Scholia in Iliadem
Scholia in Homerum
Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.
84. καίριόν ἐστι] εὔκαιρον πρὸς θάνατόν ἐστι τοῖς ἵπποις τὸ μέρος τοῦτο, ὅ ἐστιν ἐπικίνδυνον,
85. *βέλος δ᾿] ὅτι ὁ δέ ἀντὶ τοῦ γάρ· βέλος γάρ.
ἀπέταμνε] δεινός ἐστιν Ὅμηρος καὶ διὰ μιᾶς λέξεως ὅλον τὸν ἄνδρα σημαίνειν· διὰ γὰρ τοῦ ἀπέταμνε τὴν ἀσθένειαν τοῦ γέροντος δηλοῖ καὶ ἐντεῦθεν τὸ βραδὺ τῆς ἐνεργείας. προσηκόντως οὖν ἐπὶ τοῦ πρεσβύτου ἐχρήσατο τῷ παρατατικῷ χρόνῳ, εἰπὼν τὸ ἀίσσων, ἐπὶ δὲ τοῦ νέου Αὐτομέδοντος (Il. 16, 474) τῷ συντελικῷ, εἰπὼν ἄϊξε καὶ ἀπέκοψε, συντόμως τὸ πρᾶγμα δηλῶν.
87. παρηορίας] τὰς τοῦ παρηόρου ἵππου ἡνίας, τὰς παραζεύξεις, ὅ ἐστι τοὺς ἔξωθεν παρατεταμένους ἱμάντας.
*παρηορίας] ὡς παρηγορίας.
*ἡνίοχον] ὅτι τὸν παραιβάτην Ἕκτορα ἡνίοχον εἶπεν.
93. πολυμήχανʼ Ὀδυσσεῦ] πρὸς ἐπιστροφὴν τὸ ἐπίθετον τέθειται· δεῖ γὰρ τὸν στρατιώτην τοιοῦτον εἶναι. γεωργὸς μὲν γὰρ ἀπὸ τοῦ καλῶς ἐν πόᾳ τὴν ἅρπην καὶ τὰ ἄλλα τῆς γεωργίας ὅπλα κινεῖν γινώσκεται, κυβερνήτης δὲ ἀπὸ τοῦ πόδα νηὸς ἰθύνειν καλῶς, τέκτων ἀπὸ τῆς εὐθεσίας τῶν λίθων καὶ τῆς εὐπριστίας τῶν ξύλων καὶ τῆς [*](1. γρ. σὺν τῷ ν ἀμφιβεβήκειν ἐν δὲ τίθει in textu. etiam in marg. 20. *σημαίνειν] σημαίνει 4. ἐν δʼ ἐτίθη] Sic A in lemmate: 29. *τέθειτα—πολυπειρίας] om.)
94. μετὰ νῶτα βαλὼν, κακὸς ὣς, ἐν ὁμίλῳ] βραχὺ διασταλτέον ἐπὶ τὸ βαλών, εἶτα κακὸς ὥς· χωριζόμενον σαφέστερον ποιεῖ τὸν λόγον. ἀμφίβολον δέ ἐστι καὶ οὕτως τὸ λεγόμενον· ἤτοι γὰρ ὡς δειλὸς ἐν πλήθει φεύγεις, οἷον μετὰ ταραχῆς, ἢ ὡς ἐν ὄχλῳ εὐπερι- καλύπτως· ἢ τὸ ἑξῆς ἐστὶ, πῆ φεύγεις ἐν ὁμίλῳ, οἷον καὶ σὺ μετὰ τοῦ πλήθους ὡς εἴς τῶν πολλῶν.
95. τινὲς δισστέλλουσιν ἐπὶ τὸ φεύγοντι. κἂν συνάπτωμεν δὲ ὅλον τὸν στίχον, σαφὴς ἡ διάνοια. ἴσμεν γὰρ ὅτι οὐ τὸ μετάφρενον φεύγει.
[*](9. * γεωργὸς μὲν] μὲν om. 25. εὐπερικαλύπτως Lehrsius] 12. φήμην] φημι ἀπαρακαλύπτως 14. εἴη] ει 28. ἐπὶ τὸ Bekk.] ἐπὶ τῷ 19. ἀκοντίζω] ἀκοντίζων κἂν Bekkerus] καὶ 20. *ἔοτεα—ιϚ΄] om. 29. σαφὴς ἡ διάνοια addidit 22. βαλών— χωριζόμενον Lehrsius] Friedl. βαλών, καὶ ὡς χαριζόμενος γὰρ addidit ViII.)97. οὐδʼ ἐσάκουσεν] οὐδὲ ἤκουσεν. ἐζήτηται δὲ πότερον οὐκ ἀντε- λάβετο καθόλου τῆς φωνῆς διὰ τὸν θόρυβον, ἢ ἀκούσας παρεπέμ- ψατο· ὅπερ δέχεται ὁ Ἀρίσταρχος.
οὐδʼ ἐσάκουσε] πρὸς τὸ ἀμφίβολον, πότερον οὐκ ἀντελάβετο καθόλον τῆς φωνῆς διὰ τὸν θόρυβον, ἢ ἀκούσας παρεπέμψατο· ὅπερ δέχεται ὁ Ἀρίσταρχος.
ἐζήτηται δὲ πότερον ἄρα οὐδʼ ὅλως ἤκουσεν ὁ Ὀδυσσεὺς, ἢ οὐκ ἐπείσθη. ῥητέον ὅτι οἱ λέγοντες ὅτι ἀκούσας οὐκ ἐπείσθη δειλίαν τοῦ ἥρωος κατηγοροῦσιν ἀγνοοῦντες τὸ “οὐδʼ ἐσάκουσεν.” οὐ γὰρ τὸ παρακοῦσαι, ἀλλὰ τὸ μὴ αἰσθέσθαι τελείως δηλοῖ· καὶ γὰρ οὐκ ἦν δειλὸς τῶν ἄλλων ἔσχατος φεύγων καὶ τῇ βραδυτῆτι τὸ φιλοκίνδυνον ἐπιδεικνύμενος.