Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

217. κηλέῳ] ὡς μελέῳ. γέγονε δὲ παρὰ τὸ κᾶλον καὶ κῆλον κήλειον, ὡς παρὰ τὸ μῆλον μήλειον δέρος, καὶ Ἰωνικῶς κήλεον καὶ κηλέῳ. ἐκεῖνο γοῦν ἐντελές ἐστι τὸ “σὺν πυρὶ κηλείῳ χάριν Ἕκ- τορος (Il. 15, 744).

221. πρὸς τὸ ἔχων ἐν χειρί, τί ποτε σημαίνει; ὁ μὲν Ἀπολλό- δωρος, ὅτι περιειλήσας εἶχεν ἐν τῇ χειρί· ὁ δὲ Διονύσιος, πρὸς τὸ κατασείειν εὐθέτως λαβόμενος τοῦ φάρους. φᾶρος δέ ἐστι πορφν- ῥοῦν ἱμάτιον, ὃ μεταχειρίζεται ὁ βασιλεὺς ἕνεκα τοῦ εὐχερῶς ἑαυτὸν σημᾶναι τοῖς Ἕλλησιν, ἐπειδὴ ἀδύνατον ἦν διὰ βοῆς αὐτοὺς κατα- στεῖλαι.

223. πρὸς τὴν τάξιν τῆς νεωλκίας ἡ παρατήρησις, καὶ πρὸς τὸ γεγωνέμεν, ὅτι οὐ ψιλῶς ἐστὶ φωνεῖν, ἀλλʼ ἀκουστὸν φθέγγεσθαι.

229. ὅτε δὴ φάμεν] οὐκ ἀναγκαῖον ὀξύνειν τὸν δή, ἵνα κρᾶσις γένηται, ὁμοίως τῷ “μήτε σὺ Πηλείδήθελε” (Il. 1, 277)· ἐπὶ [*](1. οὐ addidit Lehrsius. κἡλειον—μήλειον] κηλὶ—μηλὶ 7 et 29. νεωλκίας] νεολκίας 24. χειρί] χειρίας 15. ἐντὸς Friedl.] ἑνὸς 25. εὐθέτως Friedl.] εὐθέες 20. παρὰ τὸ] π)

281
μὲν γὰρ τοῦ ἐθέλω πᾶσα ἀνάγκη τὸ ε μένειν κατὰ τὸν ποιητὴν, ὡς εἴρηται· ἐπὶ δὲ τούτου τοῦ παρῳχημένου δύναται ποιητικῶς ἀποβεβλῆσθαι τὸ ε, ὥστε ἐπὶ τὴν φα συλλαβὴν θετέον τὴν προσ- ῳδίαν, καὶ ἔστιν ὅμοιον τῷ ἐν Ὀδυσσείᾳ “Τηλεμάχῳ ὁδὸς ἥδε· φάμεν δέ οἱ οὐ τελέεσθαι” (Od. 16, 347).

230. ἃς ὁπότʼ ἐν Λήμνῳ] ὅτι τοῦτο γινόμενον μὲν οὐ παρέστησεν, ὡς γενόμενον δὲ παραδίδωσιν.

*τὸ ὁπότε ἀντὶ τοῦ ὅτε.

*ἠγοράασθε] ἐν ἄλλῳ εὐχετάασθε.

231. ἀθετεῖται, ὅτι περιττὸς ὁ στίχος· ἐκ γὰρ τοῦ πίνειν, οὐκ ἐκ τοῦ ἐσθίειν τὸ καυχᾶσθαι συμβαίνει.

233. * Τρώων ἀνθʼ ἑκατόν] πρὸς τὴν ἀνάγνωσιν, ὅτι οὕτως προενεκ- τέον.

Τρώων ἄνθʼ ἑκατόν τε] ἐπὶ τὴν ανθʼ συλλαβὴν ἡ ὀξεῖα, ἵνα τὸ πλῆρες ᾖ ἄντα. οὕτως δὲ ἀξιοῖ Δημήτριος ὁ γονύπεσος· καὶ ἐμοὶ δὲ οὕτως ἀρέσκει. τὸ τῆς διανοίας, ἄντικρυς γὰρ Τρώων ἑκατὸν καὶ διηκοσίων εἷς ἕκαστος στήσεσθαί φησιν. οὐ γὰρ κωλύεται ἡ τοῦ ἄντα σύνταξις, εἴ γε ἐπὶ γενικὴν φέρεται.

235. Ἕκτορος ὃς τάχα νῆας] ὅτι ἐκλύει καὶ ἀπαμβλύνει τὸν ὀνειδισμὸν ὁ στίχος· κρείσσων γὰρ καθολικώτερον ἐᾶσαι, οὑδήποτε ἀνδρὸς, ἀλλʼ οὐχὶ τοῦ διαφορωτάτου.

ἧττον ἄν φησιν Ἀρίσταρχος ὀνειδιστικὸν εἶναι, εἴπερ οὕτως ἐγέγραπτο “Ἕκτορος, δὴ κῦδος Ὀλύμπιος αὐτὸς ὀπάζει.” ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει.

239. ἔρρων] ὅτι τὸ ἔρρων οὐκ ἔστι ψιλῶς παραγινόμενος, ἀλλὰ μετὰ φθορᾶς· δυσαρεστεῖ γὰρ τῇ παρουσίᾳ.

240. δημόν] δημόν Ἀρίσταρχος κατʼ ὀξεῖαν τάσιν ἐπὶ τοῦ λίπους· τὸ γὰρ ἐπὶ τοῦ πλήθους βαρύνει. οὕτως καὶ ὁ Ἀσκαλωνίτης, λέγων τὸ μὲν παρὰ τὸ δέμας γεγενῆσθαι, οἱονεὶ σῶμά τι τυγχάνον, ἢ παρὰ τὸν δασμόν· τὸ δὲ ἐπὶ τοῦ λίπους παρὰ τὸ δαίω· εὔκαυστον γὰρ τό λίπος. δύναιτο δʼ ἄν τις καὶ ἄλλως ἐτυμολογεῖν, εἰ παρὰ τὸ δέω [*](4. Τηλεμάχηῳ—τελέεσθαι] τηλέ- scholio praescriptum, pro quo μοχος δʼ ὡς εἶδεν, φάμεν δέ οἱ οὐ ἀθετεῖται posui. τελέομεν 15. γονύπεσος] γόνυπεσὸς (sic) A. 8. ὅτε] *ποτέ 19. ὀβελὸς in textu praefixus, 10. ὅττι, quod Cobetus addidit, i. e. ἀθετεῖται. refertur ad obelum in textu et in)

282
γένοιτο, δέεμος, καὶ ἐν συναλοιφῇ δῆμος, τὸ συνδεδεμένον πλῆθος· τὸ γὰρ ἐναντίον λύη ἀπὸ τῆς διαλύσεως.

246. *ἀπολέσθαι] Ἀρίσταρχος ἀπολεῖσθαι.

247. τελειότατον] μέγιστον, ἢ ἐντελῆ σημεῖα φαίνοντα, ἐπιτε- λεστικώτατον. λέγεται δὲ κατὰ τὴν τοῦ Διὸς γένεσιν τὸν ἀετὸν γεννηθῆναι, ἔν τε τῇ πρὸς τοὺς γίγαντας μάχῃ παραπτῆναι· διόπερ ἐν τῇ διανεμήσει τῶν πτηνῶν Ζεὺς τὸν ἀετὸν εἵλετο, καὶ προστάτ- τει καὶ ἀγγέλῳ αὐτῷ χρῆται πρὸς ἐκείνους οὓς ἐπιφανείας ἀξιοῖ· ὅθεν καὶ ἀετὸς ἐκλήθη, οὐχ ὤς τινες παρὰ τὸ ἀίσσειν, ἀλλὰ παρὰ τὸ τὸ ἐτεὸν δηλοῦν, τὸ ἀληθές.

249. *κάββαλε νεβρόν] ἐν ἄλλῳ θήκατο νεβρόν.

250. τινὲς τῷ ὑπὸ πάντων φωνουμένῳ, παρόσον αὐτός ἐστιν ὁ ἀήρ.

ὅτι οὐκ ἔστι καθολικὸν ἐπίθετον ὁ πανομφαῖος, ὁ κληδόνιος καὶ πασης κληδόνος παραίτιος· καὶ ὅτι ἅπαξ ἐνταῦθα τὸ ἐπίθετον.

257. *φύγαδε ὡς οἴκαδε.

260. *ἀράβησε δὲ τεύχεʼ ἐπʼ αὐτῷ] ἐν ἄλλῳ ὑπερώησαν δέ οἱ ἵπποι.

261. *τάφρον ἐξήλασαν δηλονότι.

266. ὅτι πάντων ὑποστρεψάντων μόνος ὁ Ὀδυσσεὺς παρέμεινε πρὸς ταῖς ναυσὶν, ὥστε τὸ ἐπάνω εὐκρινὲς γίνεσθαι, τὸ “ὣς ἔφατʼ οὐδʼ ἑσάκουσεν” (97), ὅτι ἑκουσίως παρεπέμψατο.

*παλίντονα τόξα τιταίνων] εἰς τοὐπίσω τεινόμενα· εἶδος δὲ τοξείας.

267. * στῆ δὲ παρʼ Αἴαντος] γρ. στῆ δʼ ἄρ’ ὑπʼ Αἴαντος.

269. βραχὺ διασταλτέον ἐπὶ τὸ παπτήνας, ὑποστικτέον δὲ ἐν ὑποκρίσει βεβλήκει.