Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

18. ἐντεῦθεν ἕως τοῦ “πρόφρονι μυθέομαι” (40) ἀθετοῦνται στίχοι ιγ΄, ὅτι ἐξ ἄλλων τόπων μετάκεινται. καὶ ἐν τοῖς κατὰ μέρος διαπίπτει, οὐκ ὀρθῶς χρώμενος ταῖς λέξεσιν, “ὀδυσσαμένοιο τεοῖο.” τοῦτο γάρ ἐστι τοῦ σοῦ, θέλει δὲ ὁ λόγος ὀργισθέντος σοῦ, ἀσυνάρθρως.

29. ἀγασσάμενοι] γράφεται καὶ φρασσάμενοι· μᾶλλον δὲ τὸ ἀγασσάμενοι τοῖς ἑξῆς συνάδει.

31. τούτους πάλιν μετʼ ὀλίγα ἡ Ἥρα παραγίνεται λέγουσα. αἱ τοιαῦται δὲ προσφωνήσεις σημαίνουσι τὴν Ἀθηνᾶν ἐκ μόνου Διὸς γεγενῆσθαι· καὶ γὰρ οὔτε Ὅμηρος οὔτε Ἡσίοδος μητέρα αὐτῆς παραδίδωσιν.

35. *ὡς σὺ κελεύεις] οὕτως Ἀρίσταρχος. ἄλλοι δὲ εἰ σὺ κελεύεις.

39. Τριτογένεια] Ὅμηρος μὲν τὴν τὸ τρεῖν καὶ εὐλαβεῖσθαι γεννῶσαν τοῖς ἀνθρώποις (πολεμικὴ γὰρ ἡ θεός), οἱ δὲ νεώτεροί φασι τὴν παρὰ τῷ Τρίτωνι ποταμῷ γεννηθεῖσαν, ὅς ἐστι τῆς Λιβύης.

39, 40. θάρσει Τριτογένεια] ὅτι ὑπὸ Διὸς πάλιν λέγονται πρὸς Ἀθηνᾶν πρὸ τῆς Ἕκτορος τελευτῆς (Il. 22, 183)· ἐναντιοῦνται δὲ ἐνθάδε τοῖς ὑποκειμένοις.

*εἰρωνεύεται αὐτήν.

43. χρυσὸν δʼ αὐτὸς ἔδυνε] ὅτι ἀντὶ τοῦ χρνσῆν πανοπλίαν· καὶ ὅτι ἐνθάδε λεγομένου τοῦ Διὸς ἀνειληφέναι τὴν ἰδίαν πανοπλίαν, οὐκέτι ἑξῆς (387) ἐγχωρεῖ τὴν αὐτὴν ταύτην πανοπλιαν ἀνειληφέναι τὴν Ἀθηνᾶν· καὶ ὅτι τὸ γέντο ἐκ τῶν συμφραζομένων νοεῖται τεταγμένον ἀντὶ τοῦ ἔλαβεν.