Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

13. ἐς Τάρταρον] ὡς τὰ οὐράνια τρία διαστήματα ἔχει, ἀέρα μέχρι νεφελῶν, εἶτα αἰθέρα μέχρι τῶν φαινομένων, οὕτως καὶ ἀπὸ γῆς εἰς Ἅιδου, ἀπὸ δὲ Ἅιδου εἰς Τάρταρον. ἐναντίος δὲ Ὀλύμπῳ ὁ Τάρταρος· ὁ μὲν γὰρ οὔποτʼ ἀνέμοισι τινάσσεται οὐδέ ποτʼ ὄμβρῳ (Od. 6, 43), ὁ δὲ καὶ τετάρακται καὶ ψυχρὸς εἶναι δοκεῖ· καὶ γοῦν τὸ σφόδρα ῥιγοῦν ταρταρίζειν φασί. καὶ ὁ μὲν ὅλος καταλάμπεται, ὁ δὲ ἠεροειδής ἐστι.

Τάρταρος τὸ ὑπὸ τὴν γῆν ἐσκοτισμένον μέρος κατώτατον τοῦ Ἅιδου, καὶ ἐν βαθυτάτῳ κείμενον τόπῳ. ἢ τὸν χαλεπὸν καὶ δυσχερῆ λέγει. ὠνόμασται δὲ διὰ τὸ ἐκτεταράχθαι καὶ συγκεχύσθαι τὰ ἐν αὐτῷ πάντα. οἱ δὲ τὸ ἀφώτιστον τῆς οἰκουμένης μέρος ἀπεδέ- ξαντο.

16. τόσσον ἔνερθʼ Ἀΐδεω] τοσοῦτόν φησι τὸν Τάρταρον ἀφεστάναι τοῦ Ἀιδου ὅσον ὁ οὐρανός τῆς γῆς. διὰ δὲ τούτων σφαιροειδῆ τὸν κόσμον συνίστησι, κέντρου λόγον ἐπέχουσαν εἰσαγαγὼν τὴν γῆν, καὶ τὰς ἀπʼ αὐτῆς ἐκβαλλομένας εὐθείας εἰς ἑκάτερα τὰ πέρατα ἴσας λέγων εἶναι.

[*](4. ὑποτεταγμένος Vill.] ὑποτεταγμένως 11. τὸ] ὅτι τὸ Vill. male. 13. Huic scholio adscripta est figura 15. *ἐναντίος] ἐναντίως 22. ἐκτεταράχθαι] ἐκτετάχθαι 19. *ἠεροειδής] ἐρόεις 28. *ἐκβαλλομένας] ἐμβαλλομένας)
269

πρὸς τὴν καθʼ Ὅμηρον τοῦ κόσμου τάξιν. καὶ ὅτι οὐδὲν τοιοῦτον ἐπὶ τοῦ Ὀλύμπου λέγει. καὶ ὅτι λείπει τὸ ὕπερθεν, ὅσον ἐστὶν ὕπερθεν.

18. πειρήσασθε] πεῖραν λάβετε. τῷ ἀποτόμως ἀπειλοῦντι καὶ τὴν ῥώμην οὐκ ἄτοπον ἐνδείκνυσθαι. μεγάλα δὲ ὄντα τὰ προστάγ- ματα μείζοσιν ὑπερβολαῖς ἐπιστώσατο.

εἴδετε] ὡς λέγετε. ἢ συστολὰς μὲν τὰ τοιαῦτα παραληπτέον, ἢ ἐναλλαγὰς ἐγκλίσεων, “ὄφρ’ εὗ πᾶσαι εἴδετʼ ἀκούουσαι” (Il. 18, 52)· “μηδʼ ὡς Πάτροκλον λίπετʼ αὐτόθι τεθνειῶτα” (Il. 19, 403)· “ὄφρα καὶ Αὐτομέδοντα σαώσετον ἐκ πολέμου” (Il. 17, 452)· “αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶν τε τελείων βούλεται ἀντιάσας” (Il. 1, 66).

19. ὅτι εἰ μὴ ἐκδεξόμεθα Ὄλυμπον τὸ ἐπὶ Μακεδονίας ὄρος, οὐ συμφωνήσει τῇ διαθέσει ταύτῃ· ἐπὶ γὰρ τοῦ οὐρανοῦ στάς φησι τὸν Ὄλυμπον ἀνέλκειν τῆς σειρᾶς ἐκ τοῦ ῥίου ἐκδεθείσης. καὶ ὅτι ἡ ἐξ περισσή.

χρυσῆν προσέθηκε, βουλόμενος τὸ πρᾶγμα ποιητικὸν δείξαι. καὶ οἱ μὲν κυρίως οὕτως· οἱ δὲ ἀλληγορικῶς τὸν ἥλιον.

κατὰ τὸν μῦθον ὁ Ζεὺς ἑαυτὸν τάσσει ἐπὶ τοῦ οὐρανοῦ, ὃ κλήρῳ λαχὼν στοιχεῖον εἶχεν, τοὺς δὲ λοιποὺς θεοὺς ἐπὶ τῆς γῆς ὡς αὐτῆς κοινῆς ὑπαρχούσης, ὥστε ἢ αὐτὸν καθελκυσθῆναι ὑπʼ ἐκείνων, ἢ ἐκείνους ὑπʼ αὐτοῦ.

22. * Ζῆνʼ ὕπατον μήστωρ] ὅτι ἀντὶ τοῦ ἐμέ, ὡς περὶ ἄλλου.

*κάμοιτε] γράφεται καὶ πάθοιτε.

23. πρόφρων ἐθέλοιμι] Ἀρίσταρχος διὰ τοῦ ω ἐθέλωμι. Πτολε- μαῖος δὲ ὁ τοῦ Ὀροάνδου ἀντὶ τοῦ πρόφρων πρόσσω γράφει.

*ὅταν θελήσω ἐρύσαι φησίν.

25, 26. ὅτι Ζηνόδοτος ἀμφοτέρους ἠθέτηκεν. διʼ αὐτῶν δὲ διδα- σκόμεθα πῶς σπάσει τὴν γῆν σὺν τῇ θαλάσσῃ.

ἐνταῦθα οἱ μέν φασι τὸν Ὅμηρον αἰνίττεσθαι μοναρχίαν, καὶ δηλοῦν [*](6. *μείζοσιν ὑπερβολαῖς ἐπιστώ- (sic) κρέμασαντες καὶ τὰ ἐξῆς σατο] om. 21. ὑτʼ ἐκείνων ἢ ἐκείνους ὑπʼ αὑτοῦ 9. λίπετʼ] εἴπετʼ addidit Monro. 10. Αὐτομέδοντα] αὐτώι μοι 25. n marg. inter. Ἀρίσταρχος 13. ἐκδεξόμεθα Bekk.] ἐκδεξώμεθα ἐθέλωμι. Recepto ἐθέλωμι Cobetus 15. σειρᾶς] πειρᾶς ὅτε δή κεν ἐγώ vel ὅτε κεν καὶ ἐγώ 19. Lemma σειρὴν ἐξ οὐρανῶθεν 29. πῶς σπάσει Lehrsius] πᾶσαν)

270
ὡς ἑνὸς ἐξῆπται τὰ πάντα· οἱ δὲ ζητοῦσι πῶς πάντων περιγίνεται ὁ Ζεὺς ὁ ὑπὸ τριῶν μόνων δεθείς, καθά φησιν ἐν τῇ A (400). ῥητέον οὖν ὅτι ἐκεῖ μὲν ἐξ ἐπιβουλῆς ἡ ἰσχὺς, ἐνταῦθα δὲ ἐκ τοῦ φανερῶς κρατεῖν.