Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

1. Ἠὼς] σημαίνει πολλά. ὁτὲ μὲν τὸ κατάστημα τῆς ἡμέρας, ὡς ἔχει ἐνταῦθα· ὁτὲ δὲ καὶ ἡ σωματικὴ θεὸς, ὡς ἔχει ἐπὶ τοῦ “ἠὼς δʼ ἐκ λεχέων παρʼ ἀγαυοῦ Τιθωνοῖο” (Il. 11, 1)· ὁτὲ δὲ τὸ ἀπʼ ἀνατολῆς ἕως μεσημβρίας τοῦ ἡλίου διάστημα, ὡς ἐν τῷ “ὄφρα μὲν ἠὼς ἦν καὶ ἀέξετο ἱερὸν ἦμαρ” (66)· ὁτὲ δὲ τὸ τῆς νυκτὸς καὶ ἡμέρας διάστημα, ὡς ἐν τῷ “ἠὼς δέ μοί ἐστιν ἥδε δυω- δεκάτη, ὅτʼ ἐς Ἴλιον εἰλήλουθα” (Il. 21, 80).

κροκόπεπλος] ὅταν πολὺ σκότους ἔχῃ, ὀλίγον δὲ φωτός. τὸ δὲ ῥοδοδάκτυλος ἐναντίον. ποιητικὴ δέ ἐστι περίφρασις, ὡς εἰ εἶπεν ἡμέρα μὲν γέγονεν. τὸ δὲ ἐκίδνατο ἐν παρατάσει· σφαιροειδὴς γὰρ οὖσα ἡ γῆ οὐ πᾶσα ὑφʼ ἓν φωτίζεται.

Ἠὼς] ὅτι Ζηνόδοτος μετατίθησι τὴν ἀνατολὴν κάτω πρὸς τὸ “οἱ δʼ ἄρα δεῖπνον ἕλοντο” (53), ὥστε τὴν τῶν θεῶν ἀγορὰν ὀψὲ γίνεσθαι ἀπρεπῶς.

3. *ἀκροτάτῃ] ὅτι ἀντὶ τοῦ ἄκρᾳ, καὶ ὅτι λείπει ἡ ἐπί, καὶ ὅτι τὰ ἐπίθετα ὡς ἐπὶ ὄρους.

4. θεοὶ δʼ ὑπὸ πάντες ἄκουσαν] ἡ ὑπό φέρεται ἐπὶ τὸ ἄκουον· διὸ οὐκ ἀναστρεπτέον. τὸ αὐτὸ δὲ καὶ ἐπὶ πάσης προθέσεως ἔστιν ἰδεῖν ἐχούσης σύνταξιν πρὸς τὰ ἐπιφερόμενα. “οἳ κατὰ βοῦς Υπερίονος Ἠελίοιο ἤσθιον” (Od. 1, 8). καὶ γὰρ διαφέρει τὸ ἀκούειν ἀπλῶς λεγόμενον τοῦ ὑπακούειν, ἧ ἐκ μὲν τοῦ ἀκούειν οἷόν τʼ ἐστὶν ἐκδέ- ξασθαι καὶ τὸ μόνον ἀκοῦσαι, μὴ μέντοι πείθεσθαι τοῖς λεγομένοις. οὕτως οὖν τινὲς ἐδέξαντο “οὐδ᾿ ἐσάκουσε πολύτλας δῖος Ὀδυσσεύς” (97)· ἀκούσας γὰρ οὐκ ἐπείσθη. διὸ ἐν ἑτέροις Ὀδυσσεὺς ἐπαινού- μενος ὑπὸ τοῦ Διομήδους παραιτεῖται καὶ τὸ ἐπισκώπτεσθαι, ἐν οἷς [*](2. Ἀρισταρχείου] ἀριστάρχου 20. ἀπρεπῶς] ἀπρεπές, sed super- 3. ἐκ τῶν] ἐκ om. scripto ω 10. *ὡς ἐν τῷ “ὄφρα—δάστημα] 23. ἐπὶ τὸ Lehrsius] καὶ ἐπὶ τοῦ)

268
φησὶ “Τμδιίδη μή τʼ ἄρ με μάλʼ αἴνεε μή τέ τι νείκει” (Il. 10, 249). ἐν μέντοι τῷ ὑπακούειν τὸ πάντως πείθεσθαι τοῖς λεγομένοις ἤτοι ἑκόντας ἢ ἄκοντας. οὕτως οὖν ἔχει καὶ τὸ ὑπήκοος, ὥσπερ ὑποτεταγμένος τινί. τοῦτο δὲ ἀπαιτεῖ ἡ διάνοια· οἱ γὰρ θεοὶ ὑπή. κουον τῷ Διὶ ὡς ὑποτεταγμένοι.

7. *θεός] Ἀρίσταρχος θεῶν.

8. *διακέρσαι] διακόψαι· ὅθεν καὶ κέρμα τὸ εἰς μικρὰ διακεκομ- μένον.

10. *ἀπάνευθε] ἐν τῇ Ἀριστοφάνους ἀπάτερθε, Ζηνόδοτος με- τόπισθε.

12. * τὸ οὐ κατὰ κόσμον βέλτιον τοῖς ἑξῆς συνάπτειν· συλ- λαβὼν γὰρ αὐτόν.