *ἡβώοντα] οὕτως διὰ τοῦ ω καὶ ο αἱ Ἀριστάρχου. ὅτι οὐ λέγει νέον κατὰ τὴν ἡλικίαν, ἀλλὰ κατὰ μεσότητα, ἀντὶ τοῦ νεωστὶ ἡβῶντα.

447. Ἑλλάδα] ὅτι πάλιν τὴν Θετταλικὴν πόλιν οὕτως εἶπεν· καὶ ὅτι Ζηνόδοτος τοῖον ὅτε πρῶτον, ἐξ οὗ φανερός ἐστι τὸ νέον ὀνοματικῶς δεδεγμένος.

448. φεύγων νείκεα πατρὸς] Φοῖνιξ ὁ Ἀμύντορος ἐξέπεσε τῆς οἰκείας γῆς διʼ αἰτίαν τοιαύτην. τοῦ πατρὸς αὐτοῦ παλλακίδα μὲν ὀνόματι Κλυτίαν ἀγαπῶντος, Ἱπποδάμειαν δὲ, ἐξ ἧς τὸν Φοίνικα [*](15. *δὲ—ἀξιώμματι, ἤθει] γὰρ— inter., proximum vero (l. 20, 21.) ἀξίωμα περιθείς. sine lemmate. 17, 18. Scholia contra morem 23. πρηκτῆρα] πρακτῆρα cum lemmatis scripta in marg. 29. φανερός Vill.] φανερῶς)

324
ἔτεκε, στυγοῦντος, δεηθείσης τῆς μητρὸς τῇ παλλακίδι τοῦ πατρὸς Κλυτίᾳ ἐμίγη. γνοὺς δὲ ὁ Ἀμύντωρ ἐπηράσατο τῷ παιδὶ τέκνων ἀγονίαν. δείσας τε Φοῖνιξ τόν τε πατέρα καὶ τὰς ὑπʼ αὐτοῦ γενο- μένας ἀρὰς φεύγει πρὸς Πηλέα, ὅστις ὑποδεξάμενος αὐτὸν διὰ τὴν συγγένειαν δίδωσιν αὐτῷ τὴν Δολοπίαν χώραν, καὶ Ἀχιλλέα τὸν υἱὸν μικρὸν ὄντα εἰς ἀνατροφὴν παραδίδωσιν. ἡ ἱστορία παρὰ τῷ ποιητῇ· παρὰ γὰρ τοῖς τραγικοῖς παραλλάσσει.

449. οἱ μὲν ἀνέστρεψαν, ἵνα γένηται περὶ παλλακίδος· οἱ δὲ περιχώσατο ἀνέγνωσαν, ἵνα σημαίνηται τὸ περισσῶς. καὶ οὕτως μᾶλλον ἐπεκράτησεν ἡ παράδοσις. οὕτως δὲ καὶ Ἀλεξίων.

452. * προμιγῆναι] πρὸ τοῦ πατρὸς μιγῆναι. ἢ περισσεύει ἡ πρόθεσις.

453. τῇ πιθόμην] Ἀριστόδημος ὁ Νυσαιεὺς, ῥήτωρ τε ἄμα καὶ γραμματικὸς, φεύγων τὸ ἔγκλημα, ἐπενόησε γράφειν “τῇ οὐ πι- θόμην οὐδʼ ἔρξα.” καὶ οὐ μόνον γε ηὐδοκίμησεν, ἀλλὰ καὶ ἐτι- μήθη ὡς εὐσεβῆ τηρήσας τὸν ἥρωα. πρὸ δὲ αὐτοῦ Σωσιφάνης τὴν τοιαύτην εὗρε γραφήν. καὶ Εὐριπίδης δὲ ἀναμάρτητον εἰσάγει τὸν ἥρωα ἐν τῷ Φοίνικι. ταῦτα ἱστορεῖ Ἁρποκρατίων ὁ Δίου διδάσκαλος ἐν ὑπομνήματι τῆς Ἰ.

454. Ἐρινῦς] καταχθόνιοι δαίμονες, τιμωροὶ τῶν πατρικῶν ἀσε- βημάτων. τρεῖς δέ εἰσιν, Ἀληκτὼ Τισιφόνη Μέγαιρα. εἴρηνται δὲ παρὰ τὸ ἐκ τῆς ἔρας, ὅ ἐστι τῆς γῆς, εἶναι.

455. * ὅτι τινὲς γράφουσιν ἐμοῖσιν. λέγει δὲ οὐ περὶ ἑαυτοῦ ὁ Φοῖνιξ, ἀλλὰ περὶ τοῦ Ἀμύντορος.

*οὕτως διὰ τοῦ ε ἐφέσσεσθαι.

456. θεοὶ δʼ ἐτέλειον ἐπαράς] ὡς μηδὲ ἄκοντας ἀδικεῖν γονεῖς· διὸ οὐδὲ περὶ τοῦ φόνου τῆς Κλυταιμνήστρας φησίν.

ἐπαράς] εἴτε παρέλκει ἡ ἐπί, φυλαχθήσεται ὁ τόνος ὁ αὐτὸς, ὡ- “ἐπιβουκόλος ἀνήρ” (Od. 3, 422) καὶ ἐπισμυγερῶς (ib. 195)· εἶτε τὸ ἑξῆς ἐστὶν ἐπετέλουν, οὐκ ἀναστραφήσεται πάλιν, καθότι αἱ συνα- λειφθεῖσαι οὐκ ἀναστρέφονται, σεσημειωμένου ἐκείνου “ στεῦτο γάρ Ἡφαίστοιο πάρʼ οἰσέμεναι” (Il. 18, 191).

457. *Σεύς τε καταχθόνιος] ὅτι καταχθόνιον Δία τὸνἌιδην λέγει.ʼ [*](5. *Δολοπίαν] δολοπείαν 19. ὑπομνήματι τῆς Ἰ. (Ἰλιάδος 13. ἄμα—γράφειν τῆ οὐ —ἔρξα Heynius) Bastius ad Greg. p. 933] Cobetus Mnem. nov. vol. 1 p. 58] ποιήματι τῆς ι cum signo scholii ἀλλὰ—γραφὴν τὴν τί οὐ—ἔρεξα. finiti ( + ).)

325
ἐπαινὴ] ἐπίφοβος, δεινή· αἰνὸν γὰρ τὸ δεινόν. ἢ ἣν οὐκ ἄν τις ἐπαινήσειεν· ἀντίφρασις ὁ τρόπος. ἢ ὑπερβολικῶς, ἣν ἄν τις ἐπαινῶν παραιτήσαιτο.

462. *ἔνʼ ἐμοί] γρ. ἔνθα μοι.