Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

161. ἡ σέ ἐγκλιτική ἐστιν· ἀπολέλυται γὰρ νῦν. καὶ τὸ τίον δὲ ποιητικώτερον ἀπέβαλε τὸν κατʼ ἀρχὴν χρόνον, διὸ ἐπὶ τὴν τι ἡ ὀξεῖα ἵσταται. περὶ δὲ τῶν τοιούτων ῥημάτων ἔφαμεν ὅτι ἴση ἐστὶν ἡ χρῆ- σις παρὰ τῷ ποιητῇ.

163. ἀντʼ] κακῶς ὅσοι ἀναστρέφουσιν· ἡ γὰρ ἀντί ἀναστρέφεται οὔποτε. εἰ δὲ τὸ ἄντα ἐπίρρημα ἐκδέχονται, ἐναντίον τῇ διανοίᾳ παραλήψονται.

*Αρίσταρχος ἀντιτέτυξο.

164. ἀθετοῦνται στίχοι τρεῖς, ὅτι εὐτελεῖς εἰσὶ τῇ κατασκευῇ, καὶ τὸ “πάρος τοι δαίμονα δώσω” τελείως ἐστὶν οὐ κατὰ τὸν ποιητήν· ἀνάρμοστα δὲ καὶ τὰ λεγόμενα τοῖς προσώποις.

[*](14. πολεμίζων] πτολεμίζων 16. εὐρέως Vill.] εὐμαρῶς 29. οὔποτε Lehrsius] ποτε 31. ἀντιτέτυξο Vill.] ἀντὶ τοῦ τέτυξο)
277

*τούτους καὶ Ἀριστοφάνης ἠθέτηκεν.

166. * δαίμονα δώσω] ἐν τῇ Ζηνοδότου πότμον ἐφήσω.

168. ὅτι ὑποτάσσουσιν “ἢ μήτε στρέψαι μήτʼ ἀντίβιον μαχέ- σασθα.” οὐκ ἔστι δέ· τὸ γὰρ διάνδιχα οὐκ ἔστι δύο ἐμερίμνησεν ἐναντία, ἀλλʼ ἐπὶ τὸ αὐτὸ φερόμενα, στρέψαι τοὺς ἵππους καὶ μά- χεσθαι.

170. *ἀπ᾿ Ἰδαίων] γράφεται καὶ ἐπʼ δαίων.

171. βραχὺ διασταλτέον ἐπὶ τὸ Τρώεσσιν· αὐτὸ γὰρ τὸ ση- μεῖον, πρὸς τὸ σημαινόμενον ὑπαντήσας, εἴρηκε νίκην. ἐὰν δὲ συνά- πτωμεν, γίνεται σολοικοφανές.

178. ἀβλήχρʼ] Ἡρακλείδης ὁ Μιλήσιος βαρύνει ὡς ἄσιτα· λόγῳ δὲ χρῆται τούτῳ, ὡς ὅτι βληχρόν ἐστι τὸ ἰσχυρὸν, ὅπερ κατὰ στέρησιν ὀφείλει λέγεσθαι ἄβληχρος ὡς ἄκακος· σημαίνει γὰρ τὸ ἀσθενές. ἡ μέντοι παράδοσις ὀξύνει τὸ ἀβληχρά καὶ ἀβληχρήν, πεισθεῖσα πρῶτον τῷ παρασχηματισμῷ ὡς ἀπλῷ. οὕτως γὰρ παρε- σχηματίσθη, ὡς πενιχρά, ψυχρά, λέγω δὲ θηλυκῶς. οὕτως ἀβλη- χρά, οὐ κοινωνοῦντός ποτε τοῦ γένους, λέγω δὲ ὁ ἄβληχρος καὶ ἡ ἄβληχρος. ἄλλως τε ἤδη αὐτὸ τὸ βληχρός σημαίνει ὡς ἐπὶ τὸ πλεῖστον μᾶλλον τὸ ἀσθενές. Ἀλκαῖος θʼ “βληχρῶν ἀνέμων ἀχεί- μαντοι πνοαί” καὶ ὁ Νίκανδρος “βληχρὸν γὰρ μυὸς οἷα μυληβόρου ἐν χροὶ νύγμα.” τοῦτο δὴ πλεονάσαν τῷ ᾱ φυλάξει τὸν αὐτὸν τόνον λαλητός ἀλαλητός στεροπή ἀστεροπή· οὐκ ἐκεῖνο μέντοι διηνεκὲς λέ- γομεν ὅτι πλεονασμὸς τοῦ ᾱ φυλάσσει τὸν αὐτὸν τόνον ἀεί. οἴδα γὰρ τὸ ἄβορος, ἄγαυρος, ἀσταφίς.

οὐδενόσωρα] οὐδεμιᾶς φροντίδος ἄξια, ἀπὸ τῶν ὠρῶν· ὤρα γὰρ ἡ φροντίς.

ὡς κυνόσουρα ὑφʼ ἓν κατὰ σύνθεσιν, εἰ καὶ σπάνιος ἡ τοιαύτη σύν- θεσις ἐξ ἀποφάσεως καὶ συνδέσμου καὶ τῆς ἑνός γενικῆς ἐντελοῦς· οὐδέποτε γὰρ οὕτως αὕτη ἡ γενικὴ συντίθεται· ἀλλʼ οἵ γε ποιηταὶ τολμῶσι ξένας συνθέσεις.

185. Ξάνθε τε καὶ σὺ Πόδαργε καὶ Αἴνων Λάμπε τε δῖε] [*](2. ἐν τῆ Ζηνοδότου] ε?? ζηνοδο?? A. 24. ἄβορος] Hoc suspectum: 20. *πνοαί Eustathius] πνοιαί v. Lehrs. Herod. p. 242. ἀμαυρός 21. τοῦτο Bekk.] τούτῳ Lobeck. Pathol. Prol. p. 209. 22. λαλητὸς—τὸν αὐτὸν τόνον] ἀσταφίς Lobeck.] ἄσταχυς Haec ex Eustathio supplevit 31. δῖε] δῖον Lehrsius.)

278
ἀθετεῖται, ὅτι οὐδαμοῦ Ὅμηρος τεθρίππου χρῆσινπαρεισάγει. μάχεται δὲ καὶ τὰ ἐπαγόμενα δυϊκὰ, καὶ ἡ προσφώνησις εὐήθης. βραχὺ δὲ δια- σταλτέον καθʼ ἕκαστον ὄνομα. κἂν συνάπτηται δὲ, τὸ ψυχρὸν ἐκεῖνο οὐ δύναται νοεῖσθαι, ὅτι δύο μέν ἐστιν ἐπίθετα, δύο δὲ κύρια, ἐπεὶ οἱ σύνδεσμοι παρακείμενοι χωρίζουσιν αὐτὰ ἀπʼ ἀλλήλων· τὰ δὲ κύρια πρὸς τὰ ἐπίθετα οὐδέποτε συνδεῖται.

186. *ἀποτίνετον] ὅτι ἐπὶ δυεῖν ἡ φράσις, ἀλλʼ οὐκ ἐπὶ τεσ- σάρων.

189, 190. τὸ ἑξῆς τοῦτό ἐστιν· ἢ ἐμοί, ὅς πέρ οἱ θαλερὸς πόσις εὔχομαι εἶναι, οἶνόν τʼ ἐγκεράσασα πιεῖν ὅτε μοι θυμὸς ἀνώγει. ἰστέον δὲ ὅτι πρὸ τοῦ εὑρεθῆνμαι τὴν τῶν ποτηρίων χρείαν κέρασιν οἶνόν τʼ ἐγκεράσασα ἔπινον.

ἀθετεῖται, ὅτι γελοιότατος ἐπὶ ἵππων ὁ στίχος, ὅτι οἶνον ἵπποι οὐ πίνουσι. καὶ ὅτε θυμὸς ἀνώγοι εἰς μέθην γελοῖον.

*καὶ παρὰ Ἀριστοφάνει ἀθετεῖται.

191. ἐφομαρτεῖτον καὶ σπεύδετον] ὅτι ὡς πρὸς δύο τοῖς δυϊκοῖς σχήμασι χρῆται· διὸ ἀθετητέον τὸν προκείμενον στίχον, ἐν ᾧ τέσσαρά ἐστιν ὀνόματα.

*ὄφρα λάβωμεν] οὕτως Ἀρίσταρχος· ἄλλοι δὲ αἴ κε λάβω- μεν.

192. ἀσπίδα Νεστορέην] αὐτὸν τὸν Νέστορα περιφραστικῶς. ἔνιοι δὲ τὸ ὅπλον· ἡφαιστότευκτον γὰρ ἦν.

193. * πᾶσαν] ὅτι ἀντὶ τοῦ ὅλην.

κανόνας] ῥάβδους αἷς ἐκράτουν τὰς ἀσπίδας· οὔπω γὰρ ἐχρῶντο τοῖς πόρπαξιν, οὓς ὄχανα ἐκάλουν· ὕστερον γὰρ οὗτοι ἐπενοήθησαν ὑπὸ Καρῶν, ὡς καὶ Ἀνακρέων φησὶ “καριοεργέος ὀχάνοιο.”

195. τὸν Ἥφαιστος κάμε τεύχων] ὅτι ἡφαιστότευκτα τὰ “πλα· ἀπὸ γὰρ Γλαύκου ἔλαβεν. καὶ ἀπὸ τῶν ὅπλων ἐπὶ τοὺς ἄνδρας ἀναφέρεται, καὶ οὐκ ἔστιν ἀλληγορία.

199. *μακρὸν Ὄλυμπον] ὅτι μακρὸν Ὄλυμπον ὡς ὄρος.

203. Ἑλίκη πόλις ἐν Πελοποννήσῳ Ποσειδῶνος, ἀφʼ ἦς αὐτὸν Ἑλικώνιον ὁ ποιητὴς καλεῖ.

206, 207. Τρῶας ἀπώσασθαι καὶ ἐρυκέμεν εὐρύοπα Ζῆν αὐτοῦ κʼ [*](1. ἀθετεῖται] Hic et in scholio 13. ἀθετεῖται ὅτι addidit Co- versus 189 in A obeli signo ex- belus. pressum in textu et in scholio. 14. εἰς] οἷον εἰς Lehrsius.)

279
ἔνθʼ ἀκάχοιτο] ἡ διὰ τὸν εἰ σύνδεσμον ἀποτελουμένη ὑποστιγμὴ πίπτει μετὰ τὸ Ζῆνʼ ὄνομα. ἀλλʼ εἰ μὲν ἐκ πλήρους ἔκειτο, οὐδὲν ἂν ἐζητεῖτο· ἐπεὶ δὲ συνήλειπται καὶ ὑπὸ τῶν γραμματικῶν μετενή- νεκται τὸ ν εἰς τὸν ἑξῆς στίχον, δύο παρηκολούθησεν ἄλογα, ἓν μὲν ὅτι μεταξὺ μιᾶς συλλαβῆς τῆς ναυ ὑποστιγμὴ πέπτωκεν, καὶ αὕτη χρόνου ἔχουσα διάστημα, παραπλήσια κἀκεῖνα “ὣς ἔφαθʼ, αἱ δʼ ἐπέμυξαν” (Il. 4, 20)· “ὣς ἔφαθ᾿, οὐδʼ ἀπίθησεν” (Il. 2, 166)· ἕτερον δὲ ὅτι συμβήσεται κατʼ ἀρχὰς τοῦ στίχου μετὰ τὸ ν μόνον στοιχεῖον διάστημα εἶναι τῆς ὑποστιγμῆς.

*πρὸς τὴν συναλοιφὴν ἀντὶ τοῦ Ζῆνα.

αὐτοῦ κʼ ἔνθʼ ἀκάχοιτο καθήμενος] ὅτι Ζηνόδοτος ἀνάπαλιν αὐτοῦ κʼ ἔνθα κάθοιτʼ ἀκαχήμενος.

209. ἀπτοεπές] ὅτι δασύνουσιν ἀπτοεπές, καθαπτομένη τοῖς ἔπεσιν. Ἀρίσταρχος δὲ ψιλοῖ. ἐμφαντικώτερον δὲ τὸ ψιλοῦν, καὶ ἴσως ἦν παρὰ τὸ πτοεῖσθαι, ἡ ἄγαν πτοοῦσα. ἢ παρὰ τὸ ἁπιὸν τὸ ἰσχυρὸν, ὥστε εἶναι δεινοεπές.

213. * διχῶς Ἀρίσταρχος, καὶ ἔεργε καὶ ἔρυκε.

τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργεν] διχῶς αἱ Ἀρι- στάρχου, ἔεργεν καὶ ἔρυκεν. καὶ τὸ διʼ ἀμφοτέρων σημαινόμενόν ἐστι τοιοῦτον· τῶν Ἀχαιῶν ὅσον ἀπὸ τοῦ τείχους ἡ τάφρος ὥριζεν, ἐπλήθυεν ὁμοίως ἵππων καὶ ἀνδρῶν συνελαυνομένων καὶ συνειργομένων ὑπὸ τοῦ Ἕκτορος. Ζηνόδοτος δὲ γράφει τῶν δʼ ὅσον ἐκ νηῶν ἀπὸ πύργου τάφρος ἔεργεν. ἔνιοι δὲ τὰ δύο διαστήματα πεπληρῶσθαί φασι τῶν Ἑλλήνων, τό τε ἀπὸ τῶν νεῶν ἕως τοῦ τείχους καὶ τὸ ἀπὸ τοῦ τείχους ἕως τῆς τάφρου, ὃ δὴ στεῖνος προσαγορεύει.

[*](1. ἡ Bekkerus] εἰ ἔεργε: διχῶς αἱ Ἀριστάρχου, ἔεργε 2. Ζὸνʼ] ζῆν καὶ ἔρυκε. καὶ τὸ διʼ ἀμφοτέρων σημαι- 3. συνήλειπται Bekkerus] συνεί- νομένων ἐστὶν τοιοῦτον· τῶν ὅσον ἀπὸ ληπται τοῦ τείχους ἡ τάφρος. ὥριζεν ἐπλήθυεν 11. αὑτοῦ] ν αὐτοῦ, quod est ὁμοίως ἵππων καὶ ἀνδρῶν συνελαυνο- εὐρύοπα Ζῆ νʼ αὐτοῦ μένων καὶ συνειργομένων ὑπὸ τοῦ αὐτοῦ κʼ Lehrsius] τοῦ κ᾿ Ἕκτορος. Ζηνόδοτος δὲ γράφει τῶν 13. ὅτι δασύνουσιν] Legendum δʼ ὅσων ἐν (sic) νηῶν καὶ (sic) καὶ vitetur ἀπτοεπές: ἡ διπλῆ ὅτι ἅπαξ πύργου, omissis post πύργου verbis εἵρηται τὸ ἁπτοεπές. Quod Aristo- τάφρος ἔεργεν. Librarius quum nici scholion fuit. Tum sequitur lemma scholii repetivisset, omnia aliud, ἀπτοεπές: δασύνουσιν—. CO- denuo descripsit. BET. 24. *τὸ ἀπὸ] τὸ om. 19. σημαινόμενον] σημαινομένων 25. ὃ] ᾦ 22. Post Ἕκτορος pergit A τάφρος)
280

ἄλλως. ὅτι ἔν τισι γράφεται ἀπὸ τάφρου πύργος ἔεργεν. οὐ δύναται δὲ τὸ ἐκ νηῶν συναφὲς εἶναι τῷ ἀπὸ τάφρου· πρὸς γὰρ ταῖς ναυσὶ μᾶλλον ὁ πύργος ἢ ἡ τάφρος· καὶ ἔστι τὸ λεγόμενον, τὸ μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου πλῆρες ἦν ἵππων καὶ ἀνδρῶν. ἐκ νηῶν δὲ λέγει ἀπὸ τοῦ κατὰ τὰς ναῦς τόπου. σημειωτέον δὲ ὅτι μεταξὺ τοῦ τείχους καὶ τῆς τάφρου διάστημα ἀπελείπετο κατὰ τὴν τοποθεσίαν τῆς νεωλκίας.

βραχὺ διασταλτέον ἐπὶ τὸ νηῶν. σαφεστέραν γὰρ ποιεῖ τὴν διάνοιαν, τοιαύτην οὖσαν· ὅσον ἡ τάφρος ἀπέχει τοῦ τείχους καὶ τῶν νηῶν, τοῦτο πλῆρες ἦν πεζῶν τε καὶ ἵππων, λείποντος τοῦ καί συνδέσμου· τὸ γὰρ ἔεργέν ἐστι περιώριζεν. ἐντὸς τῶν τε νηῶν καὶ τοῦ τείχους μεταξὺ κενὸν ἦν εἰς δίοδον, τὸ μὲν πλάτος πλεθριαῖον ὑπάρχον, τὸ δὲ μῆκος διʼ ὅλου τοῦ ναυστάθμου. πάλιν δὲ οὕτως τοῦ τείχους ἐκτὸς ἦν διάστημα βραχὺ, μεθʼ ὃ ἡ τάφρος ὤρυκτο. τοσοῦτον μέντοι εἰκάζει τὸ διάστημα ἐκεῖνο ὡς ἐντὸς βέλους εἶναι τὴν τάφρον, καὶ ἐφικνεῖσθαι τὰ βαλλόμενα τοῦ τείχους ἀπὸ τῶν ἐπιόντων. ἀμ- Φότερα οὖν τὰ διαστήματα ἑκατέρωθεν τοῦ τείχους, τὸ μὲν πρὸς τὴν τάφρον, τὸ δὲ πρὸς τὰς ναῦς ἐπεπλήρωτο. οὕτως Νικάνωρ.