Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

270. * βεβλήκει] Ἀρίσταρχος βεβλήκοι.

*ὅτι σαφῶς ἀντὶ τοῦ ἐκ βολῆς ἐπιτύχοι.

276. Πολυαιμονίδην Ἀμοπάονα καὶ Μελάνιππον] ψιλωτέον πάντα, ἵνα κύρια γένηται· παραιτητέον δὲ τοὺς διαλύοντας τὸ Ἀμο- πάονα· πιθανώτερον γάρ ἐστι κύριον αὐτὸ παραλαβεῖν, ἵνα τὸ προκεί- μενον αὐτοῦ πατρωνυμικὸν τνγχάνη.

[*](2. λύη Lehrs. Herod. p. 245] 14. κληδόνιος—κκληδόνος] κληδώ- νιος—κληδῶνος 23. τεινόμενα Lehrsius] τεινομέ- 9. τὸ τὸ Bekk.] τὸ νων)
283

* Ἀμοπάονα] τὸ Ἀμοπάονα ἐν ἑνὶ μέρει λόγου ἀναγνωστέον. κύριον γάρ.

283. ἡ σέ ἀντωνυμία ἐγκλιτική ἐστι· τὸ δὲ ὅ παρὰ τῷ ποιητῇ κείμενόν ἐστιν ἀντὶ τοῦ ὅς.

284. παρὰ Ζηνοδότῳ οὐδὲ ἦν· ἠθέτητο δὲ καὶ παρὰ Ἀριστοφάνει, ὅτι ἄκαιρος ἡ γενεαλογία, καὶ οὐκ ἔχουσα προτροπὴν, ἀλλὰ τοὐναν- τίον ὀνειδισμὸν καὶ ἀποτροπήν.

Ἡροκλῆς, πορθήσας Ἴλιον, Ἡσιόνην τὴν Λαομέδοντος θυγατέρα, Πριάμου δὲ ἀδελφὴν ἔλαβεν αἰχμάλωτον, καὶ ἔδωκεν αὐτὴν γέρας Τελαμῶνι ὡς συστρατεύσαντι αὐτῷ, ἀφʼ ἧς ἔσχε Τεῦκρον ὁ Τελαμών. ὡς οὖν ἀπὸ Τρωϊκῆς γυναικὸς τεχθέντα τὸν παῖδα Τεῦκρον ἐκάλεσαν, προαναπέμψαντες τὸν τόνον καὶ ποιήσαντες κύριον· Τευκροὶ γὰρ οἱ Τρῶες ἀπὸ τοῦ βασιλεύοντος αὐτῶν Τεύκρου· ἡ δὲ ἱστορία ἀκρι- βέστερον εἴρηται παρά τε ἄλλοις πολλοῖς καὶ παρὰ Ἀπολλωνίῳ τῷ γραμματικῷ ἐν τῷ δευτέρῳ τῶν γενῶν. ἐζήτηται δὲ πῶς ἐξ ἀπόντων ἐπαινέσας τὸν Τεῦκρον νῦν ἐπιφέρει νόθον. ἡμεῖς δέ φαμεν τοῦτο μὴ εἶναι πρὸς αἰσχύνης διὰ τὸ παρὰ τοῖς παλαιοῖς ἔθος κρατοῦν· ἐτίμων γὰρ τοὺς νόθους ἐπʼ ἴσης τοῖς γνησίοις. ἄλλως τε εἰ καὶ αἰχμάλωτος ἡ Ἡσιόνη, ἀλλὰ βασιλίς. ἔτι δὲ καὶ αὐξήσεως ἕνεκεν τοῦτο εἰρῆσθαί φαμεν, ὅτι τῇ ἀρετῇ καὶ τοὺς γνησίους ὑπερέβαλεν.

290. ἢ τρίποδʼ ἠὲ δύω ἵππους] παραδιαζευκτικὸς ὁ ἤ, ὡς τὸ “ἠὲ δύο ἢ τρεῖς ἄνδρας ἔρυσθαι” (Od. 5, 484).

*ὅτι δύο ἵπποις ἐχρῶντο.

*οἱ περὶ Ζηνόδοτον καὶ Ἀριστοφάνη ἵππω.

293. * σπεύδοντα] ἀντὶ τοῦ προθύμως ἐνεργοῦντα.

296. δεδεγμένος] οὕτως αἱ Ἀριστάρχου διὰ τοῦ γ δεδεγμένος. Ἡρωδιανὸς διὰ τοῦ χ δεδεχμένος. καί φησι Διογένης ἐν τοῖς ὑπομνήμασιν ὅτι εἰρωνευόμενος λέγει, οἷον δεξιούμενος τοῖς τόξοις· τὸ γὰρ δεδέχθαι δεξιοῦσθαί ἐστιν. οὐκ ἄχαρις ἡ ἐξήγησις.

299. * βαλέειν] ὅτι ἀντὶ τοῦ παῖσαι τὸ βαλεῖν.

[*](5. Genuina scholii forma fuit, 19. Ἡσιόνη] ἰσιώνη ut monet Cobetus, ἀθετεῖται, ὅτι 23. ἔρυσθαι] ἔρυσθε ἄκαιρος—ἀποτροπήν. παρὰ Ζηνοδότῳ 38. Ἡρωδιανὸς—φησι] ἡρωδιανοῦ οὑδὲ ἦν—Ἀριστοφάνει. —φασι 14. Ἀπολλωνίῳ] Ἀπολλοδώρῳ 30. δεδέχθαι] δεδέχεσθαι Heynius. 31. τὸ Lehrsius Arist. p. 61] καὶ)
284

κύνα] διὰ τὸ θρασὺ καὶ πολύλαλον· “ἐξ αὗ νῦν ἔφυγες θάνατον, κύον” (Il. 13, 362) καὶ τὸ “ὡς δʼ ὅτε τίς τε κύων συὸς ἀγρίου” (338).

301. *πρὸς τὸ βαλέειν.

304. *Αἰσύμηθεν] Ἀρίσταρχος Αἰσύμνηθεν, καὶ ἡ Ζηνοδότου καὶ ἡ Ἀριστοφάνους.

306. μήκων δʼ ὡς] ἤτοι τὸ ἑξῆς ἐστὶν, ἑτέρωσε δὲ κάρη βάλεν ὡς μήκων, ἥτʼ ἐνὶ κήπῳ καρπῷ βριθομένη ἐστί. λείπει γὰρ τὸ ῥῆμα τοῦ- το, καὶ οὐκ ἔστιν ἡ μετοχὴ ἀντὶ ῥήματος. ἔσται δὲ οὕτως δὶς ἡ ἀντα- πόδοσις λεγομένη· καὶ γὰρ ἑξῆς ἐπιφέρει “ὣς ἑτέρωσʼ ἤμυσε κάρη·” καὶ ἐν ἄλλοις δὲ εἴωθεν. κατὰ δὴ ταύτην τὴν ἐξήγησιν ἐπὶ μὲν τὸ βάλεν διαστελοῦμεν, ἐπὶ δὲ τὸ εἰαρινῇσιν ὑποστίξομεν. δύναται δὲ καὶ ὑποστίζεσθαι ἀμφότερα ἐν ὑποκρίσει, ἵνα μία ἀνταπόδοσις ᾖ ἡ ἐπιφερομένη· ἔσται δὲ τὸ ἑξῆς, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλεν, ὣς ἑτέρωσʼ ἤμυσε κάρη. ἢ περισσόν ἐστι τὸ ἡ ἄρθρον καὶ ὁ τέ σύνδεσμος· ὁ δὲ λόγος, ὡς δὲ μήκων ἑτέρωσε κάρη βάλεν [ὣς ἑτέρωσʼ ἤμυσε κάρη, βάλλει] καρπῷ βριθομένη, ὡς ἑτέρωσʼ ἤμυσε. βέλτιον δὲ ὑποστίζειν.

ὅλον ὅλῳ παραβέβληται. ἔστι δὲ διάκενος ὁ μήκων· διὸ βαρεῖται. ἔστι δὲ κοινὸν τὸ κάρη βάλεν.

307. ἡ διπλῆ, ὅτι ἔξωθεν προσληπτέον τὸ ἔστιν, εἰ μὴ ἡ μετοχὴ ἀντὶ ῥήματος παρείληπται, βριθομένη ἀντὶ τοῦ βρίθεται. ἢ κοινὸν τὸ κάρη βάλεν.

308. *ἑτέρωσ’] ὅτι τὸ πλῆρες ἑτέρωσε.

311. διχῶς, ἀλλʼ ὅγε τοῦ μὲν ἅμαρτε, καὶ ἀλλʼ ὅγε καὶ τόθʼ ἅμαρτε.

312. Ἀρχεπτόλεμον] ὅτι ἐνταῦθα καταλέλοιπε Ζηνόδοτος Ἀρ- χεπτόλεμον, πεποίηκε δὲ ἄνω (128) Ἰφιτίδην Ἐρασιπτόλεμον.

313. *πρὸς τὸ βάλεν ἀντὶ τοῦ ἔπαισεν.

*βραχὺ διασταλτέον μετὰ τὴν δε συλλαβήν.

316. * ὅτι ἐλλείπει ἡ περί, περὶ ἡνιόχου.

317. *ἑταίρου] λείπει ἡ περί, περὶ ἑταίρου.

321. ὁ δὲ] Ὁμηρικὸν ἔθος ὡς περὶ ἑτέρου λεγόμενον.

[*](1. αὐ] οὖ habere non possunt: v. Friedl. p. 12. ὑποστίξομεν] ὑποστίξωμεν 67, 196. δύναται—ὑποκρίσει] Haec recte 16. ὣς—βάλλει delet Friedl.)
285

σμερδαλέα ἰάχων, ὁ δέ] ὅτι ὡς περὶ ἑτέρου “ὁ δὲ χερμάδιον,” ἐπὶ τὸ αὐτὸ ἀναφέρων πρόσωπον, ὡς εἰ ἔλεγεν οὗτος δὲ αὐτὸς χερμάδιον λάβε χειρί.

322. *βαλέειν] ὅτι ἐπὶ τοῦ τρῶσαι.